Reader
Reader | Orphic Hymns, Hymn 41
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 42.1 | Primary Θεσμοφόρον καλέω ναρθηκοφόρον Διόνυσον, |
| 42.2 | Primary σπέρμα πολύμνηστον, πολυώνυμον Εὐβουλῆος, |
| 42.3 | Primary ἁγνήν τ’ εὐίερόν τε Μίση,ν ἄρρητον ἄνασσαν, |
| 42.4 | Primary ἄρσενα καὶ θῆλυν, διφυῆ, λύσειον Ἴακχον· |
| 42.5 | Primary εἴτ’ ἐν Ἐλευσῖνος τέρπῃ νηῷ θυόεντι, |
| 42.6 | Primary εἴτε καὶ ἐν Φρυγίῃ σὺν Μητέρι μυστιπολεύεις, |
| 42.7 | Primary ἢ Κύπρῳ τέρπῃ σὺν ἐυστεφάνῳ Κυθερείῃ, |
| 42.8 | Primary ἢ καὶ πυροφόροις πεδίοις ἐπαγάλλεαι ἁγνοῖς |
| 42.9 | Primary σὺν σῇ μητρὶ θεᾷ μελανηφόρῳ Ἴσιδι σεμνῇ, |
| 42.10 | Primary Αἰγύπτου παρὰ χεῦμα σὺν ἀμφιπόλοισι τιθήναις· |
| 42.11 | Primary εὐμενέουσ’ ἔλθοις ἀγάθ’ ἐκτελέουσ’ ἐπ’ ἀέθλους. |