Reader
Reader | Orphic Hymns, Hymn 72
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 9
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 73.1 | Primary Δαίμονα κικλήσκω πελάσαι ἡγήτορα φρικτόν, |
| 73.2 | Primary μειλίχιον Δία, παγγενέτην, βιοδώτορα θνητῶν, |
| 73.3 | Primary Ζῆνα μέγαν, πολύπλαγκτον, ἀλάστορα, παμβασιλῆα, |
| 73.4 | Primary πλουτοδότην, ὁπότ’ ἄν γε βρυάζων οἶκον ἐσέλθῃ, |
| 73.5 | Primary ἔμπαλι δὲ ψύχοντα βίον θνητῶν πολυμόχθων· |
| 73.6 | Primary ἐν σοὶ γὰρ κλῇδες λύπης τε χαρᾶς τ’ ὀχέονται. |
| 73.7 | Primary τοιγάρ τοι, μάκαρ, ἁγνέ, πολύστονα κήδε’ ἐλάσσας, |
| 73.8 | Primary ὅσσα βιοφθορίην πέμπει κατὰ γαῖαν ἅπασαν, |
| 73.9 | Primary εὔδοξον βιοτῆς γλυκερὸν τέλος ἐσθλὸν ὀπάζοις. |