Reader
Reader | Orphic Hymns, Hymn 62
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 16
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 63.1 | Primary Ὠ θνητοῖσι δικαιοτάτη, πολύολβε, ποθεινή, |
| 63.2 | Primary ἐξ ἰσότητος ἀεὶ θνητοῖς χαίρουσα δικαίοις, |
| 63.3 | Primary πάντιμ’, ὀλβιόμοιρε, Δικαιοσύνη μεγαλαυχές, |
| 63.4 | Primary ἣ καθαραῖς γνώμαις ἀεὶ τἁ δέοντα βραβεύεις, |
| 63.5 | Primary ἄθραυστος το συνειδός· ἀεὶ θραύεις γἁρ ἅπαντας 5 |
| 63.6 | Primary ὄσσοι μὴ τὁ σὸν ἦλθον ὑπὸ ζυγόν, ἀλλοπρόσαλλοι, |
| 63.7 | Primary πλάστιγξι βριαρῇσι παρεγκλίναντες ἀπλήστως· |
| 63.8 | Primary ἀστασίαστε, φίλη πάντων, φιλόκωμ’, ἐρατεινή, |
| 63.9 | Primary εἰρήνῃ χαίρουσα, βίον ζηλοῦσα βέβαιον· |
| 63.10 | Primary αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις· |
| 63.11 | Primary ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει. |
| 63.12 | Primary κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως, |
| 63.13 | Primary ὡς ἂν ἰσορροπίῃσιν ἀεὶ βίος ἐσθλὸς ὁδεύῃ |
| 63.14 | Primary θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσι, |
| 63.15 | Primary καὶ ζῴων πάντων, ὁπόσ’ ἐν κόλποισι τιθηνεῖ |
| 63.16 | Primary γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς. |