Reader
Reader | Orphic Hymns, Hymn 86
Orphic Hymns
Orphic tradition
Text
Position
Line 1 of 12
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 87.1 | Primary Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις |
| 87.2 | Primary πᾶσι διδοὺς χρόνον ἁγνόν, ὅσων πόρρωθεν ὑπάρχεις· |
| 87.3 | Primary σὸς γὰρ ὕπνος ψυχῆν θραύει καὶ σώματος ὁλκόν, |
| 87.4 | Primary ἡνίκ’ ἂν ἐκλύῃς φύσεως κεκρατημένα δεσμὰ |
| 87.5 | Primary τὸν μακρὸν ζῴοισι φέρων αἰώνιον ὕπνον, |
| 87.6 | Primary κοινὸς μὲν πάντων, ἄδικος δ’ ἐνίοισιν ὑπάρχων, |
| 87.7 | Primary ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς· |
| 87.8 | Primary ἐν σοὶ γὰρ μούνῳ πάντων τὸ κριθὲν τελεοῦται· |
| 87.9 | Primary οὔτε γὰρ εὐχῇσιν πείθῃ μόνος οὔτε λιτῇσιν. |
| 87.10 | Primary ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν |
| 87.11 | Primary αἰτοῦμαι, θυσίαισι καὶ εὐχωλαῖς λιτανεύων, |
| 87.12 | Primary ὡς ἂν ἔῃ γέρας ἐσθλὸν ἐν ἀνθρώποισι τὸ γῆρας. |