Reader
Reader | Orphic Hymns, Hymn 43
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 44.1 | Primary Κικλήσκω κούρην Καδμηίδα παμβασίλειαν, |
| 44.2 | Primary εὐειδῆ Σεμέλην, ἐρατοπλόκαμον, βαθύκολπον, |
| 44.3 | Primary μητέρα θυρσοφόροιο Διωνύσου πολυγηθοῦς, |
| 44.4 | Primary ἣ μεγάλας ὠδῖνας ἐλάσσατο πυρφόρῳ αὐγῇ |
| 44.5 | Primary ἀστραπίοιο τεκοῦσα Διὸς βολίσι Κρονίοιο· |
| 44.6 | Primary τιμὰς τευξαμένη παρ’ ἀγαυῆς Φερσεφονείης |
| 44.7 | Primary ἐν θνητοῖσι βροτοῖσιν ἀνὰ τριετηρίδας ὥρας, |
| 44.8 | Primary ἡνίκα σοῦ Βάκχου γονίμην ὠδῖνα τελῶσιν |
| 44.9 | Primary εὐίερόν τε τράπεζαν ἰδὲ μυστήριά θ’ ἁγνά. |
| 44.10 | Primary νῦν σέ, θεά, λίτομαι, κούρη Καδμηίς, ἄνασσα, |
| 44.11 | Primary πρηύνοον καλέων αἰεὶ μύσταισιν ὑπάρχειν. |