Reader
Reader | Orphic Hymns, Hymn 68
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 13
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 69.1 | Primary Κλῦτε, θεαὶ πάντιμοι, ἐρίβρομοι, εὐάστειραι, |
| 69.2 | Primary Τισιφόνη τε καὶ Ἀλληκτὼ καὶ δῖα Μέγαιρα· |
| 69.3 | Primary νυκτέριαι, μυχίοις ὑπὸ κεύθεσιν οἰκί’ ἔχουσαι |
| 69.4 | Primary ἄντρῳ ἐν ἠερόεντι παρὰ Στυγὸς ἱερὸν ὕδωρ, |
| 69.5 | Primary οὐχ ὁσίαις βουλαῖσι βροτῶν κεκοτημέναι αἰεὶ |
| 69.6 | Primary λυσσήρεις, ἀγέρωχοι, ἐπευάζουσαι ἀνάγκαις, |
| 69.7 | Primary θηρόπεπλοι, τιμωροί, ἐρισθενέες, βαρυαλγεῖς, |
| 69.8 | Primary Ἀίδεω χθόνιαι, φοβεραὶ κόραι, αἰολόμορφοι, |
| 69.9 | Primary ἠέριαι, ἀφανεῖς, ὠκυδρόμοι ὥστε νόημα, |
| 69.10 | Primary αἵτ’ αἰεὶ θνητῶν πάντων ἐπ’ ἀπείρονα φῦλα |
| 69.11 | Primary ὄμμα Δίκης ἐφορᾶτε, δικασπόλοι αἰὲν ἐοῦσαι. |
| 69.12 | Primary ἀλλά, θεαὶ Μοῖραι, ὀφιοπλόκαμοι, πολύμορφοι, |
| 69.13 | Primary πραΰνοον μετάθεσθε βίου μαλακόφρονα δόξαν. |