Reader
Reader | Orphic Hymns, Hymn 67
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 13
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 68.1 | Primary Ἱμερόεσσ’, ἐρατή, πολυθάλμιε, παμβασίλεια, |
| 68.2 | Primary κλῦθι, μάκαιρ’ Ὑγίεια, φερόλβιε, μῆτερ ἁπάντων· |
| 68.3 | Primary ἐκ σέο γὰρ νοῦσοι μὲν ἀποφθινύθουσι βροτοῖσι, |
| 68.4 | Primary πᾶς δὲ δόμος θάλλει πολυγηθὴς εἵνεκα σεῖο, |
| 68.5 | Primary καὶ τέχναι βρίθουσι· ποθεῖ δέ σε κόσμος, ἄνασσα, |
| 68.6 | Primary μοῦνος δὲ στυγέει σ’ Ἀίδης ψυχοφθόρος αἰεί, |
| 68.7 | Primary ἀιθαλής, εὐκταιοτάτη, θνητῶν ἀνάπαυμα· |
| 68.8 | Primary σοῦ γὰρ ἄτερ πάντ’ ἐστὶν ἀνωφελῆ ἀνθρώποισιν· |
| 68.9 | Primary οὔτε γὰρ ὀλβοδότης πλοῦτος γλυκερὸς θαλίῃσιν, |
| 68.10 | Primary οὔτε γέρων πολύμοχθος ἄτερ σέο γίγνεται ἀνήρ· |
| 68.11 | Primary πάντων γὰρ κρατέεις μούνη καὶ πᾶσιν ἀνάσσεις. |
| 68.12 | Primary ἀλλά, θεά, μόλε μυστιπόλοις ἐπιτάρροθος αἰεὶ |
| 68.13 | Primary ῥυομένη νούσων χαλεπῶν κακόποτμον ἀνίην. |