Reader
Reader | Orphic Hymns, Hymn 69
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 11
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 70.1 | Primary Κλῦτέ μευ, Εὐμενίδες μεγαλώνυμοι, εὔφρονι βουλῇ, |
| 70.2 | Primary ἁγναὶ θυγατέρες μεγάλοιο Διὸς χθονίοιο |
| 70.3 | Primary Φερσεφόνης τ’, ἐρατῆς κούρης καλλιπλοκάμοιο, |
| 70.4 | Primary αἳ πάντων καθορᾶτε βίον θνητῶν ἀσεβούντων, |
| 70.5 | Primary τῶν ἀδίκων τιμωροί, ἐφεστηκυῖαι ἀνάγκῃ, |
| 70.6 | Primary κυανόχρωτες ἄνασσαι, ἀπαστράπτουσαι ἀπ’ ὄσσων |
| 70.7 | Primary δεινὴν ἀνταυγῆ φάεος σαρκοφθόρον αἴγλην· |
| 70.8 | Primary ἀίδιοι, φοβερῶπες, ἀπόστροφοι, αὐτοκράτειραι, |
| 70.9 | Primary λυσιμελεῖς οἴστρῳ, βλοσυραί, νύχιαι, πολύποτμοι, |
| 70.10 | Primary νυκτέριαι κοῦραι, ὀφιοπλόκαμοι, φοβερῶπες· |
| 70.11 | Primary ὑμᾶς κικλήσκω γνώμαις ὁσίῃσι πελάζειν. |