Reader
Reader | Orphic Hymns, Hymn 85
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 18
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 86.1 | Primary Κικλήσκω σε, μάκαρ, τανυσίπτερε, οὖλε Ὄνειρε, |
| 86.2 | Primary ἄγγελε μελλόντων, θνητοῖς χρησμῳδὲ μέγιστε· |
| 86.3 | Primary ἡσυχίῃ γὰρ ὕπνου γλυκεροῦ σιγηλὸς ἐπελθών, |
| 86.4 | Primary προσφωνῶν ψυχαῖς θνητῶν νόον αὐτὸς ἐγείρεις, |
| 86.5 | Primary καὶ γνώμας μακάρων αὐτὸς καθ’ ὕπνους ὑποπέμπεις, |
| 86.6 | Primary σιγῶν σιγώσαις ψυχαῖς μέλλοντα προφαίνων, |
| 86.7 | Primary οἷσιν ἐπ’ εὐσεβίῃσι θεῶν νόος ἐσθλὸς ὁδεύει, |
| 86.8 | Primary ὡς ἂν ἀεὶ τὸ καλὸν μᾶλλον, γνώμῃσι προληφθέν, |
| 86.9 | Primary τερπωλαῖς ὑπάγῃ βίον ἀνθρώπων προχαρέντων, |
| 86.10 | Primary τῶν δὲ κακῶν ἀνάπαυσιν, ὅπως θεὸς αὐτὸς ἐνίσπῃ |
| 86.11 | Primary εὐχωλαῖς θυσίαις τε χόλον λύσαντες ἀνάκτων. |
| 86.12 | Primary εὐσεβέσιν γὰρ ἀεὶ τὸ τέλος γλυκερώτερόν ἐστι, |
| 86.13 | Primary τοῖς δὲ κακοῖς οὔ κὲν φαίνοι μέλλουσαν ἀνάγκην |
| 86.14 | Primary ὄψις ὀνειρήεσσα, κακῶν ἐξάγγελος ἔργων, |
| 86.15 | Primary ὄφρα μὴ εὕρωνται λύσιν ἄλγεος ἐρχομένοιο. |
| 86.16 | Primary ἀλλά, μάκαρ, λίτομαί σε θεῶν μηνύματα φράζειν, |
| 86.17 | Primary ὡς ἂν ἀεὶ γνώμαις ὀρθαῖς κατὰ πάντα πελάζῃς |
| 86.18 | Primary μηδὲν ἐπ’ ἀλλοκότοισι κακῶν σημεῖα προφαίνων. |