Reader
Reader | Orphic Hymns, Hymn 61
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 62.1 | Primary Ὄμμα Δίκης μέλπω πανδερκέος, ἀγλαομόρφου, |
| 62.2 | Primary ἣ καὶ Ζηνὸς ἄνακτος ἐπὶ θρόνον ἱερὸν ἵζει |
| 62.3 | Primary οὐρανόθεν καθορῶσα βίον θνητῶν πολυφύλων, |
| 62.4 | Primary τοῖς ἀδίκοις τιμωρὸς ἐπιβρίθουσα δικαίη, |
| 62.5 | Primary ἐξ ἰσότητος ἀληθείαι συνάγουσ’ ἀνόμοια· 5 |
| 62.6 | Primary πάντα γάρ, ὅσσα κακαῖς γνώμαις θνητοῖσιν ὀχεῖται |
| 62.7 | Primary δύσκριτα, βουλομένοις τὸ πλέον βουλαῖς ἀδίκοισι, |
| 62.8 | Primary μούνη ἐπεμβαίνουσα δίκην ἀδίκοις ἐπεγείρεις· |
| 62.9 | Primary ἐχθρὴ τῶν ἀδίκων, εὔφρων δὲ σύνεσσι δικαίοις. |
| 62.10 | Primary ἀλλά, θεά, μόλ’ ἔπι γνώμαις ἐσθλῇσι δικαίη, 10 |
| 62.11 | Primary ὡς ἂν ἀεὶ βιοτῆς τὸ πεπρωμένον ἦμαρ ἐπέλθῃ. |