Reader
Reader | Orphic Hymns, Hymn 53
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 54.1 | Primary Κλῦθί μευ, ὦ πολύσεμνε τροφός, Βάκχοιο τιθηνέ, |
| 54.2 | Primary Σιληνῶν ὄχ’ ἄριστε, τετιμένε πᾶσι θεοῖσι |
| 54.3 | Primary καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ τριετηρίσιν ὥραις, |
| 54.4 | Primary ἁγνοτελές, γεραρός, θιάσου νομίου τελετάρχα, |
| 54.5 | Primary εὐαστής, φιλάγρυπνε σὺν εὐζώνοισι τιθήναις, |
| 54.6 | Primary Ναΐσι καὶ Βάκχαις ἡγούμενε κισσοφόροισι· |
| 54.7 | Primary δεῦρ’ ἐπὶ πάνθειον τελετὴν Σατύροις ἅμα πᾶσι |
| 54.8 | Primary θηροτύποις, εὔασμα διδοὺς Βακχείου ἄνακτος, |
| 54.9 | Primary σὺν Βάκχαις λήναια τελεσφόρα σεμνὰ προπέμπων, |
| 54.10 | Primary ὄργια νυκτιφαῆ τελεταῖς ἁγίαις ἀναφαίνων, |
| 54.11 | Primary εὐάζων, φιλόθυρσε, γαληνιόων θιάσοισιν. |