Reader
Reader | Orphic Hymns, Hymn 42
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 43.1 | Primary Ὧραι, θυγατέρες Θέμιδος καὶ Ζηνὸς ἄνακτος, |
| 43.2 | Primary Εὐνομίη τε Δίκη τε καὶ Εἰρήνη πολύολβε, |
| 43.3 | Primary εἰαριναί, λειμωνιάδες, πολυάνθεμοι, ἁγναί, |
| 43.4 | Primary παντόχροοι, πολύοδμοι ἐν ἀνθεμοειδέσι πνοιαῖς, |
| 43.5 | Primary Ὧραι ἀειθαλέες, περικυκλάδες, ἡδυπρόσωποι, |
| 43.6 | Primary πέπλους ἑννύμεναι δροσεροὺς ἀνθῶν πολυθρέπτων, |
| 43.7 | Primary ἁγνῆς Φερσεφόνης συμπαίκτορες, εὖτέ ἑ Μοῖραι |
| 43.8 | Primary καὶ Χάριτες κυκλίοισι χοροῖς πρὸς φῶς ἀνάγωσι |
| 43.9 | Primary Ζηνὶ χαριζόμεναι καὶ μητέρι καρποδοτείρῃ· |
| 43.10 | Primary ἔλθετ’ ἐπ’ εὐφήμους τελετὰς ὁσίας νεομύστοις |
| 43.11 | Primary εὐκάρπους καιρῶν γενέσεις ἐπάγουσαι ἀμεμφῶς. |