Reader
Reader | Orphic Hymns, Hymn 60
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 12
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 61.1 | Primary Ὦ Νέμεσι, κλῄζω σε, θεά, βασίλεια μεγίστη, |
| 61.2 | Primary πανδερκής, ἐσορῶσα βίον θνητῶν πολυφύλων· |
| 61.3 | Primary ἀιδίη, πολύσεμνε, μόνη χαίρουσα δικαίοις, |
| 61.4 | Primary ἀλλ’ ἔχθουσα λόγον πολυποίκιλον, ἄστατον αἰεί, |
| 61.5 | Primary ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες· 5 |
| 61.6 | Primary σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει, οὐδέ σε λήθει |
| 61.7 | Primary ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτῳ ὁρμῇ. |
| 61.8 | Primary πάντ’ ἐσορᾷς καὶ πάντ’ ἐπακούεις, καὶ πάντα βραβεύεις· |
| 61.9 | Primary ἐν σοὶ δ’ εἰσὶ δίκαι θνητῶν, πανυπέρτατε δαῖμον. |
| 61.10 | Primary ἐλθέ, μάκαιρ’, ἁγνή, μύσταις ἐπιτάρροθος αἰεί· 10 |
| 61.11 | Primary δὸς δ’ ἀγαθὴν διάνοιαν ἔχειν, παύουσα πανεχθεῖς |
| 61.12 | Primary γνώμας οὐχ ὁσίας, πανυπέρφρονας, ἀλλοπροσάλλας. |