Reader
Reader | Orphic Hymns, Hymn 77
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 13
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 78.1 | Primary Κλῦθι, θεά, θνητοῖς φαεσίμβροτον ἦμαρ ἄγουσα, |
| 78.2 | Primary Ἠοῖ λαμπροφαής, ἐρυθαινομένη κατὰ κόσμον, |
| 78.3 | Primary ἀγγελλιεια θεοῦ μεγάλου Τιτῆνος ἀγαυοῦ, |
| 78.4 | Primary ἣ νυκτὸς ζοφόεντα κελαινόχρωτα πορείην |
| 78.5 | Primary ἀντολίαις ταῖς σαῖς πέμπεις ὑπὸ νέρτερα γαίης· |
| 78.6 | Primary ἔργων ἡγήτειρα, βίου πρόπολε θνητοῖσιν· |
| 78.7 | Primary ᾗ χαίρει θνητῶν μερόπων γένος· οὐδέ τίς ἐστιν, |
| 78.8 | Primary ὃς φεύγει τὴν σὴν ὄψιν καθυπέρτερον οὖσαν, |
| 78.9 | Primary ἡνίκα τὸν γλυκὺν ὕπνον ἀπὸ βλεφάρων ἀποσείσῃς, |
| 78.10 | Primary πᾶς δὲ βροτὸς γήθει, πᾶν ἑρπετὸν ἄλλα τε φῦλα |
| 78.11 | Primary τετραπόδων πτηνῶν τε καὶ εἰναλίων πολυεθνῶν· |
| 78.12 | Primary πᾶσι γὰρ ἐργάσιμον βίοτον θνητοῖσι πορίζεις. |
| 78.13 | Primary ἀλλά, μάκαιρ’, ἁγνή, μύσταις ἱερὸν φάος αὔξοις. |