Reader

Reader | Sibylline Oracles, Book 1

Sibylline Oracles

Sibylline tradition

Book 1 | Primary edition: Greek source text

Previous bookNext booksingle editionContinue down

Text

Position

Line 0 of 400

Waypoints

Line RefGreek source text | Ancient Greek
0

Primary

Οἱ Σιβυλλιακοὶ χρησμοί· Ἐκ τοῦ πρώτου λόγου

1

Primary

Ἀρχομένη πρώτης γενεᾶς μερόπων ἀνθρώπων

2

Primary

ἄχρις ἐπ᾽ ἐσχατίῃσι προφητεύσω τὰ ἕκαστα,

3

Primary

ὁππόσα πρὶν γέγονεν, πόσα δ᾽ ἐστίν, ὁπόσσα δὲ μέλλει

4

Primary

ἔσσεσθαι κόσμῳ διὰ δυσσεβίας ἀνθρώπων.

5

Primary

πρῶτον δὴ κέλεταί με λέγειν θεὸς ὡς ἐγενήθη

6

Primary

ἀτρεκέως κόσμος. σὺ δέ, ποικίλε θνητέ, πίφασκε

7

Primary

νουνεχέως, ἵνα μήποτ᾽ ἐμῶν ἐφετμῶν ἀμελήσῃς,

8

Primary

ὕψιστον βασιλῆα, ὃς ἔκτισε κόσμον ἅπαντα

9

Primary

εἴπας, “γεινάσθω” καὶ ἐγείνατο. ἥδρασε γὰρ γῆν

10

Primary

Ταρτάρῳ ἀμφιβαλὼν καὶ φῶς γλυκὺ αὐτὸς ἔδωκεν·

11

Primary

οὐρανὸν ὕψωσεν, γλαυκὴν δ᾽ ἥπλωσε θάλασσαν,

12

Primary

καὶ πόλον ἐστεφάνωσεν ἅλις πυριλαμπέσιν ἄστροις

13

Primary

καὶ γαῖαν κόσμησε φυτοῖς, ποταμοῖσι δὲ πόντον

14

Primary

χευάμενος ἐκέρασσε καὶ ἀέρι μῖξεν ἀυτμάς

15

Primary

καὶ νέφεα δροσόεντα· τιθεὶς ἄρα καὶ γένος ἄλλο

16

Primary

ἰχθύας ἐν πελάγεσσι καὶ ὄρνεα δῶκεν ἀήταις,

17

Primary

ὕλαις δ᾽ αὖ θῆρας λασιαύχενας ἠδὲ δράκοντας

18

Primary

ἑρπυστὰς { γαίῃ }, καὶ πάνθ᾽ ὅσα νῦν καθορᾶται,

19

Primary

αὐτὸς ταῦτ᾽ ἐποίησε λόγῳ καὶ πάντ᾽ ἐγενήθη

20

Primary

ὦκα καὶ ἀτρεκέως· ὅδε γὰρ πέλετ᾽ αὐτολόχευτος,

21

Primary

οὐρανόθεν καθορῶν· ὑπὸ { τῷ } τετέλεστο δὲ κόσμος.

22

Primary

καὶ τότε δὴ μετέπειτα πλάσεν πάλιν ἔμπνοον ἔργον

23

Primary

εἰκόνος ἐξ ἰδίης ἀπομαξάμενος νέον ἄνδρα

24

Primary

καλὸν θεσπέσιον, τὸν δὴ κέλετ᾽ ἐν παραδείσῳ

25

Primary

ἀμβροσίῳ ναίειν, ὥς οἱ καλὰ ἔργα μεμήλῃ.

26

Primary

αὐτὰρ ὃ μοῦνος ἐὼν παραδείσου ἐριθηλέι κήπῳ

27

Primary

προσλαλιὴν ποθέεσκε καὶ ηὔχετο εἶδος ἀθρῆσαι

28

Primary

ἄλλ᾽ οἷον αὐτὸς ἔχεν. τοῦ δὴ θεὸς αὐτὸς ἀπούρας

29

Primary

ἐκ λαπάρης ὀστοῦν ἐποιήσατο Εὖαν ἀγητήν.

30

Primary

κουριδίην ἄλοχον, ἣν δὴ πόρεν ἐν παραδείσῳ

31

Primary

τούτῳ συνναίειν. ὃ δέ μιν κατιδὼν μέγα θυμῷ

32

Primary

θαῦμ᾽ ἔχεν ἐξαίφνης, κεχαρημένος, οἷον ὁρᾶτο

33

Primary

ἀντίτυπον μίμημα· σοφοῖς δ᾽ ἠμείβετο μύθοις

34

Primary

αὐτομάτοις ῥείουσι· θεῷ γὰρ πάντ᾽ ἐμεμήλει.

35

Primary

οὔτε γὰρ ἀκρασίῃ νόον ἔσκεπον οὔτε μὲν αἰδῶ

36

Primary

εἶχον, ἀλλ᾽ ἦσαν κραδίῃς ἀπάνευθε κακοῖο,

37

Primary

χὡς θῆρες βαίνεσκον ἀποσκεπέεσσι μέλεσσιν.

38

Primary

τοῖσι δὲ καὶ μετέπειτα θεὸς ἐφετμὰς ἀγορεύσας

39

Primary

δεῖξεν τοῦ δένδρου μὴ ψαῦσαι· τοὺς δὲ μάλ᾽ αἰνός

40

Primary

ἐξαπάτησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν

41

Primary

τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε.

42

Primary

ἀλλὰ γυνὴ πρώτη προδότις γείνατ᾽ ἐκείνῳ,

43

Primary

ἣ δῶκεν, τοῦτον δ᾽ ἀδαῆ πείθεσκεν ἁμαρτεῖν.

44

Primary

ὃς δὲ γυναικὸς ἔπεσσι πεπεισμένος ἐξελάθεσκεν

45

Primary

ἀθανάτου κτίστου, σαφέων δ᾽ ἀμέλησεν ἐφετμῶν.

46

Primary

τοὔνεκεν ἀντ᾽ ἀγαθοῖο λάβον κακόν, οἷον ἔπραξαν.

47

Primary

καὶ τότε δὴ γλυκερῆς συκῆς πέταλ᾽ ἀμπείραντες

48

Primary

ἐσθῆτας τεῦξαν καὶ ἐπ᾽ ἀλλήλοισιν ἔθηκαν

49

Primary

μήδεά τ᾽ ἀμφεκάλυψαν, ἐπεί σφισιν ἤιεν αἰδώς.

50

Primary

τοῖσιν δ᾽ ἀθάνατος κότον ἔνθετο κἄβαλεν ἔξω

51

Primary

ἀθανάτων χώρου. τόδε γὰρ τετελεσμένον ἦεν

52

Primary

θνητῷ ἐνὶ χώρῳ μεῖναι, ἐπεὶ οὐκ ἐφύλαξαν

53

Primary

ἀθανάτου μεγάλοιο θεοῦ λόγον εἰσαΐσαντες.

54

Primary

οἳ δ᾽ ἄφαρ ἐξελθόντες ἐπὶ ζείδωρον ἄρουραν

55

Primary

δάκρυσι καὶ στοναχαῖς δεύοντο· ἔπειτα δὲ τοῖσιν

56

Primary

ἀθάνατος θεὸς αὐτὸς ἐπὶ προφερέστερον εἶπεν·

57

Primary

"αὔξετε, πληθύνεσθε καὶ ἐργάζεσθ᾽ ἐπὶ γαίης

58

Primary

ἐντέχνως, ἵν᾽ ἔχητε τροφῆς κόρον ἱδρώοντες."

59

Primary

ὣς φάτο· τῆς δ᾽ ἀπάτης τὸν ἐπαίτιον ἑρπυστῆρα

60

Primary

νηδύι καὶ κενεῶνι ποιήσατο γαῖαν ἐρείδειν

61

Primary

πικρῶς ἐξελάσας· δεινὴν δ᾽ ἔχθραν προΐαψεν

62

Primary

ἐν μέσῳ ἀλλήλων· καὶ ὃ μὲν κεφαλὴν προφυλάσσει

63

Primary

σῴζειν, ὃς δὲ πτέρναν, ἐπεὶ θάνατός γε πάρεστιν

64

Primary

πλησίον ἀνθρώπων καὶ ἰοβόλων κακοβούλων.

65

Primary

καὶ τότε δὴ γενεὴ πληθύνετο, ὡς ἐκέλευσεν

66

Primary

αὐτὸς ὁ παντοκράτωρ, καὶ αὔξανεν ἄλλος ἐπ᾽ ἄλλῳ

67

Primary

λαὸς ἀπειρέσιος· οἴκους δὲ μὲν ἐξήσκησαν

68

Primary

παντοίους ἠδ᾽ αὖτε πόλεις καὶ τείχε᾽ ἐποίουν

69

Primary

εὖ καὶ ἐπισταμένως· οἷσιν πολυχρόνιον ἦμαρ

70

Primary

ὤπασεν εἰς ζωὴν πολυήρατον· οὐ γὰρ ἀνίαις

71

Primary

τειρόμενοι θνῇσκον, ἀλλ᾽ ὡς δεδμημένοι ὕπνῳ·

72

Primary

ὄλβιοι οἱ μέροπες μεγαλήτορες, οὓς ἐφίλησεν

73

Primary

σωτὴρ ἀθάνατος βασιλεὺς θεός. ἀλλὰ καὶ αὐτοί

74

Primary

ἤλιτον ἀφροσύνῃ βεβολημένοι. οἳ γὰρ ἀναιδῶς

75

Primary

ἐξεγέλων πατέρας καὶ μητέρας ἠτίμαζον,

76

Primary

γνωστοὺς δ᾽ οὐ γίνωσκον ἀδελφειῶν ἐπίβουλοι.

77

Primary

ἦσαν δ᾽ ἂρ μιαροὶ κεκορεσμένοι αἵματι φωτῶν

78

Primary

καὶ πολέμους ἐποίουν. ἐπὶ δ᾽ αὐτοὺς ἤλυθεν ἄτη

79

Primary

ὑστάτη οὐρανόθεν βεβολημένη, ἣ βιότοιο

80

Primary

δεινοὺς ἐξεῖλεν· τοὺς δ᾽ αὖ ὑπεδέξατο Ἅιδης·

81

Primary

Ἅιδην δ᾽ αὖτ᾽ ἐκάλεσσαν, ἐπεὶ πρῶτος μόλεν Ἀδάμ

82

Primary

γευσάμενος θανάτου, γαίη δέ μιν ἀμφεκάλυψεν.

83

Primary

τοὔνεκα δὴ πάντες οἱ ἐπιχθόνιοι γεγαῶτες

84

Primary

ἀνέρες εἰν Ἀίδαο δόμοις ἰέναι καλέονται.

85

Primary

ἀλλ᾽ οὗτοι πάντες καὶ εἰν Ἀίδαο μολόντες

86

Primary

τιμὴν ἔσχηκαν, [καὶ] ἐπεὶ πρῶτον γένος ἦσαν.

87

Primary

αὐτὰρ ἐπεὶ τούτους ὑπεδέξατο, δεύτερον αὖτις

88

Primary

τῶν καταλειφθέντων [τε] δικαιοτάτων ἀνθρώπων

89

Primary

ἄλλο γένος τεῦξεν πολυποίκιλον, οἷς ἐμεμήλει

90

Primary

ἔργ᾽ ἐρατὰ σπουδαί τε καλαὶ καὶ ὑπείροχος αἰδώς

91

Primary

καὶ πυκινὴ σοφίη· τέχνας δὲ μὲν ἐξήσκησαν

92

Primary

παντοίας εὑρόντες ἀμηχανίαις ἐπινοίας.

93

Primary

καί τις μὲν γαίην ἀρότροις ἐξεῦρε γεωργεῖν,

94

Primary

ἄλλος τεκταίνειν, ἄλλῳ δὲ πλέειν μεμέλητο,

95

Primary

ἄλλῳ δ᾽ ἀστρονομεῖν καὶ ὀνειροπολεῖν τὰ πετεινά,

96

Primary

φαρμακίη δ᾽ ἄλλῳ, αὐτὰρ μαγικὴ πάλιν ἄλλῳ·

97

Primary

ἄλλοι δ᾽ ἄλλα ἕκαστα μεμηλότα τεχνώοντο,

98

Primary

Γρήγοροι ἀλφηστῆρες, ἐπωνυμίης μετέχοντες

99

Primary

ταύτης, ὅττι φρεσὶν ἀκοίμητον νόον εἶχον

100

Primary

ἄπληστόν τε δέμας· στιβαροὶ μεγάλῳ ἐπὶ εἴδει

101

Primary

ἦσαν· ὅμως δ᾽ ἔμολον ὑπὸ ταρτάριον δόμον αἰνόν,

102

Primary

δεσμοῖς ἀρρήκτοις πεφυλαγμένοι ἐξαποτῖσαι

103

Primary

εἰς γένναν μαλεροῦ λάβρου πυρὸς ἀκαμάτοιο.

104

Primary

τῶν δὴ καὶ μετέπειτα πάλιν γένος ὀμβριμόθυμον

105

Primary

ἐξεφάνη τρίτατον ὑπερφιάλων ἀνθρώπων

106

Primary

δεινῶν, οἳ κακὰ πολλὰ παρὰ σφίσιν ἐξεπονοῦντο.

107

Primary

καὶ τούσδ᾽ ὑσμῖναί { τ᾽ } ἀνδροκτασίαι τε μάχαι τε

108

Primary

συνεχέως ὤλεσκον ὑπέρβιον ἦτορ ἔχοντας.

109

Primary

ἐκ τῶν δὴ μετὰ ταῦτα κατήλυθεν ὀψιτέλεστον

110

Primary

ὁπλότατον γένος ἄλλο μιαιφόνον ἀκριτόβουλον

111

Primary

ἀνδρῶν ἐν τετράτῃ γενεῇ· οἳ πολλὰ χέεσκον

112

Primary

αἵματα οὔτε θεὸν δειδιότες οὔτ᾽ ἀνθρώπους

113

Primary

αἰδόμενοι· μάλα γάρ τοι ἐπ᾽ αὐτοῖσιν βεβόλητο

114

Primary

οἰστρομανὴς μῆνις καὶ δυσσεβίη ἀλεγεινή.

115

Primary

καὶ τοὺς μὲν πόλεμοί τ᾽ ἀνδροκτασίαι τε μάχαι τε

116

Primary

εἰς ἔρεβος προΐαψαν οἰζυρούς περ ἐόντας

117

Primary

ἄνδρας δυσσεβέας. τοὺς δ᾽ αὖ μετόπισθε χόλοισιν

118

Primary

οὐράνιος θεὸς αὐτὸς ἑοῦ μετεθήκατο κόσμου

119

Primary

Ταρτάρῳ ἀμφιβαλὼν μεγάλῳ ὑπὸ πυθμένι γαίης.

120

Primary

καὶ πάλιν ἄλλο γένος πολὺ χειρότερον μετόπισθεν

121

Primary

ἀνθρώπων ποίησ᾽, οἷς οὐκ ἀγαθὸν μετέπειτα

122

Primary

ἀθάνατος θεὸς τεῦξεν, ἐπεὶ κακὰ πόλλ᾽ ἐπονοῦντο.

123

Primary

οἳ γὰρ ὑβριστῆρες πολλῷ πλέον ἢ ὅτ᾽ ἐκεῖνοι

124

Primary

Γίγαντες σκολιοὶ μιαρῶς δύσφημα χέοντες.

125

Primary

μοῦνος δ᾽ ἐν πάντεσσι δικαιότατος καὶ ἀληθής

126

Primary

ἦν Νῶε, πιστότατος καλοῖς τ᾽ ἔργοισι μεμηλώς.

127

Primary

καὶ τῷ μὲν θεὸς αὐτὸς ἀπ᾽ οὐρανόθεν φάτο τοῖα·

128

Primary

"Νῶε, δέμας θάρσυνον ἑὸν λαοῖσί τε πᾶσιν

129

Primary

κήρυξον μετάνοιαν, ὅπως σωθῶσιν ἅπαντες.

130

Primary

ἢν δέ γε οὐκ ἀλέγωσιν ἀναιδέα θυμὸν ἔχοντες,

131

Primary

πᾶν γένος ἐξολέσω μεγάλοις ὑδάτων κατακλυσμοῖς.

132

Primary

σοὶ δ᾽ ὦκ᾽ ἐν ῥίζῃσιν ἀδιψήτοισι τεθηλός

133

Primary

δουράτεον κέλομαι δῶμ᾽ ἄφθιτον ἀσκήσασθαι.

134

Primary

θήσω δ᾽ ἐν στήθεσσι νόον πυκινὴν δέ τε τέχνην

135

Primary

καὶ μέτρα κατὰ κόλπον· ἐμοὶ δέ τε πάντα μελήσει,

136

Primary

ὥστε σε σωθῆναι καὶ ὅσοι σὺν σοὶ ναίουσιν.

137

Primary

[εἰμὶ δ᾽ ἔγωγε ὁ ὤν, σὺ δ᾽ ἐνὶ φρεσὶ σῇσι νόησον·

138

Primary

οὐρανὸν ἐνδέδυμαι, περιβέβλημαι δὲ θάλασσαν,

139

Primary

γαῖα δέ μοι στήριγμα ποδῶν, περὶ σῶμα κέχυται

140

Primary

ἀὴρ ἠδ᾽ ἄστρων με χορὸς περιδέδρομε πάντη.

141

Primary

ἐννέα γράμματ᾽ ἔχω· τετρασύλλαβός εἰμι· νόει με·

142

Primary

αἱ τρεῖς αἱ πρῶται δύο γράμματ᾽ ἔχουσιν ἑκάστη,

143

Primary

ἡ λοιπὴ δὲ τὰ λοιπὰ καί εἰσιν ἄφωνα τὰ πέντε·

144

Primary

τοῦ παντὸς δ᾽ ἀριθμοῦ ἑκατοντάδες εἰσὶ δὶς ὀκτώ

145

Primary

καὶ τρεῖς, τρὶς δεκάδες σύν γ᾽ ἑπτά. γνοὺς δὲ τίς εἰμι

146

Primary

οὐκ ἀμύητος ἔσῃ τῆς παρ᾽ ἐμοὶ σοφίης."]

147

Primary

ὣς φάτο· τὸν δὲ τρόμος λάβε μυρίος, οἷον ἄκουσεν.

148

Primary

καὶ τότε δὴ νοερῶς τεχνησάμενος τὰ ἕκαστα

149

Primary

λαοὺς {ἐλ}λιτάνευε, λόγων δ᾽ ἐξήρχετο τοίων·

150

Primary

"ἄνδρες ἀπιστοκόροι, μεγάλῳ βεβολημένοι οἴστρῳ,

151

Primary

οὐ λήσει θεὸν ὅσσ᾽ ἐπράξατε· πάντα γὰρ οἶδεν

152

Primary

ἀθάνατος σωτὴρ πανεπίσκοπος, ὅς μ᾽ ἐκέλευσεν

153

Primary

ἀγγέλλειν ὑμῖν, ἵνα μὴ φρεσὶν ἐξαπόλησθε.

154

Primary

νήψατε, τὰς κακίας ἀποκόψατε, μηδὲ βιαίως

155

Primary

ἀλλήλοις μάρνασθε μιαιφόνον ἦτορ ἔχοντες,

156

Primary

αἵμασιν ἀνδρομέοις πολλὴν γαῖαν ἀρδεύοντες.

157

Primary

αἰδέσθητε, βροτοί, τὸν ὑπερμεγέθη καὶ ἄτρεστον

158

Primary

οὐράνιον κτίστην, θεὸν ἄφθιτον, ὃς πόλον οἰκεῖ,

159

Primary

καὶ τοῦτον πάντες λιτανεύσατε — χρηστὸς ὑπάρχει —

160

Primary

τοῦτον ὑπὲρ ζωῆς πόλεων κόσμοιό τε παντός

161

Primary

τετραπόδων πτηνῶν θ᾽, ὡς ἵλεως ἔσσεθ᾽ ἅπασιν.

162

Primary

ἔσται γὰρ ὅτε κόσμος ὅλος ἀπερείσιος ἀνδρῶν

163

Primary

ὕδασιν ὀλλύμενος φοβερὰν ὀλολύξετ᾽ ἀοιδήν.

164

Primary

ἔσται δ᾽ ἐξαπίνης ἀὴρ ἀκατάστατος ὑμῖν

165

Primary

καὶ χόλος οὐρανόθεν μεγάλου θεοῦ ἥξει ἐφ᾽ ὑμᾶς.

166

Primary

ἔσται δ᾽ ἀτρεκέως, ὅτ᾽ ἐς ἀνθρώπους προϊάψει ―

167

Primary

σωτὴρ ἀθάνατος, ἂν μὴ θεὸν ἱλάξησθε

168

Primary

καὶ μετάνοιαν ἔχητ᾽ ἀπὸ νῦν, καὶ μηκέτι μηδέν

169

Primary

δύσκολον ἠὲ κακόν γ᾽ ἀθεμίστως ἄλλος ἐπ᾽ ἄλλῳ

170

Primary

πράττῃ, ἀλλ᾽ ὁσίῳ βιότῳ πεφυλαγμένος εἴη."

171

Primary

οἳ δέ μιν εἰσαΐοντες ἐμυκτήριζον ἕκαστος

172

Primary

ἔκφρονα κικλήσκοντες, ἀτὰρ μεμανημένον ἄνδρα.

173

Primary

καὶ τότε δ᾽ αὖ, πάλιν αὖθις ἀνίαχε Νῶε ἀοιδήν·

174

Primary

"ὦ μέγα δείλαιοι κακοήτορες ἄστατοι ἄνδρες,

175

Primary

αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες,

176

Primary

ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι

177

Primary

ψεῦσται ἀπιστοκόροι κακοπράγμονες οὐδὲν ἀληθεῖς

178

Primary

λεκτροκλόποι θ᾽ εὑρεσσίλογοι δύσφημα χέοντες,

179

Primary

οὐκ ὀργήν τε θεοῦ δειδιότες ὑψίστοιο,

180

Primary

εἰς γενεὴν πέμπτην πεφυλαγμένοι ἐξαποτῖσαι.

181

Primary

οὐ κλαίετ᾽ ἄλλυδις ἄλλον, ἀπηνέες, ἀλλὰ γελᾶτε·

182

Primary

σαρδόνιον μείδημα γελάσσετε, ὁππόταν ἥξῃ

183

Primary

τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ.

184

Primary

[ὁππότε κεν Ῥείης μιερὸν γένος ἐν χθονὶ κῦμα

185

Primary

ἀέναον ῥίζῃς ἐν ἀδιψήτοισι τεθηλός

186

Primary

αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται,

187

Primary

καὶ πόλεις αὐτάνδρους σεισίχθων ἐννοσίγαιος

188

Primary

κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει.]

189

Primary

καὶ τότε κόσμος ἅπας ἀπειρεσίων ἀνθρώπων

190

Primary

θνήξεται. αὐτὰρ ἐγὼ πόσα πενθήσω, πόσα κλαύσω

191

Primary

οἴκῳ δουρατέῳ, πόσα δάκρυα κύμασι μίξω;

192

Primary

ἢν γὰρ ἐπέλθῃ τοῦτο θεοῦ κεκελευσμένον ὕδωρ,

193

Primary

πλεύσει γῆ, πλεύσουσιν ὄρη, πλεύσει δὲ καὶ αἰθήρ,

194

Primary

ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντ᾽ ἀπολεῖται.

195

Primary

στήσονται δ᾽ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών.

196

Primary

ὦ Φρυγίη, πρώτη δ᾽ ἀναδύσῃ ἀφ᾽ ὕδατος ἄκρου·

197

Primary

πρώτη δ᾽ αὖ θρέψεις γενεὴν ἑτέρην ἀνθρώπων

198

Primary

ἀρχομένην αὖθις· ἔσσῃ δὲ τροφὸς περὶ πάντων."

199

Primary

ἀλλ᾽ ὅτε δὴ γενεῇ τὰ μάτην ἐλάλησεν ἀθέσμῳ,

200

Primary

Ὕψιστος ὤφθη, πάλι δ᾽ ἴαχε φώνησέν τε·

201

Primary

"ἤδη καιρὸς ἔπεστι, Νῶε, τὰ ἕκαστ᾽ ἀγορεύειν,

202

Primary

ὅσσα τε ἤματι τῷ σοι ὑπέστην καὶ κατένευσα,

203

Primary

πάντα μάλ᾽, ὅσσα πάρος γενεαὶ κακὰ μυρί᾽ ἔπραξαν,

204

Primary

ῥέξαι ἀπειρεσίῳ κόσμῳ διὰ λαὸν ἀπειθῆ.

205

Primary

ἀλλὰ τάχει ἔμβηθι σὺν υἱέσιν ἠδὲ δάμαρτι

206

Primary

καὶ νύμφαις. καλέσον δ᾽, ὁπόσοις κέλομαι ἀγορεύειν,

207

Primary

τετραπόδων φῦλα καὶ ἑρπετὰ καὶ πετεηνά.

208

Primary

τοῖσι δ᾽ ἐνὶ στήθεσσιν ἐγὼ μετέπειτα βαλοῦμαι

209

Primary

προφρονέως ἰέναι, ὁπόσων ζωὴν ἐπιτείλω."

210

Primary

ὣς ἔφατ᾽· αὐτὰρ ὃ βῆ, μέγα δ᾽ ἴαχε φώνησέν τε.

211

Primary

καὶ τότε δ᾽ αὖ ἄλοχος καὶ υἱέες ἠδέ τε νύμφαι

212

Primary

οἴκῳ δουρατέῳ ἐσελήλυθαν· αὐτὰρ ἔπειτα

213

Primary

βῆσαν τἆλλα ἕκασθ᾽, ὅσα περ θεὸς ἤθελε *ῥέξαι.*

214

Primary

ἀλλ᾽ ὅτε δ᾽ ἁρμονία κληὶς περὶ πῶμ᾽ ἐγενήθη

215

Primary

εἰς πλάγιον ἁρμοσθεῖσα περιξεστῷ ἐνὶ τοίχῳ,

216

Primary

δὴ τότ᾽ ἐπουρανίοιο θεοῦ ἐτελείετο βουλή.

217

Primary

σὺν δ᾽ ἔβαλεν νεφέλας, κρύψεν δὲ πυραυγέα δίσκον,

218

Primary

σὺν δ᾽ ἄστροις μήνην καὶ οὐράνιον στεφάνωμα,

219

Primary

πάντα περισκεπάσας μεγάλ᾽ ἔκτυπε, δεῖμα βροτοῖσιν,

220

Primary

πρηστῆρας πέμπων· συνεπηγείροντο δ᾽ ἀῆται

221

Primary

πάντες καὶ ὑδάτων φλέβες ἐλύοντο ἅπασαι

222

Primary

οὐρανόθεν μεγάλων ἀνεοιγομένων καταρακτῶν,

223

Primary

καὶ μυχῶν γαίης καὶ ἀβύσσου ἀκαμάτοιο

224

Primary

ὕδατα μυριόεντα φάνη καὶ γῆ ἐκαλύφθη

225

Primary

πᾶσα ἀπειρέσιος. αὐτὸς δ᾽ ἐπενήχετο ὄμβρῳ

226

Primary

οἶκος θεσπέσιος· πολλοῖσι δὲ κύμασι λάβροις

227

Primary

ῥηγνύμενος καὶ νηχόμενος ἀνέμων ὑπὸ ῥιπῆς

228

Primary

ὤρνυτο δειμαλέως· ἔτεμνεν μυρίον ἀφρόν

229

Primary

στείρη κινυμένων ὑδάτων κελαρυζομενάων.

230

Primary

ἀλλ᾽ ὅτε κόσμον ἅπαντα θεὸς κατέκλυσσ᾽ ὑετοῖσιν,

231

Primary

καὶ τότε δ᾽ αὖ Νῶε φρεσὶν ἔνθετο, ὄφρ᾽ ἐσαθρήσῃ

232

Primary

ἀθανάτου βούλησιν ἴδῃ δέ τε νηρέος ᾅδην·

233

Primary

ὦκα δὲ πῶμ᾽ ἀνέῳξε περιξεστοῦ ἀπὸ τοίχου

234

Primary

ἐμπείρως ἁρμοῖσι κατ᾽ ἀντίον ἁρμοσθέντα.

235

Primary

καὶ λεύσας ὑδάτων ἀπειρεσίων πολὺ πλῆθος

236

Primary

πάντοσε * Νῶε ἔμορ * ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι,

237

Primary

δεῖμ᾽ ἔχε καὶ κραδίην πάλλεν μέγα. καὶ τότε δ᾽ ἀήρ

238

Primary

βαιὸν στειλάμενος, ἐπεὶ κάμεν ἤμασι πολλοῖς

239

Primary

κόσμον ὅλον δεύων, τότε δείελον οἷά τε χλωρόν

240

Primary

αἱματόεντα πόλον μέγαν τε πυραυγέα δίσκον

241

Primary

δεῖξεν κεκμηκότα· μόλις δ᾽ ἔσχεν Νῶε θάρσος.

242

Primary

καὶ τότε δὴ πελίην οἴην ἀπὸ νόσφι ποιήσας

243

Primary

ἔκβαλεν, ὄφρα γνῷ ἐνὶ φρεσίν, εἴ ποτε γαῖα

244

Primary

φαίνετ᾽ ἔτι στερεή. ἣ δὲ πτερύγεσσι καμοῦσα

245

Primary

πάντα περιπτήσασα, πάλιν τρέπετ᾽· οὔτε γὰρ ὕδωρ

246

Primary

ἦν κοπάσαν, μάλα γάρ τε πεπληρώκει τὰ ἕκαστα.

247

Primary

αὐτὰρ ὃς ἡσυχάσας πάλιν ἤματα πέμπε πέλειαν

248

Primary

αὖτις, ἵνα γνῷ, εἴπερ ἐπαύσατο ὕδατα πολλά.

249

Primary

ἣ δ᾽ ἄρα πωτήεσσα διέπτατο, βῇ δ᾽ ἐπὶ γαῖαν,

250

Primary

βαιὸν δ᾽ ἀμπαύσασα δέμας νοτερῇ ἐπὶ γαίῃ

251

Primary

ἂψ ἐπὶ Νῶε πάλιν δέ τε ἤλυθε, κάρφος ἐλαίας

252

Primary

σῆμα φέρουσα μέγ᾽ ἀγγελίης. θάρσος δ᾽ ἔχε πάντας

253

Primary

καὶ μέγα χάρμ᾽, ὅτι γαῖαν ἐφελπίζεσκον ἀθρῆσαι.

254

Primary

καὶ τότε δὴ μετέπειτ᾽ ἄλλον μελανόπτερον ὄρνιν

255

Primary

τάχος *ὑπεξέπεμπεν*· ὃ δὲ πτερύγεσσι πεποιθώς

256

Primary

προφρονέως πέτατο, γαίῃ δ᾽ ἐλθὼν ἐπέμεινεν.

257

Primary

γνῶ δέ τε Νῶε ὅτι γαῖα πέλει πέλας ἆσσον ἐοῦσα.

258

Primary

ἀλλ᾽ ὅτε δὴ ῥοθίοις ἐπὶ κύμασιν ἔνθα καὶ ἔνθα

259

Primary

ἀμβροσίη τέχνη ἐπενήχετο οἴδμασι πόντου,

260

Primary

πηγνυμένη ὀλίγης ἐπ᾽ ᾐόνος ἐστήρικτο.

261

Primary

ἔστι δέ τι Φρυγίης ἐπ᾽ ἠπείροιο μελαίνης

262

Primary

ἠλίβατον τανύμηκες ὄρος· Ἀραρὰτ δὲ καλεῖται,

263

Primary

ὅττ᾽ ἄρα σωθήσεσθαι ἐπ᾽ αὐτῷ πάντες ἔμελλον,

264

Primary

ἐν τούτῳ μεγάλη δὲ ποθὴ καταθύμιος ἦεν·

265

Primary

ἔνθα φλέβες μεγάλου *ποταμοῦ Μαρσύου* πέφυκαν.

266

Primary

τῷδε κιβωτὸς ἔμεινεν ἐν ὑψηλοῖσι καρήνοις

267

Primary

ληξάντων ὑδάτων, τότε δ᾽ αὖ πάλιν οὐρανόθι πρό

268

Primary

θεσπεσίη μεγάλοιο θεοῦ πάλιν ἴαχε φωνή

269

Primary

τοῖον ἔπος· "Νῶε πεφυλαγμένε πιστὲ δίκαιε,

270

Primary

θαρσαλέως ἔξελθε σὺν υἱέσι καί τε δάμαρτι

271

Primary

καὶ νύμφαις τρισσαῖς καὶ πλήσατε γαῖαν ἅπασαν

272

Primary

αὐξόμενοι πληθυνόμενοι τὰ δίκαια νέμοντες

273

Primary

ἀλλήλοις, γενεαῖς γενεῶν, ἄχρις εἰς κρίσιν ἥξει

274

Primary

πᾶν γένος ἀνθρώπων, ἐπεὶ κρίσις ἔσσεθ᾽ ἅπασιν."

275

Primary

ὣς ἔφατ᾽ ἀμβροσίη φωνή. Νῶε δ᾽ ἀπὸ κοίτης

276

Primary

ᾖσσ᾽ ἀποθαρσήσας ἐπὶ γῆς, υἱοὶ δὲ σὺν αὐτῷ

277

Primary

ἠδὲ δάμαρ νύμφαι τε καὶ ἑρπετὰ καὶ πετεηνά

278

Primary

τετραπόδων θηρῶν τε γένη καὶ τἆλλ᾽ ἅμα πάντα

279

Primary

οἴκου δουρατέου ἐξῄεσαν εἰς ἕνα χῶρον.

280

Primary

καὶ τότε δή τοι Νῶε δικαιότατος ἀνθρώπων

281

Primary

ὄγδοος ἐξῆλθεν δὶς εἴκοσι καὶ μίαν ἠῶ

282

Primary

πληρώσας ὑδάτεσσι θεοῦ μεγάλου διὰ βουλάς.

283

Primary

ἔνθ᾽ αὖτις βιότοιο νέη ἀνέτειλε γενέθλη

284

Primary

χρυσείη πρώτη, ἥτις πέλεθ᾽ ἕκτη, ἀρίστη,

285

Primary

ἐξότε πρωτόπλαστος ἀνὴρ γένετ᾽· οὔνομα δ᾽ αὐτῇ

286

Primary

οὐρανίη, ὅτι πάντα θεῷ μεμελημένη ἔσται.

287

Primary

ὦ γενεῆς ἕκτης πρῶτον γένος, ὦ μέγα χάρμα,

288

Primary

ἧς ἔλαχον μετέπειτα, ὅτ᾽ ἔκφυγον αἰπὺν ὄλεθρον

289

Primary

πολλὰ κλυδωνισθεῖσα *σὺν ἐμῷ πόσει* καὶ δαέρεσσιν

290

Primary

ἠδ᾽ ἑκυρῷ ἑκυρῇ θ᾽ ὁμονύμφοις τ᾽ αἰνὰ παθοῦσα.

291

Primary

ἄρτια δ᾽ αἰνήσω· ἔσται πολυποίκιλον ἄνθος

292

Primary

ἐν συκῇ· μεσάσει δὲ χρόνος· βασιλήιον ἀρχήν

293

Primary

σκηπτροφόρον δ᾽ ἕξει. τρεῖς γὰρ βασιλεῖς μεγάθυμοι,

294

Primary

ἄνδρε δικαιότατοι, μοίρας *δέ τε δηλήσονται *·

295

Primary

πουλυετῆ δ᾽ ἄρξουσι χρόνον τὰ δίκαια νέμοντες

296

Primary

ἀνδράσιν, οἷσι μέμηλε πόνος καὶ ἔργ᾽ ἐρατεινά.

297

Primary

γαίη δ᾽ αὖ καρποῖς ἐπαγάλλεται αὐτομάτοισιν

298

Primary

φυομένη πολλοῖσιν, ὑπερσταχυοῦσα γενέθλῃ.

299

Primary

οἱ δὲ τιθηνευτῆρες ἀγήραοι ἤματα πάντα

300

Primary

ἔσσονται, νόσφιν νούσων κρυερῶν μαλεράων

301

Primary

θνήξονται ὕπνῳ βεβολημένοι, ἐς δ᾽ Ἀχέροντα

302

Primary

εἰν Ἀίδαο δόμοις ἀπελεύσονται καὶ ἐκεῖσε

303

Primary

τιμὴν ἕξουσιν, ἐπεὶ μακάρων γένος ἦσαν,

304

Primary

ὄλβιοι ἀνέρες, οἷς Σαβαὼθ νόον ἐσθλὸν ἔδωκεν,

305

Primary

αὐτὰρ καὶ τούτοισιν ἀεὶ συμφράσσατο βουλάς.

306

Primary

ἀλλ᾽ οὗτοι μάκαρες καὶ εἰν Ἀίδαο μολόντες

307

Primary

ἔσσονται. τότε δ᾽ αὖτε βαρὺ στιβαρὸν μετέπειτα

308

Primary

δεύτερον αὖ γένος ἄλλο χαμαιγενέων ἀνθρώπων,

309

Primary

Τιτήνων. ὅμοιος δὲ τύπος ἐπὶ πᾶσιν ἑκάστων

310

Primary

εἶδος καὶ μέγεθός τε, φυὴ φωνή τε μί᾽ ἔσται,

311

Primary

ὡς πάρος ἐκ πρώτης γενεῆς θεὸς ἐν στήθεσσιν

312

Primary

ἔνθετο. ἀλλὰ καὶ αὐτοὶ ὑπέρβιον ἦτορ ἔχοντες

313

Primary

ὕστατα βουλεύσονται ἐπειγόμενοι πρὸς ὄλεθρον

314

Primary

ἀντίβιον μαχέσασθαι ἐπ᾽ οὐρανῷ ἀστερόεντι.

315

Primary

καὶ τότε δ᾽ ὠκεανοῦ μεγάλου ῥύσις ἔσσετ᾽ ἐν αὐτοῖς

316

Primary

μαινομένων ὑδάτων. ὁ μέγας Σαβαὼθ δὲ χολωθείς

317

Primary

εἴρξει κωλύων, ὅτι μὴ κατακλυσμὸν ὑπέστη

318

Primary

αὖτις ποιήσειν ἐπ᾽ ἀνθρώπους κακοθύμους.

319

Primary

ἀλλ᾽ ὁπόταν ὑδάτων πολλῶν ἀπερείσιον οἶδμα

320

Primary

κύματος ὀρνυμένοιο ἐπ᾽ ἄλλυδις ἄλλο ποιήσει

321

Primary

ὀργῆς παύεσθαι, εἰς ἄλλα τε βένθεα πόντου

322

Primary

μέτρ᾽ ὀλιγώσειεν λιμέσιν καὶ τρηχέσιν ἀκταῖς

323

Primary

ἀμφὶ γαίῃ ὁρίσας ὁ μέγας θεὸς ὑψικέραυνος·

324

Primary

δὴ τότε καὶ μεγάλοιο θεοῦ παῖς ἀνθρώποισιν

325

Primary

ἥξει σαρκοφόρος θνητοῖς ὁμοιούμενος ἐν γῇ,

326

Primary

τέσσαρα φωνήεντα φέρων, τὸ δ᾽ ἄφωνον ἐν αὐτῷ

327

Primary

δισσόν· ἐγὼ δέ κέ τοι ἀριθμόν γ᾽ ὅλον ἐξονομήνω·

328

Primary

ὀκτὼ γὰρ μονάδας, τόσσας δεκάδας δ᾽ ἐπὶ ταύταις

329

Primary

ἠδ᾽ ἑκατοντάδας ὀκτὼ ἀπιστοκόροις ἀνθρώποις

330

Primary

οὔνομα δηλώσει· σὺ δ᾽ ἐνὶ φρεσὶ σῇσι νόησον

331

Primary

ἀθανάτοιο θεοῦ Χριστὸν παῖδ᾽ ὑψίστοιο.

332

Primary

αὐτὸς πληρώσει δὲ θεοῦ νόμον, οὐ καταλύσει,

333

Primary

ἀντίτυπον μίμημα φέρων, καὶ πάντα διδάξει.

334

Primary

τούτῳ προσκομίσουσ᾽ ἱερεῖς χρυσὸν προφέροντες,

335

Primary

σμύρναν ἀτὰρ λίβανον· καὶ γὰρ τάδε πάντα ποιήσει.

336

Primary

ἀλλ᾽ ὁπόταν φωνή τις ἐρημαίης διὰ χώρης

337

Primary

ἥξῃ ἀπαγγέλλουσα βροτοῖς καὶ πᾶσι βοήσῃ

338

Primary

εὐθείας ἀτραποὺς ποιησέμεν ἠδ᾽ ἀπορῖψαι

339

Primary

ἐκ κραδίης κακίας καὶ ὕδασι φωτίζεσθαι

340

Primary

πᾶν δέμας ἀνθρώπων, ἵνα γεννηθέντες ἄνωθεν

341

Primary

μηκέτι μηδὲν ὅλως γε παρεκβαίνωσι δικαίων·

342

Primary

τὴν δ᾽ αὖ βαρβαρόφρων, πεπεδημένος ὀρχηθμοῖσιν,

343

Primary

ἐκκόψας δώσει μισθόν· τότε σῆμα βροτοῖσιν

344

Primary

ἔσσεται ἐξαίφνης, ὁπόταν πεφυλαγμένος ἥξῃ

345

Primary

ἐκ γῆς Αἰγύπτοιο καλὸς λίθος· ἐν δ᾽ ἄρα τούτῳ

346

Primary

λαὸς προσκόψει Ἑβραίων· ἔθνη δ᾽ ἀγεροῦνται

347

Primary

αὐτοῦ ὑφηγήσει· καὶ γὰρ θεὸν ὑψιμέδοντα

348

Primary

γνώσονται διὰ τοῦδε ἀταρπιτὸν ἐν φαῒ κοινῷ.

349

Primary

δείξει γὰρ ζωὴν αἰώνιον ἀνθρώποισιν

350

Primary

ἐκλεκτοῖς, ἀνόμοις δὲ τὸ πῦρ αἰῶσιν ἐποίσει.

351

Primary

καὶ τότε δὴ νοσεροὺς ἰήσεται ἠδ᾽ ἐπιμώμους

352

Primary

πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσονται.

353

Primary

βλέψουσιν δέ τε τυφλοί, ἀτὰρ βαδίσουσί τε χωλοί,

354

Primary

κωφοί τ᾽ εἰσαΐσουσι, λαλήσουσ᾽ οὐ λαλέοντες.

355

Primary

δαίμονας ἐξελάσει, νεκρῶν δ᾽ ἐπανάστασις ἔσται·

356

Primary

κύματα πεζεύσει καὶ ἐρημαίῳ ἐνὶ χώρῳ

357

Primary

ἐξ ἄρτων πέντε καὶ ἰχθύος εἰναλίοιο

358

Primary

χιλιάδας κορέσει πέντε, τὰ δὲ λείψανα τούτων

359

Primary

δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν. ― ―

360

Primary

Καὶ τότε δ᾽ Ἰσραὴλ μεμεθυσμένος οὐχὶ νοήσει,

361

Primary

οὐδὲ μὲν αὖθ᾽ ἀίσει βεβαρημένος οὔασι λεπτοῖς.

362

Primary

ἀλλ᾽ ὁπόταν Ἑβραίοις ἥξῃ χόλος Ὑψίστοιο

363

Primary

οἰστρομανὴς καὶ πίστιν ἀπ᾽ αὐτῶν ἐξαφελεῖται,

364

Primary

οὐρανίου ὅτι παῖδα θεοῦ διεδηλήσαντο,

365

Primary

καὶ τότε δὴ κολάφους καὶ πτύσματα φαρμακόεντα

366

Primary

Ἰσραὴλ δώσει μυσαροῖς ἐνὶ χείλεσι τούτῳ.

367

Primary

εἰς δὲ τὸ βρῶμα χολὴν καὶ εἰς ποτὸν ὄξος ἄκρατον

368

Primary

δυσσεβέως δώσουσι κακῷ βεβολημένοι οἴστρῳ

369

Primary

στήθεα καὶ κραδίην, ἀτὰρ ὄμμασιν οὐκ ἐσορῶντες

370

Primary

τυφλότεροι σπαλάκων, φοβερώτεροι ἑρπυστήρων

371

Primary

θηρῶν ἰοβόλων, βαρέι πεπεδημένοι ὕπνῳ.

372

Primary

ἀλλ᾽ ὅταν ἐκπετάσῃ χεῖρας καὶ πάντα μετρήσῃ

373

Primary

καὶ στέφανον φορέσῃ τὸν ἀκάνθινον ἠδέ τε πλευράν

374

Primary

νύξωσιν καλάμοισιν, ὅτου χάριν ἐν τρισὶν ὥραις

375

Primary

νὺξ ἔσται σκοτόεσσα πελώριος ἤματι μέσσῳ

376

Primary

καὶ τότε δὴ ναὸς Σολομώνιος ἀνθρώποισιν

377

Primary

σῆμα μέγ᾽ ἐκελέσει, ὁπόταν Ἀιδωνέος οἶκον

378

Primary

βήσεται ἀγγέλλων ἐπαναστασίην τεθνεῶσιν.

379

Primary

αὐτὰρ ἐπὴν ἔλθῃ τρισὶν ἤμασιν ἐς φάος αὖτις

380

Primary

καὶ δείξῃ θνητοῖσι τύπον καὶ πάντα διδάξῃ,

381

Primary

ἐν νεφέλαις ἐπιβὰς εἰς οὐρανοῦ οἶκον ὁδεύσει

382

Primary

καλλείψας κόσμῳ εὐαγγελίης διάθημα.

383

Primary

τοῦ καὶ ἐπωνυμίῃ βλαστὸς νέος ἀνθήσειεν

384

Primary

ἐξ ἐθνῶν Μεγάλοιο νόμῳ καθοδηγηθέντων.

385

Primary

ἀλλά γε καὶ μετὰ ταῦτα σοφοὶ καθοδηγοὶ ἔσονται,

386

Primary

καὶ τότε δὴ παῦσις ἔσται μετέπειτα προφητῶν.

387

Primary

ἔνθεν ὅταν Ἑβραῖοι τὸ κακὸν θέρος ἀμήσωνται,

388

Primary

πολλὸν δ᾽ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει

389

Primary

Ῥωμαῖος βασιλεύς. μετὰ δ᾽ αὖ βασιληίδες ἄλλαι

390

Primary

συνεχέως ἔσσονται ἀπολλυμένων βασιλειῶν

391

Primary

καὶ θλίψουσι βροτούς. μέγα δ᾽ ἔσσεται ἀνδράσι κείνοις

392

Primary

πτῶμ᾽, ὁπόταν ἄρξωνθ᾽ ὑπερηφανίης ἀδίκοιο.

393

Primary

ἀλλ᾽ ὁπόταν ναὸς Σολομώνιος ἐν χθονὶ δίᾳ

394

Primary

καππέσεται βληθεὶς ὑπ᾽ ἀνδρῶν βαρβαροφώνων

395

Primary

χαλκεοθωρήκων, Ἑβραῖοι δ᾽ ἀπὸ γῆς ἐλάσονται

396

Primary

πλαζόμενοι κεραϊζόμενοι, πολλὴν δέ τοι αἶραν

397

Primary

ἐν σίτῳ μίξουσι, κακὴ στάσις ἔσται ἅπασιν

398

Primary

ἀνδράσιν· αἱ δὲ πόλεις ὑβριζόμεναι παρ᾽ ἕκαστα

399

Primary

ἀλλήλας κλαύσουσιν, ἐπεὶ κακὸν ἤλιτον ἔργον

400

Primary

δεξάμεναι μεγάλοιο θεοῦ χόλον ἐν κόλποισιν.

Text notes and edition context

Work

Sibylline Oracles

The extant Sibylline corpus is mixed, layered, and often severe in tone; the current reading layer now carries the full public-domain Terry witness and a pinned Greek Geffcken/OCP source across books 1-8 and 11-14.

Oracular poetry | Original language: Ancient Greek

Hellenistic to late antique Greek oracular anthology

You are reading Book 1.

Primary Edition

Greek source text

Ancient Greek | Verse

Greek OCP / Geffcken 1902 witness

This edition preserves the Greek OCP transcription of Geffcken's 1902 Sibylline text, pinned to the public OCP GitHub source and NFC-normalized for corpus use.

Greek ritual witness for direct reading and coarse compare mode against Terry, including books 1-8 and 11-14 with the source's zero-based line numbering preserved.

Source family: Greek ritual source texts

Wikisource / Internet Archive | Public-domain source texts

Greek hymn and oracle witnesses staged where page-level provenance is clean enough to support direct reading.

Pinned source commit: 456ef828834a

Source path: static/docs/SibOr.xml

Previous bookNext booksingle editionBack to top

Primary source: Greek ritual source texts | Wikisource / Internet Archive.

Canonical pilot note: this original-language edition is currently imported for Book 1 only and carries line-level CTS URNs in the runtime corpus.