Reader
Reader | Orphic Hymns, Hymn 78
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 12
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 79.1 | Primary Οὐρανόπαιδ’ ἁγνὴν καλέω, Θέμιν εὐπατέρειαν, |
| 79.2 | Primary Γαίης τὸ βλάστημα νέον, καλυκώπιδα κούρην, |
| 79.3 | Primary ἣ πρώτη κατέδειξε βροτοῖς μαντήιον ἁγνὸν |
| 79.4 | Primary Δελφικῷ ἐν κευθμῶνι θεμιστεύουσα θεοῖσι, |
| 79.5 | Primary Πυθίῳ ἐν δαπέδῳ, ὅτε Πυθοῖ ἐμβασίλευεν· |
| 79.6 | Primary ἣ καὶ Φοῖβον ἄνακτα θεμιστοσύνας ἐδίδαξε· |
| 79.7 | Primary πάντιμ’, ἀγλαόμορφε, σεβάσμιε, νυκτιπόλευτε· |
| 79.8 | Primary πρώτη γὰρ τελετὰς ἁγίας θνητοῖς ἀνέφηνας, |
| 79.9 | Primary Βακχιακὰς ἀνὰ νύκτας ἐπευάζουσα ἄνακτα· |
| 79.10 | Primary ἐκ σέο γὰρ τιμαὶ μακάρων μυστήριά θ’ ἁγνά. |
| 79.11 | Primary ἀλλά, μάκαιρ’, ἔλθοις κεχαρημένη εὔφρονι βουλῇ |
| 79.12 | Primary εὐιέρους ἐπὶ μυστιπόλου τελετὰς σέο, κούρη. |