Reader
Reader | Orphic Hymns, Hymn 76
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 77.1 | Primary Μνημοσύνην καλέω, Ζηνὸς σύλλεκτρον, ἄνασσαν, |
| 77.2 | Primary ἣ Μούσας τέκνωσ’ ἱεράς, ὁσίας, λιγυφώνους, |
| 77.3 | Primary ἐκτὸς ἕχουσ’ ἀπάτης μνήμην βλαψίφρονος αἰεί, |
| 77.4 | Primary πάντα νόον συνέχουσα βροτῶν ψυχῇσι σύνοικον, |
| 77.5 | Primary εὐδύνατον κρατερὸν θνητῶν αὔξουσα λογισμόν, |
| 77.6 | Primary ἡδυτάτη, φιλάγρυπνος ὑπομνήσκουσά τε πάντα, |
| 77.7 | Primary ὧν ἂν ἕκαστος ἀεὶ στέρνοις γνώμην κατάθηται, |
| 77.8 | Primary οὔτι παρεκβαίνουσ’, ἐπεγείρουσα φρένα πᾶσιν. |
| 77.9 | Primary ἀλλά, μάκαιρα θεά, μύσταις μνήμην ἐπέγειρε |
| 77.10 | Primary εὐιέρου τελετῆς, λήθην δ’ ἀπὸ τῶνδ’ ἀπόπεμπε. |