Reader
Reader | Orphic Hymns, Hymn 54
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 28
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 55.1 | Primary Οὐρανίη, πολύυμνε, φιλομμειδὴς Ἀφροδίτη, |
| 55.2 | Primary ποντογενές, γενέτειρα θεά, φιλοπάννυχε, σεμνή, |
| 55.3 | Primary νυκτερίη, ζεύκτειρα, δολοπλόκε μῆτερ ἀνάγκης· |
| 55.4 | Primary πάντα γὰρ ἐκ σέθεν ἐστίν, ὑπεζεύξω δέ τε κόσμον |
| 55.5 | Primary καὶ κρατέεις τρισσῶν μοιρῶν, γεννᾷς δὲ τὰ πάντα, |
| 55.6 | Primary ὅσσα τ’ ἐν οὐρανῷ ἐστι καὶ ἐν γαίῃ πολυκάρπῳ |
| 55.7 | Primary ἐν πόντου τε βυθῷ, σεμνὴ Βάκχοιο πάρεδρε, |
| 55.8 | Primary τερπομένη θαλίῃσι, γαμοστόλε μῆτερ ἐρώτων, |
| 55.9 | Primary πειθοῖ λεκτροχαρές, κρυφία, χαριδῶτι ἄνασσα, |
| 55.10 | Primary φαινομένη, ἀφανής, ἐρατοπλόκαμ, εὐπατέρεια, |
| 55.11 | Primary νυμφιδίη, σύνδαιτι θεῶν σκηπτοῦχε, λυκείη, |
| 55.12 | Primary γεννοδότειρα, φίλανδρε, ποθεινοτάτη, βιοδῶτι, |
| 55.13 | Primary ἡ ζεύξασα βροτοὺς ἀχαλινώτοισιν ἀνάγκαις |
| 55.14 | Primary καὶ θηρῶν πολὺ φῦλον ἐρωτομανῶν ὑπὸ φίλτρων· |
| 55.15 | Primary ἔρχεο, Κυπρογενὲς θεῖον γένος, εἴτ’ ἐν’ Ὀλύμπῳ |
| 55.16 | Primary ἐσσί, θεὰ βασίλεια, καλῷ γήθουσα προσώπῳ, |
| 55.17 | Primary εἴτε καὶ εὐλιβάνου Συρίης ἕδος ἀμφιπολεύεις, |
| 55.18 | Primary εἴτε σύ γ’ ἐν πεδίοισι σὺν ἅρμασι χρυσεοτεύκτοις |
| 55.19 | Primary Αἰγύπτου κατέχεις ἱερῆς γονιμώδεα λουτρά, |
| 55.20 | Primary ἢ καὶ κυκνείοισιν ὄχοις ἐπὶ πόντιον οἶδμα |
| 55.21 | Primary ἐρχομένη χαίρεις κητῶν κυκλίῃσι χορείαις, |
| 55.22 | Primary ἢ νύμφαις τέρπῃ κυανώπισιν ἐν χθονὶ Δίῃ, |
| 55.23 | Primary θῖνας ἐπ’ αἰγιαλοῖς ψαμαθώδεσιν ἅλματι κούφῳ· |
| 55.24 | Primary εἴτ' ἐν Κύπρῳ, ἄνασσα, τροφῳ σέο, ἔνθα καλαί τε |
| 55.25 | Primary παρθένοι ἄδμηται νύμφαι τ’ ἀνὰ πάντ’ ἐνιαυτὸν |
| 55.26 | Primary ὑμνοῦσιν, σέ, μάκαιρα, καὶ ἄμβροτον ἁγνὸν Ἄδωνιν. |
| 55.27 | Primary ἐλθέ, μάκαιρα θεά, μάλ’ ἐπήρατον εἶδος ἔχουσα· |
| 55.28 | Primary ψυχῇ γάρ σε καλῶ σεμνῇ ἁγνοῖσι λόγοισιν. |