Reader
Reader | Orphic Hymns, Hymn 51
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 13
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 52.1 | Primary Κικλήσκω σε, μάκαρ, πολυώνυμε, μανικέ, Βακχεῦ, |
| 52.2 | Primary ταυρόκερως, ληναῖε, πυρίσπορε, Νύσιε, λυσεῦ, |
| 52.3 | Primary μηροτρεφής, λικνῖτα, πυριπόλε καὶ τελετάρχα, |
| 52.4 | Primary νυκτέρι’, Εὐβουλεῦ, μιτρηφόρε, θυρσοτινάκτα, |
| 52.5 | Primary ὄργιον ἄρρητον, τριφυές, κρύφιον Διὸς ἔρνος, |
| 52.6 | Primary πρωτόγον’, ἠρικεπαῖε, θεῶν πάτερ ἠδὲ καὶ υἱέ, |
| 52.7 | Primary ὠμάδιε, σκηπτοῦχε, χοροιμανές, ἁγέτα κώμων, |
| 52.8 | Primary βακχεύων ἁγίας τριετηρίδας ἀμφὶ τιθήνας, |
| 52.9 | Primary ῥηξίχθον, πυριφεγγές, ἐπάφριε, κοῦρε διμῆτωρ, |
| 52.10 | Primary οὐρεσίφοιτος, Ἔρως, νεβριδοστόλος, ἀμφιέτηρε, |
| 52.11 | Primary Παιὰν θυρσεγχής, ὑποκόλπιε, βοτρυόκοσμε, |
| 52.12 | Primary Βάσσαρε, κισσοχαρής, πολυπάρθενε κύδμε κοῦρε· |
| 52.13 | Primary ἐλθέ, μάκαρ, μύστῃσι βρύων κεχαρημένος αἰεί. |