Reader
Reader | Orphic Hymns, Hymn 84
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 10
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 85.1 | Primary Ὕπνε, ἄναξ μακάρων πάντων θνητῶν τ’ ἀνθρώπων |
| 85.2 | Primary καὶ πάντων ζῴων, ὁπόσα τρέφει εὐρεῖα χθών· |
| 85.3 | Primary πάντων γὰρ κρατέεις μοῦνος καὶ πᾶσι προσέρχῃ |
| 85.4 | Primary σώματα δεσμεύων ἐν ἀχαλκεύτοισι πέδῃσι, |
| 85.5 | Primary λυσιμέριμνε, κόπων ἡδεῖαν ἔχων ἀνάπαυσιν |
| 85.6 | Primary καὶ πάσης λύπης ἱερὸν παραμύθιον ἔρδων· |
| 85.7 | Primary καὶ θανάτου μελέτην ἐπάγεις ψυχὰς διασώζων· |
| 85.8 | Primary αὐτοκασίγνητος γὰρ ἔφυς Λήθης Θανάτου τε. |
| 85.9 | Primary ἀλλά, μάκαρ, λίτομαί σε κεκραμένον ἡδὺν ἱκάνειν |
| 85.10 | Primary σώζοντ’ εὐμενέως μύστας θείοισιν ἐπ’ ἔργοις. |