Reader
Reader | Orphic Hymns, Hymn 71
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 72.1 | Primary Δεῦρο, Τύχη· καλέω σ’, ἀγαθὴν κράντειραν, ἐπ’ εὐχαῖς, |
| 72.2 | Primary μειλιχίην, ἐνοδῖτιν, ἐπ’ εὐόλβοις κτεάτεσσιν, |
| 72.3 | Primary Ἄρτεμιν ἡγεμόνην, μεγαλώνυμον, Εὐβουλῆος |
| 72.4 | Primary αἵματος ἐκγεγαῶσαν, ἀπρόσμαχον εἶδος ἔχουσαν, |
| 72.5 | Primary τυμβιδίην, πολύπλαγκτον, ἀοίδιμον ἀνθρώποισιν. |
| 72.6 | Primary ἐν σοὶ γὰρ βίοτος θνητῶν παμποίκιλός ἐστιν· |
| 72.7 | Primary οἷς μὲν γὰρ τεύχεις κτεάνων πλῆθος πολύολβον, |
| 72.8 | Primary οἷς δὲ κακὴν πενίην θυμῷ χόλον ὁρμαίνουσα. |
| 72.9 | Primary ἀλλά, θεά, λίτομαί σε μολεῖν βίῳ εὐμενέουσαν, |
| 72.10 | Primary ὄλβοισι πλήθουσαν ἐπ’ εὐόλβοις κτεάτεσσιν. |