Reader
Reader | Orphic Hymns, Hymn 52
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 53.1 | Primary Ἀμφιετῆ καλέω Βάκχον, χθόνιον Διόνυσον, |
| 53.2 | Primary ἐγρόμενον κούραις ἅμα νύμφαις εὐπλοκάμοισιν, |
| 53.3 | Primary ὃς παρὰ Φερσεφόνης ἱεροῖσι δόμοισιν ἰαύων |
| 53.4 | Primary κοιμίζει τριετῆρα χρόνον, Βακχήιον ἁγνόν. |
| 53.5 | Primary αὐτὸς δ’ ἡνίκα τὸν τριετῆ πάλι κῶμον ἐγείρῃς, |
| 53.6 | Primary εἰς ὕμνον τρέπεται σὺν ἐυζώνοισι τιθήναις |
| 53.7 | Primary εὐνάζων κινῶν τε χρόνους ἐνὶ κυκλάσιν ὥραις. |
| 53.8 | Primary ἀλλά, μάκαρ, χλοόκαρπε, κερασφόρε, κάρπιμε Βάκχε, |
| 53.9 | Primary βαῖν’ ἐπὶ πάνθειον τελετὴν γανόωντι προσώπῳ |
| 53.10 | Primary εὐιέροις καρποῖσι τελεσσιγόνοισι βρυάζων. |