Reader

Reader | Sibylline Oracles, Book 2

Sibylline Oracles

Sibylline tradition

Book 2 | Primary edition: Greek source text

Text

Position

Line 1 of 347

Waypoints

Line RefGreek source text | Ancient Greek
1

Primary

Ημος δὴ κατέπαυσε θεὸς πολυπάνσοφον ᾠδήν,

2

Primary

πολλὰ λιταζομένης, καί μοι πάλιν ἐν στήθεσσιν

3

Primary

ἔνθετο θεσπεσίων ἐπέων πολυγηθέα φωνήν.

4

Primary

πᾶν δέμας ἐκπληχθεῖσα τάδ᾽ ἔσπομαι· οὐδὲ γὰρ οἶδα

5

Primary

ὅττι λέγω, κέλεται δὲ θεὸς τὰ ἕκαστ᾽ ἀγορεύειν.

6

Primary

ἀλλ᾽ ὁπόταν ἐπὶ γῆς σεισμοὶ μαλεροί τε κεραυνοί

7

Primary

βρονταί τ᾽ ἀστεροπαί....... τε γῆς ἐρυσίβη

8

Primary

καὶ μανίη θώων τε λύκων { τ᾽}> ἀνδροκτασίαι τε

9

Primary

καὶ φθοραὶ ἀνθρώπων ἢ καὶ βοῶν μυκομενάων

10

Primary

τετραπόδων κτηνῶν τε καὶ οὐρήων ταλαεργῶν

11

Primary

ἠδ᾽ αἰγῶν ὀίων τε· ἔπειτα δὲ χέρσος ἄρουρα

12

Primary

πολλὴ καλλειφθεῖσα γενήσεται ἐξ ἀμελείας

13

Primary

καὶ καρποὶ λείψουσιν, ἐλευθεροπρασία δ᾽ ἔσται

14

Primary

πλείστοις ἐν μερόπεσσι καὶ ἱεροσυλία ναῶν.

15

Primary

δὴ τότε καὶ δεκάτη γενεὴ μετὰ ταῦτα φανεῖται

16

Primary

ἀνθρώπων, ὁπόταν σεισίχθων ἀστεροπητής

17

Primary

εἰδώλων ζῆλον θραύσει λαόν τε τινάξει

18

Primary

Ῥώμης ἑπταλόφοιο, μέγας δέ τε πλοῦτος ὀλεῖται

19

Primary

δαιόμενος πυρὶ πολλῷ ὑπὸ φλογὸς Ἡφαίστοιο.

20

Primary

καὶ τότε δ᾽ αἱματόεσσαι ἀπ᾽ οὐρανίου καταβᾶσαι ―

21

Primary

αὐτὰρ κόσμος ὅλος [τε] ἀπειρεσίων ἀνθρώπων

22

Primary

ἀλλήλους κτείνουσι μεμηνότες, ἐν δὲ κυδοιμῷ

23

Primary

λιμοὺς καὶ λοιμοὺς θήσει θεὸς ἠδὲ κεραυνούς

24

Primary

ἀνθρώποις, οἳ ἄτερθε δίκης κρίνουσι θέμιστας.

25

Primary

λεῖψις δ᾽ ἀνθρώπων ἔσται κατὰ κόσμον ἅπαντα,

26

Primary

ὡς, ἴχνος εἰ κατίδῃ τις ἐπὶ χθονί, θαυμάσσειεν,

27

Primary

ἀνθρώπου. τότε δ᾽ αὖτε μέγας θεὸς αἰθέρι ναίων

28

Primary

ἀνδρῶν εὐσεβέων σωτὴρ κατὰ πάντα γένηται.

29

Primary

καὶ τότε δ᾽ εἰρήνη τε βαθεῖά τε σύνεσις ἔσται,

30

Primary

καὶ γῆ καρποφόρος καρποὺς πάλι πλείονας οἴσει

31

Primary

οὐδὲ μεριζομένη οὐδ᾽ εἰσέτι λατρεύουσα.

32

Primary

πᾶς δὲ λιμήν, πᾶς ὅρμος ἐλεύθερος ἀνθρώποισιν

33

Primary

ἔσσεται, ὡς πάρος ἦεν, ἀναιδείη τ᾽ ἀπολεῖται.

34

Primary

καὶ τότε δὴ μέγα σῆμα θεὸς μετέπειτα ποιήσει·

35

Primary

λάμψει γὰρ στεφάνῳ λαμπρῷ παρομοίιος ἀστήρ

36

Primary

λαμπρὸς παμφαίνων ἀπ᾽ οὐρανοῦ αἰγλήεντος

37

Primary

ἤμασιν οὐκ ὀλίγοις· τότε γὰρ στέφος ἀνθρώποισιν

38

Primary

δείξει ἀπ᾽ οὐρανόθεν ἐναγώνιον ἀθλεύουσιν

39

Primary

καὶ *τόθμαι*· μέγας γὰρ ἀγὼν εἰσελαστικὸς ἔσται

40

Primary

εἰς πόλιν οὐράνιον, οἰκουμενικὸς δέ τε πᾶσιν

41

Primary

ἔσσεται ἀνθρώποισιν ἔχων κλέος ἀθανασίης.

42

Primary

καὶ τότε πᾶς λαὸς ἐπ᾽ ἀθανάτοισιν ἀέθλοις

43

Primary

ἀθλήσει νίκης περικαλλέος· οὐ γὰρ ἀναιδῶς

44

Primary

ἀργυρίου τις ἐκεῖ δύναται στέφος ὠνήσασθαι.

45

Primary

ἁγνὸς γὰρ Χριστὸς τούτοις τὰ δίκαια βραβεύσει

46

Primary

καὶ δοκίμους στέψει, αὐτὰρ θέμα μάρτυσι δώσει

47

Primary

ἀθάνατον ἄχρι καὶ θανάτου τὸν ἀγῶνα ποιοῦσιν.

48

Primary

παρθενικοῖς δὲ δραμοῦσι καλῶς ἄφθαρτον ἄεθλον

49

Primary

δώσει τοῦ θέματος καὶ τοῖς τὰ δίκαια νέμουσιν

50

Primary

ἀνθρώποις πᾶσίν τε καὶ ἔθνεσιν ἀλλοδαποῖσιν

51

Primary

τοῖς ὁσίως ζώουσι θεόν θ᾽ ἕνα γινώσκουσιν.

52

Primary

οἳ δ᾽ ἀγαπῶσι γάμον τε γαμοκλοπιῶν τ᾽ ἀπέχονται,

53

Primary

δώσει πλούσια δῶρα, αἰώνιον ἐλπίδα καὶ τοῖς.

54

Primary

πᾶσά τε γὰρ ψυχὴ μερόπων θεοῦ ἐστι χάρισμα,

55

Primary

κοὐ θέμις ἀνθρώποις τὴν ἄλγεσι πᾶσι μιαίνειν.

56

Primary

μὴ πλουτεῖν ἀδίκως, ἀλλ᾽ ἐξ ὁσίων βιοτεύειν.

57

Primary

ἀρκεῖσθαι παρεοῦσι καὶ ἀλλοτρίων ἀπέχεσθαι.

58

Primary

ψεύδεα μὴ βάζειν, τὰ δ᾽ ἐτήτυμα πάντα φυλάσσειν.

59

Primary

(μηδὲ μάτην εἴδωλα σέβου· τὸν δ᾽ ἄφθιτον αἰεί)

60

Primary

πρῶτα θεὸν τίμα, μετέπειτα δὲ σεῖο γονῆας.

61

Primary

πάντα δίκαια νέμειν, μηδ᾽ εἰς κρίσιν ἄδικον ἔλθῃς.

62

Primary

μὴ ῥίψῃς πενίην ἀδίκως, μὴ κρῖνε προσώπῳ·

63

Primary

ἢν σὺ κακῶς δικάσῃς, μετέπειτα θεός σε δικάσσει.

64

Primary

μαρτυρίην ψευδῆ φεύγειν, τὰ δίκαια βραβεύειν.

65

Primary

παρθεσίην τηρεῖν· ἀγάπην δ᾽ ἐν πᾶσι φυλάσσειν

66

Primary

μέτρα νέμειν τὰ δίκαια· καλὸν δ᾽ ἐπίμετρον ἅπασιν.

67

Primary

σταθμὸν μὴ κρούειν ἑτερόζυγον, ἀλλ᾽ ἴσον ἕλκειν.

68

Primary

μήδ᾽ ἐπιορκήσῃς μήτ᾽ ἀγνὼς μήτε ἑκοντί·

69

Primary

ψεύδορκον στυγέει θεός, ὅττι κεν ἄν τις ὀμόσσῃ.

70

Primary

(ἐξ ἀδίκων ἔργων δῶρον χερὶ μήποτε δέξῃ.)

71

Primary

σπέρματα μὴ κλέπτειν· ἐπαράσιμος ὅστις ἕληται

72

Primary

(εἰς γενεὰς γενεῶν { εἰς } σκορπισμὸν βιότοιο.

73

Primary

μὴ ἀρσενοκοιτεῖν, μὴ συκοφαντεῖν, μήτε φονεύειν.)

74

Primary

μισθὸν μοχθήσαντι δίδου· μὴ θλῖβε πένητα.

75

Primary

γλώσσῃ νοῦν ἐχέμεν· κρυπτὸν λόγον ἐν φρεσὶν ἴσχειν.

76

Primary

(ὀρφανικοῖς χήραις ἐπιδευομένοις δὲ παράσχου.)

77

Primary

μήτ᾽ ἀδικεῖν ἐθέλῃς μήτ᾽ οὖν ἀδικοῦντα ἐάσῃς.

78

Primary

πτωχοῖς εὐθὺ δίδου μήδ᾽ αὔριον ἐλθέμεν εἴπῃς.

79

Primary

(ἱδρώσῃ σταχύων χειρὶ χρῄζοντι παράσχου.

80

Primary

ὃς δ᾽ ἐλεημοσύνην παρέχει, θεῷ οἶδε δανείζειν.

81

Primary

ῥύεται ἐκ θανάτου ἔλεος, κρίσις ὁππόταν ἔλθῃ.

82

Primary

οὐ θυσίην, ἔλεος δὲ θέλει θεὸς ἀντὶ θυσίης.

83

Primary

ἔνδυσον [οὖν] γυμνόν, μετάδος πεινῶντ᾽ ἄρτων σῶν.)

84

Primary

ἄστεγον εἰς οἶκον δέξαι καὶ τυφλὸν ὁδήγει.

85

Primary

ναυηγοὺς οἴκτειρον· ὁ γὰρ πλοῦς ἐστιν ἄδηλος.

86

Primary

χεῖρα πεσόντι δίδου· σῶσον δ᾽ ἀπερίστατον ἄνδρα.

87

Primary

κοινὰ πάθη πάντων, βίοτος τροχός, ἄστατος ὄλβος.

88

Primary

πλοῦτον ἔχων σὴν χεῖρα πενητεύουσιν ὄρεξον.

89

Primary

ὧν σοι ἔδωκε θεός, τούτων χρῄζοντι παράσχου.

90

Primary

κοινὸς πᾶς ὁ βίος μερόπων, ἄνισος δὲ τέτυκται.

91

Primary

(μήποτε ἄνδρα πένητα ἰδὼν σκώψῃς ἐπέεσσιν

92

Primary

μηδὲ κακῶς γε προσείπῃς μωμητόν τινα φῶτα.

93

Primary

τὸ ζῆν ἐν θανάτῳ δοκιμάζεται· εἴ τις ἔπραξεν

94

Primary

ἔκνομον ἢ δίκαιον, διακρίνεται εἰς κρίσιν ἐλθών.

95

Primary

μηδὲ φρένας βλάπτειν οἴνῳ μηδ᾽ ἄμετρα πίνειν.

96

Primary

αἷμα δὲ μὴ φαγέειν, εἰδωλοθύτων δ᾽ ἀπέχεσθαι.)

97

Primary

τὸ ξίφος ἀμφιβαλοῦ μὴ πρὸς φόνον, ἀλλ᾽ ἐπ᾽ ἄμυναν·

98

Primary

εἴθε δὲ μὴ χρήσῃ μήτ᾽ ἔκνομα μήτε δικαίως·

99

Primary

κἂν γὰρ ἀποκτείνῃς ἐχθρόν, σέο χεῖρα μιαίνεις.

100

Primary

ἀγροῦ γειτονέοντος ἀπόσχου, μηδ᾽ ἄρ᾽ ὑπερβῇς·

101

Primary

πᾶς ὅρος ἐστὶ δίκαιος, ὑπερβασίη δ᾽ ἀλεγεινή.

102

Primary

κτῆσις ὀνήσιμός ἐσθ᾽ ὁσίων, ἀδίκων δὲ πονηρά.

103

Primary

μηδέ τιν᾽ αὐξόμενον λωβήσῃ καρπὸν ἀρούρης.

104

Primary

ἔστωσαν δ᾽ ὁμότιμοι ἐπήλυδες ἐν πολιήταις·

105

Primary

πάντες γὰρ ξενίης πειρήσονται πολυμόχθου,

106

Primary

(ὡς ξένοι ἀλλήλων· ξεῖνος δέ τε οὔτις ἐν ὑμῖν

107

Primary

ἔσσετ᾽, ἐπεὶ πάντες βροτοὶ αἵματος ἐξ ἑνός ἐστε,)

108

Primary

χώρη δ᾽ οὔτι βέβαιον ἔχει τόπον ἀνθρώποισιν.

109

Primary

(μηδὲ θέλῃς πλουτεῖν μηδ᾽ εὔχεο· ἀλλὰ τόδ᾽ εὔχου

110

Primary

ζῆν ἀπὸ τῶν ὀλίγων μηδέν τε ἔχοντα ἄδικον.)

111

Primary

ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἁπάσης.

112

Primary

(μὴ πόθος εἰς χρυσὸν ἢ εἰς ἄργυρον· ἐν δ᾽ ἄρα καὶ τοῖς

113

Primary

ἔσσεται ἀμφήκης θυμοφθόρος ἔνθα σίδηρος.)

114

Primary

χρυσὸς ἀεὶ δόλος ἐστὶ καὶ ἄργυρος ἀνθρώποισιν.

115

Primary

χρυσὲ κακῶν ἀρχηγὲ βιοφθόρε πάντα χαλέπτων,

116

Primary

εἴθε σε μὴ θνητοῖσι γενέσθαι πῆμα ποθεινόν·

117

Primary

σοῦ γὰρ ἕκητι μάχαι τε λεηλασίαι τε φόνοι τε,

118

Primary

ἐχθρὰ δὲ τέκνα γονεῦσιν ἀδελφειοί τε συναίμοις.

119

Primary

(μηδὲ δόλους ῥάπτειν· μὴ πρὸς φίλον ἦτορ ὁπλίζειν.)

120

Primary

μηδ᾽ ἕτερον κεύθῃς κραδίῃ νόον ἄλλ᾽ ἀγορεύων·

121

Primary

μηδ᾽ ὡς πετροφυὴς πολύπους κατὰ χῶρον ἀμείβου.

122

Primary

πᾶσιν δ᾽ ἁπλόος ἴσθι, τά τ᾽ ἐκ ψυχῆς ἀγόρευε.

123

Primary

ὅστις ἑκὼν ἀδικεῖ, κακὸς ἀνήρ· ὃς δ᾽ ὑπ᾽ ἀνάγκης,

124

Primary

οὐκ ἐρέω τὸ τέλος· βουλὴ δ᾽ εὐθύνεθ᾽ ἑκάστου.

125

Primary

μὴ γαυροῦ σοφίῃ μήτ᾽ ἀλκῇ μήτ᾽ ἐνὶ πλούτῳ·

126

Primary

εἷς θεός ἐστι σοφὸς δυνατός θ᾽ ἅμα καὶ πολύολβος.

127

Primary

μηδὲ παροιχομένοισι κακοῖς τρύχου τεὸν ἦτορ·

128

Primary

οὐκέτι γὰρ δύναται τὸ τετυγμένον εἶναι ἄτυκτον.

129

Primary

μὴ προπετὴς ἐς χεῖρα· χαλίνου δ᾽ ἄγριον ὀργήν·

130

Primary

πολλάκι γὰρ πλήξας ἀέκων φόνον ἐξετέλεσσεν.

131

Primary

ἔστω κοινὰ πάθη, μηδὲν μέγα μηδ᾽ ὑπέροπλον.

132

Primary

οὐκ ἀγαθὸν πλεονάζον ἔφυ θνητοῖσιν ὄνειαρ.

133

Primary

ἡ πολλὴ δὲ τρυφὴ πρὸς ἀμέτρους ἕλκετ᾽ ἔρωτας.

134

Primary

ὑψαυχεῖ δ᾽ ὁ πολὺς πλοῦτος καὶ ἐς ὕβριν ἀέξει.

135

Primary

θυμὸς ὑπαρχόμενος μανίην ὀλοόφρονα τεύχει.

136

Primary

ὀργὴ δ᾽ ἐστὶν ὄρεξις, ὑπερβαίνουσα δὲ μῆνις.

137

Primary

ζῆλος τῶν ἀγαθῶν ἐσθλός, φαύλων δέ τε φαῦλος.

138

Primary

τόλμα κακῶν ὀλοή, ἀγαθῶν δέ τε κῦδος ὀπάζει.

139

Primary

σεμνὸς ἔρως ἀρετῆς, ὁ δὲ Κύπριδος αἶσχος ὀφέλλει.

140

Primary

*ἡδὺς ἀγανόφρων* κικλήσκεται ἐν πολιήταις.

141

Primary

ἐν μέτρῳ φαγέειν, πιέειν καὶ μυθολογεύειν·

142

Primary

πάντων μέτρον ἄριστον· ὑπερβασίη δ᾽ ἀλεγεινόν.

143

Primary

(μὴ φθονερός, μὴ ἄπιστος ἔσῃ, μὴ λοίδορος ἴσθι,

144

Primary

μηδὲ κακογνώμων, μὴ ψευδαπάτης ἀμέτρητος.)

145

Primary

σωφροσύνην ἀσκεῖν, αἰσχρῶν δ᾽ ἔργων ἀπέχεσθαι.

146

Primary

μὴ μιμοῦ κακότητα, δίκῃ δ᾽ ἀπόλειψον ἄμυναν·

147

Primary

πειθὼ μὲν γὰρ ὄνειαρ, ἔρις δ᾽ ἔριν ἀντιφυτεύει.

148

Primary

μὴ πίστευε τάχιστα, πρὶν ἀτρεκέως πέρας ὄψει.

149

Primary

οὗτος ἀγών, ταῦτ᾽ ἐστὶν ἀέθλια, ταῦτα βραβεῖα,

150

Primary

τοῦτο πύλη ζωῆς καὶ εἴσοδος ἀθανασίης,

151

Primary

ἣν θεὸς οὐράνιος δικαιοτάτοις ἀνθρώποις

152

Primary

ἔστησεν νίκης ἐπαέθλιον· οἳ δὲ λαβόντες

153

Primary

τὸ στέφος ἐνδόξως διελεύσονται διὰ ταύτης.

154

Primary

ἀλλ᾽ ὁπόταν τόδε σῆμα φανῇ κατὰ κόσμον ἅπαντα,

155

Primary

ἐκ γενετῆς παῖδες πολιοκρόταφοι γεγαῶτες,

156

Primary

θλίψεις δ᾽ ἀνθρώπων λιμοὶ λοιμοὶ πόλεμοί τε,

157

Primary

καιρῶν δ᾽ ἀλλαγίη, πενθήματα, δάκρυα πολλά,

158

Primary

αἶ, ὁπόσων παῖδες *χώραις ἐνὶ θοινήσονται

159

Primary

οἴκτρ᾽ ὀλοφυρόμενοι γονέας*, ἐν φάρεσι σάρκας

160

Primary

ἐνθέντες, θάψουσιν ἐπὶ χθονὶ μητέρι λαῶν

161

Primary

αἵμασι καὶ κονίῃσι πεφυρμένοι· ὦ μέγα δειλοί

162

Primary

ὑστατίης γενεῆς φῶτες κακοεργέες αἰνοί

163

Primary

νήπιοι οὐδὲ νοοῦντες, ὅθ᾽, ἡνίκα φῦλα γυναικῶν

164

Primary

μὴ τίκτωσιν, ἔφυ τὸ θέρος μερόπων ἀνθρώπων.

165

Primary

ἡ δὲ συναίρεσις ἐγγύς, ὅταν τινὲς ἀντὶ προφητῶν

166

Primary

ψευδαπάται πελάσωσιν ἐπὶ χθονὶ φημίζοντες.

167

Primary

καὶ Βελίαρ θ᾽ ἥξει καὶ σήματα πολλὰ ποιήσει

168

Primary

ἀνθρώποις. τότε δὴ ὁσίων ἀκαταστασί᾽ ἀνδρῶν

169

Primary

ἐκλεκτῶν πιστῶν τε, λεηλασίη τε γένηται

170

Primary

τούτων ἠδ᾽ Ἑβραίων. δεινὸς δ᾽ αὐτοῖς χόλος ἥξει,

171

Primary

ἡνίκα δὴ δεκάφυλος ἀπ᾽ ἀντολίης λαὸς ἥξει

172

Primary

ζητήσων λαόν, ὃν ἀπώλεσεν Ἀσσύριος κλών,

173

Primary

συμφύλων Ἑβραίων· ἔθνη δ᾽ ἐπὶ τοῖσιν ὀλοῦνται.

174

Primary

ὕστερον αὖ ἄρξουσιν ὑπερμενέων ἀνθρώπων

175

Primary

ἐκλεκτοὶ πιστοὶ Ἑβραῖοι καταδουλώσαντες

176

Primary

αὐτοὺς ὡς τὸ πάροιθεν, ἐπεὶ κράτος οὔποτε λείψει.

177

Primary

ὕψιστος πάντων πανεπίσκοπος αἰθέρι ναίων

178

Primary

ὕπνον ἐπ᾽ ἀνθρώποις σκεδάσει βλέφαρ᾽ ἀμφικαλύψας.

179

Primary

ὦ μάκαρες θεράποντες, ὅσους ἐλθὼν ἀγρυπνοῦντας

180

Primary

εὕροι ὁ δεσπόζων· τοὶ δ᾽ ἐγρήγορθαν ἅπαντες

181

Primary

πάντοτε προσδοκάοντες ἀκοιμήτοις βλεφάροισιν.

182

Primary

*ἥξει γάρ τ᾽* ἠοῦς ἢ δείλης ἢ μέσον ἦμαρ·

183

Primary

ἥξει δ᾽ ἀτρεκέως καὶ ἔσσεται ὡς ἀγορεύω,

184

Primary

ἔσσεται ἐσσομένοις, ὅτ᾽ ἀπ᾽ οὐρανοῦ ἀστερόεντος

185

Primary

ἄστρα τε πάντα μέσῳ ἐνὶ ἤματι πᾶσι φανεῖται

186

Primary

σὺν δυσὶ φωστῆρσιν κατεπειγομένοιο χρόνοιο.

187

Primary

καὶ τόθ᾽ ὁ Θεσβίτης ἀπ᾽ οὐρανοῦ ἅρμα τιταίνων

188

Primary

οὐράνιον, γαίῃ δ᾽ ἐπιβὰς τότε σήματα τρισσά

189

Primary

κόσμῳ ὅλῳ δείξει ἀπολλυμένου βιότοιο.

190

Primary

αἶ, ὁπόσαι κείνῳ ἐνὶ ἤματι φορτοφοροῦσαι

191

Primary

γαστέρι φωραθῶσιν, ὅσαι δέ τε νήπια τέκνα

192

Primary

γαλαδοτοῦσιν, ὅσαι δ᾽ ἐπὶ κύματι ναιετάουσιν·

193

Primary

αἶ, ὁπόσοι κείνην τὴν ἡμέραν ἀθρήσουσιν·

194

Primary

ἀχλὺς γὰρ ζοφερὴ σκεπάσει τὸν ἀπείρονα κόσμον

195

Primary

ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου.

196

Primary

καὶ τότε δὴ ποταμός τε μέγας πυρὸς αἰθομένοιο

197

Primary

ῥεύσει ἀπ᾽ οὐρανόθεν καὶ πάντα τόπον δαπανήσει,

198

Primary

γαῖάν τ᾽ ὠκεανόν τε μέγαν γλαυκήν τε θάλασσαν

199

Primary

λίμνας καὶ ποταμοὺς πηγὰς καὶ ἀμείλιχον Ἅιδην

200

Primary

καὶ πόλον οὐράνιον. ἀτὰρ οὐράνιοι φωστῆρες

201

Primary

εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον.

202

Primary

ἄστρα γὰρ οὐρανόθεν τε θαλάσσῃ πάντα πεσεῖται·

203

Primary

ψυχαὶ δ᾽ ἀνθρώπων πᾶσαι βρύξουσιν ὀδοῦσιν

204

Primary

καιόμεναι ποταμῷ καὶ θείῳ καὶ πυρὸς ὁρμῇ

205

Primary

ἐν δαπέδῳ μαλερῷ, τέφρα δέ τε πάντα καλύψει.

206

Primary

καὶ τότε χηρεύσει στοιχεῖα πρόπαντα τὰ κόσμου

207

Primary

ἀὴρ γαῖα θάλασσα φάος πόλος ἤματα νύκτες·

208

Primary

κοὐκέτι πωτήσονται ἐν ἠέρι ἄπλετοι ὄρνεις,

209

Primary

οὐ ζῷα νηκτὰ θάλασσαν ὅλως ἔτι νηχήσονται,

210

Primary

οὐ ναῦς ἔμφορτος ἐπὶ κύμασι ποντοπορήσει,

211

Primary

οὐ βόες ἰθυντῆρες ἀροτρεύσουσιν ἄρουραν,

212

Primary

οὐκ ἦχος δένδρων ἀνέμων ὕπο· ἀλλ᾽ ἅμα πάντα

213

Primary

εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει.

214

Primary

ἡνίκα δ᾽ ἀθανάτου θεοῦ ἄφθιτοι ἀγγελτῆρες

215

Primary

Βαρακιὴλ Ῥαμιὴλ Οὐριὴλ Σαμιὴλ Ἀζαήλ τε,

216

Primary

αὐτοὶ ἐπιστάμενοι ὅσα τις κακὰ πρόσθεν ἔρεξεν,

217

Primary

ἀνθρώπων ψυχὰς [τε] ἀπὸ ζόφου ἠερόεντος

218

Primary

εἰς κρίσιν ἄξουσιν πάσας ἐπὶ βῆμα θεοῖο

219

Primary

ἀθανάτου μεγάλου· εἷς γὰρ μόνος ἄφθιτός ἐστιν,

220

Primary

αὐτὸς ὁ παντοκράτωρ, θνητῶν ὃ δικασπόλος ἔσται·

221

Primary

καὶ τότε νερτερίοις ψυχὰς καὶ πνεῦμα καὶ αὐδήν

222

Primary

δώσει ἐπουράνιος, καί τ᾽ ὀστέα ἁρμοσθέντα

223

Primary

ἁρμοῖς παντοίοις, σάρκες καὶ νεῦρα. - -.

224

Primary

καὶ φλέβες ἠδέ τε δέρμα περὶ χροῒ καὶ πρὶν ἔθειραι

225

Primary

ἀμβροσίως πηχθέντα, καὶ ἔμπνοα κινηθέντα

226

Primary

σώματ᾽ ἐπιχθονίων ἑνὶ ἤματ᾽ ἀναστήσονται.

227

Primary

καὶ τότ᾽ ἀμειλίκτοιο καὶ ἀρρήκτου *ἀδάμαντος

228

Primary

κλεῖθρα πέλωρα πυλῶν τε ἀχαλκεύτου Ἀίδαο*

229

Primary

ῥηξάμενος Οὐριὴλ μέγας ἄγγελος εὐθὺ βαλεῖται,

230

Primary

καὶ πάσας μορφὰς πολυπενθέας εἰς κρίσιν ἄξει

231

Primary

εἰδώλων τὰ μάλιστα παλαιγενέων Τιτήνων

232

Primary

ἠδέ τε Γιγάντων, καὶ ὅσας εἷλεν κατακλυσμός,

233

Primary

καί θ᾽ ἃς ἐν πελάγεσσιν ἀπώλεσε κῦμα θαλάσσης

234

Primary

ἠδ᾽ ὁπόσας θῆρες καὶ ἑρπετὰ καὶ πετεηνά

235

Primary

θοινήσαντο, ὅλας ταύτας ἐπὶ βῆμα καλέσσει·

236

Primary

καὶ πάλιν, ἃς ἔφθειρεν ἐνὶ φλογὶ σαρκοφάγον πῦρ,

237

Primary

καὶ ταύτας ἐπὶ βῆμα θεοῦ στήσειεν ἀγείρας.

238

Primary

ἡνίκα δ᾽ ἀνστήσῃ νέκυας μοῖραν καταλύσας

239

Primary

καὶ καθίσῃ Σαβαὼθ Ἀδωναῖος ὑψικέραυνος

240

Primary

ἐς θρόνον οὐράνιον [τε] μέγαν δέ τε κίονα πήξῃ,

241

Primary

ἥξει δ᾽ ἐν νεφέλῃ πρὸς ἄφθιτον ἄφθιτος αὐτός

242

Primary

ἐν δόξῃ Χριστὸς σὺν ἀμύμοσιν ἀγγελτῆρσιν

243

Primary

καὶ καθίσει Μεγάλῳ ἐπὶ δεξιά, βήματι κρίνων

244

Primary

εὐσεβέων βίοτον καὶ δυσσεβέων τρόπον ἀνδρῶν.

245

Primary

ἥξει καὶ Μωσῆς ὁ μέγας φίλος Ὑψίστοιο

246

Primary

σάρκας δυσάμενος· Ἀβραὰμ δ᾽ αὐτὸς μέγας ἥξει,

247

Primary

Ἰσαὰκ ἠδ᾽ Ἰακώβ, Ἰησοῦς Δανιήλ τ᾽ Ἠλίας,

248

Primary

Ἀμβακοὺμ καὶ Ἰωνᾶς καὶ οὓς ἔκταν Ἑβραῖοι.

249

Primary

τοὺς δὲ μετ᾽ Ἠρεμίαν ἐπὶ βήματι πάντας ὀλέσσει

250

Primary

κρινομένους Ἑβραίους, ἵνα ἄξια ἔργα λάβωσιν

251

Primary

καὶ τίσωσ᾽, ὅσα περ βιότῳ θνητῷ τις ἔπραξεν.

252

Primary

καὶ τότε δὴ πάντες διὰ αἰθομένου ποταμοῖο

253

Primary

καὶ φλογὸς ἀσβέστου διελεύσονθ᾽· οἵ τε δίκαιοι

254

Primary

πάντες σωθήσοντ᾽· ἀσεβεῖς δ᾽ ἐπὶ τοῖσιν ὀλοῦνται

255

Primary

εἰς αἰῶνας ὅλους, ὁπόσοι κακὰ πρόσθεν ἔρεξαν,

256

Primary

ἠδὲ φόνους ἐποίησαν, ὅσοι δὲ συνίστορές εἰσιν,

257

Primary

ψεῦσται καὶ κλέπται δόλιοί τ᾽ οἰκοφθόροι αἰνοί

258

Primary

δειπνολόχοι καὶ κλεψίγαμοι δύσφημα χέοντες

259

Primary

δεινοί θ᾽ ὑβρισταί τ᾽ ἄνομοί τ᾽ εἰδωλολάτραι τε·

260

Primary

ἠδ᾽ ὁπόσοι μέγαν ἀθάνατον θεὸν ἐγκατέλειψαν

261

Primary

βλάσφημοι δ᾽ ἐγένοντο καὶ εὐσεβέων κεραϊσταί

262

Primary

πιστολέται καὶ τῶν δικαίων φθισήνορες ἀνδρῶν·

263

Primary

ἠδ᾽ ὁπόσοι δολίοις καὶ ἀναιδέσιν ἀμφιπροσώποις

264

Primary

πρεσβύτεροι γεραροί τε διήκονες εἰσορόωσιν …

265

Primary

αἰδόμενοι *κρίνουσ᾽ ἀδίκως ἑτέροισι ποιοῦντες*

266

Primary

ψευδαπάταις φήμῃσι πεπεισμένοι......

267

Primary

παρδαλίων τε λύκων ὀλοώτεροι ἠδὲ [κάκιστοι·]

268

Primary

ἠδ᾽ ὁπόσοι μεγάλως ὑπερήφανοι ἠδὲ τοκισταί,

269

Primary

οἳ τόκον ἔκ γε τόκων συναθροίζοντες κατὰ οἴκους

270

Primary

ὀρφανικοὺς χήρας τε καταβλάπτουσιν [ἕκαστα·]

271

Primary

ἠδ᾽ ὁπόσοι χήρῃσι καὶ ὀρφανικοῖσι διδοῦσιν

272

Primary

ἐξ ἀδίκων ἔργων, ὁπόσοι δ᾽ ἰδίων ἀπὸ μόχθων

273

Primary

δόντες ὀνειδίζουσιν· ὅσοι δὲ γονεῖς ἐνὶ γήρᾳ

274

Primary

κάλλιπον οὐ τίσαντες ὅλως, οὐ θρέπτρα γονεῦσιν

275

Primary

ἀντιπαρασχόντες, αὐτὰρ δ᾽ ὅσοι ἠπείθησαν

276

Primary

ἠδὲ καὶ ἀντεῖπαν λόγον ἄγριον εἰς γενετῆρας·

277

Primary

ἠδ᾽ ὁπόσοι πίστεις [τε] ἀπηρνήσαντο λαβόντες·

278

Primary

καὶ θεράποντες ὅσοι κατὰ δεσποτέων ἐγένοντο,

279

Primary

καὶ πάλιν οἳ τὴν σάρκα ἀσελγείῃ ἐμίηναν,

280

Primary

ἠδ᾽ ὁπόσοι ζώνην τὴν παρθενικὴν ἀπέλυσαν

281

Primary

λάθρη μισγόμενοι, ὅσσαι δ᾽ ἐνὶ γαστέρι φόρτους

282

Primary

ἐκτρώσκουσιν, ὅσοι τε τόκους ῥίπτουσιν ἀθέσμως·

283

Primary

φαρμακοὺς ἢ φαρμακίδας σὺν τοῖσι καὶ αὐτούς

284

Primary

ὀργὴ ἐπουρανίοιο καὶ ἀφθάρτοιο θεοῖο

285

Primary

κίονι προσπελάσειεν, ὅπου περὶ κύκλον ἅπαντα

286

Primary

ἀκάματος ποταμὸς πύρινος ῥεῖ, τοὺς δ᾽ ἅμα πάντας

287

Primary

ἄγγελοι ἀθανάτοιο θεοῖό τε αἰὲν ἐόντος

288

Primary

ἐν φλογίναις μάστιξι καὶ ἐν πυρίναις ἁλύσεσσιν

289

Primary

δεσμοῖς ἀρρήκτοις τε περισφίγξαντες ὕπερθεν

290

Primary

δεινοτάτως κολάσουσιν· ἔπειτα δὲ νυκτὸς ἀμολγῷ

291

Primary

ἐν γέννῃ θηρσὶν ὑπὸ ταρταρίοισι βαλοῦνται

292

Primary

πολλοῖς δειμαλέοισιν, ὅπου σκότος ἐστὶν ἄμετρον.

293

Primary

ἀλλ᾽ ὁπόταν πολλὰς κολάσεις ἐνιποιήσωνται

294

Primary

πᾶσιν, ὅσων κακὸν ἦτορ ἔην, ἀτὰρ ὕστερον αὖτε

295

Primary

ἐκ ποταμοῦ μεγάλου πύρινος τροχὸς ἀμφικατέρξει

296

Primary

αὐτούς, ὅττ᾽ ἄρα τοῖσιν ἀτάσθαλα ἔργα μέμηλεν.

297

Primary

καὶ τότε θρηνήσουσιν ἐπ᾽ ἄλλυδις ἄλλος ἄπωθεν

298

Primary

οἰκτροτάτῃ μοίρῃ πατέρες καὶ νήπια τέκνα,

299

Primary

μητέρες ἠδέ τε τέκν᾽ ὑπομάζια δακρυόεντα.

300

Primary

οὐδέ σφιν δακρύων κόρος ἔσσεται οὐδὲ μὲν αὐδή

301

Primary

οἴκτρ᾽ ὀλοφυρομένων ἐσακούσεται ἄλλυδις ἄλλου,

302

Primary

ἀλλὰ μακρὰν ζοφόενθ᾽ ὑπὸ Τάρταρον εὐρώεντα

303

Primary

τειρόμενοι βώσονται· ἐπ᾽ οὐχ ὁσίοισι δὲ χώροις

304

Primary

τίσουσιν τρὶς τόσσον ὅσον κακὸν ἤλιτον ἔργον

305

Primary

δαιόμενοι πυρὶ πολλῷ· ἐπιβρύξουσι δ᾽ ὀδοῦσιν

306

Primary

πάντες τηκόμενοι δίψῃ μαλερῇ τε βίῃ τε,

307

Primary

καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετ᾽ ἀπ᾽ αὐτῶν.

308

Primary

οὐκέτι γὰρ θάνατος τούτους, οὐ νὺξ ἀναπαύσει.

309

Primary

πολλὰ δ᾽ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα,

310

Primary

καὶ τότ᾽ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπ᾽ αὐτῶν.

311

Primary

ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματ᾽ ἔδωκεν

312

Primary

ἀνδράσι πλαζομένοις διὰ χειρὸς παρθένου ἁγνῆς.

313

Primary

τοὺς δ᾽ ἄλλους, ὁπόσοις τε δίκη καλά τ᾽ ἔργα μέμηλεν

314

Primary

ἠδὲ καὶ εὐσεβίη τε δικαιότατοί τε λογισμοί,

315

Primary

ἄγγελοι αἰρόμενοι δι᾽ αἰθομένου ποταμοῖο

316

Primary

εἰς φῶς ἄξουσιν καὶ εἰς ζωὴν ἀμέριμνον,

317

Primary

ἔνθα πέλει τρίβος ἀθάνατος μεγάλοιο θεοῖο

318

Primary

καὶ τρισσαὶ πηγαὶ οἴνου μέλιτός τε γάλακτος·

319

Primary

γαῖα δ᾽ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς

320

Primary

διαμεριζομένη καρποὺς τότε πλείονας οἴσει

321

Primary

αὐτομάτη, κοινοί τε βίοι καὶ πλοῦτος ἄμοιρος.

322

Primary

οὐ γὰρ πτωχὸς ἐκεῖ, οὐ πλούσιος, οὐδὲ τύραννος,

323

Primary

οὐ δοῦλος, οὐδ᾽ αὖ μέγας, οὐ μικρός τις ἔτ᾽ ἔσται,

324

Primary

οὐ βασιλεῖς, οὐχ ἡγεμόνες· κοινῇ δ᾽ ἅμα πάντες.

325

Primary

κοὐκέτ᾽ ἐρεῖ τις ὅλως "νὺξ ἤλυθεν", οὐδὲ μὲν "αὔριον",

326

Primary

οὐκ "ἐχθὲς γέγονεν", οὐκ ἤματα πολλὰ μεριμνᾷ,

327

Primary

οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶν᾽, οὐ μετόπωρον,

328

Primary

οὐ γάμον, οὐ θάνατον, οὐ πράσεις, οὐδ᾽ ἀγορασμούς,

329

Primary

οὐ δύσιν ἀντολίην· ποιήσει γὰρ μακρὸν ἦμαρ·

330

Primary

τοῖς καὶ ὁ παντοκράτωρ θεὸς ἄφθιτος ἄλλο παρέξει.

331

Primary

εὐσεβέσιν, ὁπόταν θεὸν ἄφθιτον αἰτήσωνται,

332

Primary

ἐκ μαλεροῖο πυρὸς καὶ ἀθανάτων ἀπὸ βρυγμῶν

333

Primary

ἀνθρώπους σῶσαι δώσει· καὶ τοῦτο ποιήσει·

334

Primary

λεξάμενος γὰρ ἐσαῦθις ἀπὸ φλογὸς ἀκαμάτοιο

335

Primary

ἄλλοσ᾽ ἀποστήσας πέμψει διὰ λαὸν ἑαυτοῦ

336

Primary

εἰς ζωὴν ἑτέραν καὶ αἰώνιον ἀθανάτοισιν

337

Primary

Ἠλυσίῳ πεδίῳ, ὅθι οἱ πέλε κύματα μακρά

338

Primary

λίμνης ἀενάου Ἀχερουσιάδος βαθυκόλπου.

339

Primary

αἰαῖ ἐγὼ δειλή, τί γενήσομαι ἤματι τῷδε,

340

Primary

ἀνθ᾽ ὧν ἡ δύσφρων γε πονησαμένη περὶ πάντων

341

Primary

ἤλιτον οὔτε γάμῳ μεμελημένη οὔτε λογισμοῖς·

342

Primary

ἀλλὰ καὶ ἐν μελάθροισιν ἐμοῖς πολυπάμμονος ἀνδρός

343

Primary

δευομένους ἀπέκλεισα· τὰ δ᾽ ἔκνομα πρόσθεν ἔρεξα

344

Primary

εἰδυῖα. σὺ δέ, σῶτερ, ἐμῶν ἀπὸ μαστικτήρων

345

Primary

ῥῦσαι δή με κυνῶπιν, ἀναιδέα περ ῥέξασαν.

346

Primary

ἥδε δ᾽ ἐγὼ λίτομαί σε βαιὸν παῦσαί μεν ἀοιδῆς,

347

Primary

ἅγιε μαννοδότα, βασιλεῦ μεγάλης βασιλείης.

Text notes and edition context

Work

Sibylline Oracles

The extant Sibylline corpus is mixed, layered, and often severe in tone; the current reading layer now carries the full public-domain Terry witness and a pinned Greek Geffcken/OCP source across books 1-8 and 11-14.

Oracular poetry | Original language: Ancient Greek

Hellenistic to late antique Greek oracular anthology

You are reading Book 2.

Primary Edition

Greek source text

Ancient Greek | Verse

Greek OCP / Geffcken 1902 witness

This edition preserves the Greek OCP transcription of Geffcken's 1902 Sibylline text, pinned to the public OCP GitHub source and NFC-normalized for corpus use.

Greek ritual witness for direct reading and coarse compare mode against Terry, including books 1-8 and 11-14 with the source's zero-based line numbering preserved.

Source family: Greek ritual source texts

Wikisource / Internet Archive | Public-domain source texts

Greek hymn and oracle witnesses staged where page-level provenance is clean enough to support direct reading.

Pinned source commit: 456ef828834a

Source path: static/docs/SibOr.xml

Primary source: Greek ritual source texts | Wikisource / Internet Archive.

Canonical pilot note: this original-language edition is currently imported for Book 2 only and carries line-level CTS URNs in the runtime corpus.