Reader
Reader | Orphic Hymns, Hymn 70
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 12
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 71.1 | Primary Μειλινόην καλέω, νύμφην χθονίην, κροκόπεπλον, |
| 71.2 | Primary ἣν παρὰ Κωκυτοῦ προχοαῖς ἐλοχεύσατο σεμνὴ |
| 71.3 | Primary Φερσεφόνη λέκτροις ἱεροῖς Ζηνὸς Κρονίοιο, |
| 71.4 | Primary ᾗ ψευσθεῖς Πλούτων’ ἐμίγη δολίαις ἀπάτῃσι, |
| 71.5 | Primary θυμῷ Φερσεφόνης δὲ δισώματον ἔσπασε χροιήν, |
| 71.6 | Primary ἣ θνητοὺς μαίνει φαντάσμασιν ἠερίοισιν, |
| 71.7 | Primary ἀλλοκότοις ἰδέαις μορφῆς τύπον ἐκπροφανοῦσα, |
| 71.8 | Primary ἄλλοτε μὲν προφανής, ποτὲ δὲ σκοτόεσσα, νυχαυγής, |
| 71.9 | Primary ἀνταίαις ἐφόδοισι κατὰ ζοφοειδέα νύκτα. |
| 71.10 | Primary ἀλλά, θεά, λίτομαί σε, καταχθονίων βασίλεια, |
| 71.11 | Primary ψυχῆς ἐκπέμπειν οἶστρον ἐπὶ τέρματα γαίης, |
| 71.12 | Primary εὐμενὲς εὐίερον μύσταις φαίνουσα πρόσωπον. |