Reader
Reader | Orphic Hymns, Hymn 75
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 12
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 76.1 | Primary Μνημοσύνης καὶ Ζηνὸς ἐριγδούποιο θύγατρες, |
| 76.2 | Primary Μοῦσαι Πιερίδες, μεγαλώνυμοι, ἀγλαόφημοι, |
| 76.3 | Primary θνητοῖς, οἷς κε παρῆτε, ποθεινόταται, πολύμορφοι, |
| 76.4 | Primary πάσης παιδείης ἀρετὴν γεννῶσαι ἄμεμπτον, |
| 76.5 | Primary θρέπτειραι ψυχῆς, διανοίης ὀρθοδότειραι, |
| 76.6 | Primary καὶ νόου εὐδυνάτοιο καθηγήτειραι ἄνασσαι, |
| 76.7 | Primary αἳ τελετὰς θνητοῖς ἀνεδείξατε μυστιπολεύτους, |
| 76.8 | Primary Κλειώ τ’ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε |
| 76.9 | Primary Τερψιχόρη τ’ Ἐρατώ τε Πολύμνιά τ’ Οὐρανίη τε |
| 76.10 | Primary Καλλιόπῃ σὺν μητρὶ καὶ Εὐνομίῃ θεᾷ ἁγνῇ. |
| 76.11 | Primary ἀλλὰ μόλοιτε, θεαί, μύσταις, πολυποίκιλοι, ἁγναί, |
| 76.12 | Primary εὔκλειαν ζῆλόν τ’ ἐρατὸν πολύυμνον ἄγουσαι. |