Reader
Reader | Orphic Hymns, Hymn 63
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 13
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 64.1 | Primary Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα, |
| 64.2 | Primary οὐράνιον Νόμον, ἀστροθέτην, σφρηγῖδα δικαίην |
| 64.3 | Primary πόντου τ’ εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον |
| 64.4 | Primary ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν, |
| 64.5 | Primary οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει, |
| 64.6 | Primary καὶ φθόνον οὐτιδανὸν ῥοίζου τρόπον ἐκτὸς ἐλαύνει· |
| 64.7 | Primary ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει· |
| 64.8 | Primary αὐτὸς γὰρ μοῦνος ζῴων οἴηκα κρατύνει |
| 64.9 | Primary γνώμαις ὀρθοτάτας συνεών, ἀδιάστροφος αἰεί, |
| 64.10 | Primary ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν |
| 64.11 | Primary τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν. |
| 64.12 | Primary ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ, |
| 64.13 | Primary εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε. |