Reader
Reader | Sibylline Oracles, Book 3
Sibylline Oracles
Sibylline tradition
Text
Position
Line 0 of 831
Waypoints
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 0 | Primary Ἐκ τοῦ δευτέρου λόγου περὶ θεοῦ |
| 1 | Primary *Ὑψιβρεμέτα, μάκαρ, οὐράνιε, ὃς ἔχεις τὰ Χερουβίμ * |
| 2 | Primary ἱδρυμένος, λίτομαι, παναληθέα φημίξασαν |
| 3 | Primary παῦσον βαιόν με· κέκμηκε γὰρ ἔνδοθεν ἦτορ. |
| 4 | Primary ἀλλὰ τί μοι κραδίη πάλι πάλλεται ἠδέ γε θυμός |
| 5 | Primary τυπτόμενος μάστιγι βιάζεται ἔνδοθεν αὐδήν |
| 6 | Primary ἀγγέλλειν πᾶσιν· αὐτὰρ πάλι πάντ᾽ ἀγορεύσω, |
| 7 | Primary ὅσσα θεὸς κέλεταί μ᾽ ἀγορευέμεν ἀνθρώποισιν. |
| 8 | Primary ἄνθρωποι θεόπλαστον ἔχοντες ἐν εἰκόνι μορφήν |
| 9 | Primary τίπτε μάτην πλάζεσθε καὶ οὐκ εὐθεῖαν ἀταρπόν |
| 10 | Primary βαίνετε, ἀθανάτου κτίστου μεμνημένοι αἰεί; |
| 11 | Primary εἷς θεός ἐστι μόναρχος ἀθέσφατος αἰθέρι ναίων |
| 12 | Primary αὐτοφυὴς ἀόρατος ὁρώμενος αὐτὸς ἅπαντα· |
| 13 | Primary ὃν χεὶρ οὐκ ἐποίησε λιθοξόος οὐδ᾽ ἀπὸ χρυσοῦ |
| 14 | Primary τέχνῃσ᾽ ἀνθρώπου φαίνει τύπος οὐδ᾽ ἐλέφαντος· |
| 15 | Primary ἀλλ᾽ αὐτὸς ἀνέδειξεν αἰώνιος αὐτὸς ἑαυτόν |
| 16 | Primary ὄντα τε καὶ πρὶν ἐόντα, ἀτὰρ πάλι καὶ μετέπειτα. |
| 17 | Primary τίς γὰρ θνητὸς ἐὼν κατιδεῖν δύναται θεὸν ὄσσοις; |
| 18 | Primary ἢ τίς χωρήσει κἂν τοὔνομα μοῦνον ἀκοῦσαι |
| 19 | Primary οὐρανίου μεγάλοιο θεοῦ κόσμον κρατέοντος; |
| 20 | Primary ὃς λόγῳ ἔκτισε πάντα καὶ οὐρανὸν ἠδὲ θάλασσαν |
| 21 | Primary ἠέλιόν τ᾽ ἀκάμαντα σελήνην τε πλήθουσαν |
| 22 | Primary ἄστρα τε λαμπετόωντα, κραταιὰν μητέρα Τηθύν, |
| 23 | Primary πηγὰς καὶ ποταμούς, πῦρ ἄφθιτον, ἤματα, νύκτας, |
| 24 | Primary αὐτὸς δὴ θεός ἐσθ᾽ ὁ πλάσας τετραγράμματον Ἀδάμ |
| 25 | Primary τὸν πρῶτον πλασθέντα καὶ οὔνομα πληρώσαντα |
| 26 | Primary ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον· |
| 27 | Primary αὐτὸς δ᾽ ἐστήριξε τύπον μορφῆς μερόπων τε |
| 28 | Primary καὶ θῆρας ποίησε καὶ ἑρπετὰ καὶ πετεηνά. |
| 29 | Primary οὐ σέβετ᾽, οὐδὲ φοβεῖσθε θεόν, ματαίως δὲ πλανᾶσθε |
| 30 | Primary προσκυνέοντες ὄφεις τε καὶ αἰλούροισι θύοντες |
| 31 | Primary εἰδώλοις τ᾽ ἀλάλοις λιθίνοις θ᾽ ἱδρύμασι φωτῶν· |
| 32 | Primary καὶ ναοῖς ἀθέοισι καθεζόμενοι πρὸ θυράων |
| 33 | Primary *τηρεῖτε* τὸν ἐόντα θεόν, ὃς πάντα φυλάσσει, |
| 34 | Primary τερπόμενοι κακότητι λίθων κρίσιν ἐκλαθέοντες |
| 35 | Primary ἀθανάτου σωτῆρος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν. |
| 36 | Primary αἶ γένος αἱμοχαρὲς δόλιον κακὸν ἀσεβέων τε |
| 37 | Primary ψευδῶν διγλώσσων ἀνθρώπων καὶ κακοηθῶν |
| 38 | Primary λεκτροκλόπων εἰδωλολατρῶν δόλια φρονεόντων, |
| 39 | Primary οἷς κακὸν ἐν στέρνοισιν, ἔνι μεμανημένος οἶστρος, |
| 40 | Primary αὐτοῖς ἁρπάζοντες, ἀναιδέα θυμὸν ἔχοντες· |
| 41 | Primary οὐδεὶς γὰρ πλουτῶν καὶ ἔχων ἄλλῳ μεταδώσει, |
| 42 | Primary ἀλλ᾽ ἔσεται κακίη δεινὴ πάντεσσι βροτοῖσιν, |
| 43 | Primary πίστιν δ᾽ οὐ σχήσουσιν ὅλως, χῆραί τε γυναῖκες |
| 44 | Primary στέρξουσιν κρυφίως ἄλλους πολλαὶ διὰ κέρδος, |
| 45 | Primary οὐ σπάρτην κατέχουσι βίου ἀνδρῶν λελαχοῦσαι. |
| 46 | Primary αὐτὰρ ἐπεὶ Ῥώμη καὶ Αἰγύπτου βασιλεύσει |
| 47 | Primary εἰσέτι δηθύνουσα, *τότε δὴ* βασιλεία μεγίστη |
| 48 | Primary ἀθανάτου βασιλῆος ἐπ᾽ ἀνθρώποισι φανεῖται. |
| 49 | Primary ἥξει δ᾽ ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσων |
| 50 | Primary εἰς αἰῶνας ἅπαντας ἐπειγομένοιο χρόνοιο. |
| 51 | Primary καὶ τότε Λατίνων ἀπαραίτητος χόλος ἀνδρῶν· |
| 52 | Primary τρεῖς Ῥώμην οἰκτρῇ μοίρῃ καταδηλήσονται. |
| 53 | Primary πάντες δ᾽ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται, |
| 54 | Primary ὁππόταν οὐρανόθεν πύρινος ῥεύσῃ καταράκτης. |
| 55 | Primary οἴμοι, δειλαίη, πότ᾽ ἐλεύσεται ἦμαρ ἐκεῖνο |
| 56 | Primary καὶ κρίσις ἀθανάτοιο θεοῦ μεγάλου βασιλῆος; |
| 57 | Primary ἄρτι δ᾽ ἔτι κτίζεσθε, πόλεις, κοσμεῖσθέ τε πᾶσαι |
| 58 | Primary ναοῖς καὶ σταδίοις ἀγοραῖς χρυσοῖς ξοάνοις τε |
| 59 | Primary ἀργυρέοις λιθίνοις τε, ἵν᾽ ἔλθητ᾽ εἰς πικρὸν ἦμαρ. |
| 60 | Primary ἥξει γάρ, ὁπόταν θείου διαβήσεται ὀδμή |
| 61 | Primary πᾶσιν ἐν ἀνθρώποισιν. ἀτὰρ τὰ ἕκαστ᾽ ἀγορεύσω, |
| 62 | Primary ὅσσαις ἐν πόλεσιν μέροπες κακότητα φέρουσιν. ⁂ |
| 63 | Primary ἐκ δὲ Σεβαστηνῶν ἥξει Βελίαρ μετόπισθεν |
| 64 | Primary καὶ στήσει ὀρέων ὕψος, στήσει δὲ θάλασσαν, |
| 65 | Primary ἠέλιον πυρόεντα μέγαν λαμπράν τε σελήνην |
| 66 | Primary καὶ νέκυας στήσει καὶ σήματα πολλὰ ποιήσει |
| 67 | Primary ἀνθρώποις· ἀλλ᾽ οὐχὶ τελεσφόρα ἔσσετ᾽ ἐν αὐτῷ, |
| 68 | Primary ἀλλὰ πλανᾷ καὶ δὴ μέροπας, πολλούς τε πλανήσει |
| 69 | Primary πιστούς τ᾽ ἐκλεκτούς θ᾽ Ἑβραίους ἀνόμους τε καὶ ἄλλους |
| 70 | Primary ἀνέρας, οἵτινες *οὔπω θεοῦ λόγον* εἰσήκουσαν. |
| 71 | Primary ἀλλ᾽ ὁπόταν μεγάλοιο θεοῦ πελάσωσιν ἀπειλαί, |
| 72 | Primary καὶ δύναμις φλογέουσα δι᾽ οἴδματος εἰς γαῖαν ἥξῃ, |
| 73 | Primary καὶ Βελίαρ φλέξῃ καὶ ὑπερφιάλους ἀνθρώπους |
| 74 | Primary πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσαντο· |
| 75 | Primary καὶ τότε δὴ κόσμος ὑπὸ ταῖς παλάμῃσι γυναικός |
| 76 | Primary ἔσσεται ἀρχόμενος καὶ πειθόμενος περὶ παντός. |
| 77 | Primary ἔνθ᾽ ὁπόταν κόσμου παντὸς χήρη βασιλεύσῃ |
| 78 | Primary καὶ ῥίψῃ χρυσόν τε καὶ ἄργυρον εἰς ἅλα δῖαν, |
| 79 | Primary *καὶ χαλκόν τε* σίδηρον ἐφημερίων ἀνθρώπων |
| 80 | Primary εἰς πόντον ῥίψῃ, τότε δὴ στοιχεῖα πρόπαντα |
| 81 | Primary χηρεύσει κόσμου, ὁπόταν θεὸς αἰθέρι ναίων |
| 82 | Primary οὐρανὸν εἱλίξῃ, καθ᾽ ἅπερ βιβλίον εἰλεῖται· |
| 83 | Primary καὶ πέσεται πολύμορφος ὅλος πόλος ἐν χθονὶ δίῃ |
| 84 | Primary καὶ πελάγει· ῥεύσει δὲ πυρὸς μαλεροῦ καταράκτης |
| 85 | Primary ἀκάματος, φλέξει δὲ γαῖαν, φλέξει δὲ θάλασσαν, |
| 86 | Primary καὶ πόλον οὐράνιον καὶ ἤματα καὶ κτίσιν αὐτήν |
| 87 | Primary εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει. |
| 88 | Primary κοὐκέτι φωστήρων σφαιρώματα καγχαλόωντα, |
| 89 | Primary οὐ νύξ, οὐκ ἠώς, οὐκ ἤματα πολλὰ μεριμνᾷς, |
| 90 | Primary οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶν᾽, οὐ μετόπωρον. |
| 91 | Primary καὶ τότε δὴ μεγάλοιο θεοῦ κρίσις εἰς μέσον ἥξει |
| 92 | Primary αἰῶνος μεγάλοιο, ὅταν τάδε πάντα γένηται. ⁂ |
| 93 | Primary ὢ ὢ δὴ πλωτῶν ὑδάτων καὶ χέρσου ἁπάσης· |
| 94 | Primary ἠελίου ἀνιόντος, ὃς οὐ δὴ καὶ πάλι δύνει, |
| 95 | Primary πάνθ᾽ ὑπακούσονται κόσμον πάλιν εἰσανιόντι· |
| 96 | Primary τοὔνεκ᾽ ἄρ᾽ αὐτὸς πρῶτος ἐπέγνω καὶ κράτος αὐτοῦ. ⁂ |
| 97 | Primary ἀλλ᾽ ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί, |
| 98 | Primary ἅς ποτ᾽ ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν |
| 99 | Primary χώρῃ ἐν Ἀσσυρίῃ· ὁμόφωνοι δ᾽ ἦσαν ἅπαντες |
| 100 | Primary καὶ βούλοντ᾽ ἀναβῆν᾽ εἰς οὐρανὸν ἀστερόεντα· |
| 101 | Primary αὐτίκα δ᾽ ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην |
| 102 | Primary πνεύμασιν· αὐτὰρ ἔπειτ᾽ ἄνεμοι μέγαν ὑψόθι πύργον |
| 103 | Primary ῥίψαν καὶ θνητοῖσιν ἐπ᾽ ἀλλήλους ἔριν ὦρσαν· |
| 104 | Primary τοὔνεκά τοι Βαβυλῶνα βροτοὶ πόλει οὔνομ᾽ ἔθεντο. |
| 105 | Primary αὐτὰρ ἐπεὶ πύργος τ᾽ ἔπεσεν γλῶσσαί τ᾽ ἀνθρώπων |
| 106 | Primary παντοδαπαῖς φωναῖσι διέστρεφον, αὐτὰρ ἅπασα |
| 107 | Primary γαῖα βροτῶν πληροῦτο μεριζομένων βασιλειῶν, |
| 108 | Primary καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων, |
| 109 | Primary ἐξ οὗ περ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾽ ἄνδρας. |
| 110 | Primary καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε, |
| 111 | Primary Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ, οὓς ἐκάλεσσαν |
| 112 | Primary ἄνθρωποι γαῖάν τε καὶ οὐρανόν, οὔνομα θέντες, |
| 113 | Primary οὕνεκά τοι πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων. |
| 114 | Primary τρισσαὶ δὴ μερίδες γαίης κατὰ κλῆρον ἑκάστου, |
| 115 | Primary καὶ βασίλευσεν ἕκαστος ἔχων μέρος οὐδ᾽ ἐμάχοντο· |
| 116 | Primary ὅρκοι γάρ τ᾽ ἐγένοντο πατρὸς μερίδες τε δίκαιαι. |
| 117 | Primary τηνίκα δὴ πατρὸς τέλεος χρόνος ἵκετο γήρως |
| 118 | Primary καί ῥ᾽ ἔθανεν· καὶ παῖδες ὑπερβασίην ὅρκοισιν |
| 119 | Primary δεινὴν ποιήσαντες ἐπ᾽ ἀλλήλους ἔριν ὦρσαν, |
| 120 | Primary ὃς πάντεσσι βροτοῖσιν ἔχων βασιληίδα τιμήν |
| 121 | Primary ἄρξει· καὶ μαχέσαντο Κρόνος Τιτάν τε πρὸς αὐτούς. |
| 122 | Primary τοὺς δὲ Ῥέη καὶ Γαῖα φιλοστέφανός τ᾽ Ἀφροδίτη |
| 123 | Primary Δημήτηρ Ἑστίη τε ἐυπλόκαμός τε Διώνη |
| 124 | Primary ἤγαγον ἐς φιλίην συναγείρασαι βασιλῆας |
| 125 | Primary πάντας ἀδελφειούς τε συναίμους ἠδὲ καὶ ἄλλους |
| 126 | Primary ἀνθρώπους, οἵ τ᾽ ἦσαν ἀφ᾽ αἵματος ἠδὲ τοκήων· |
| 127 | Primary καὶ κρῖναν βασιλῆα Κρόνον πάντων βασιλεύειν, |
| 128 | Primary οὕνεκά τοι πρέσβιστος ἔην καὶ εἶδος ἄριστος. |
| 129 | Primary ὅρκους δ᾽ αὖτε Κρόνῳ μεγάλους Τιτὰν ἐπέθηκεν, |
| 130 | Primary μὴ θρέψ᾽ ἀρσενικῶν παίδων γένος, ὡς βασιλεύσῃ |
| 131 | Primary αὐτός, ὅταν γῆράς τε Κρόνῳ καὶ μοῖρα πέληται. |
| 132 | Primary ὁππότε κεν δὲ Ῥέη τίκτῃ, παρὰ τήνδ᾽ ἐκάθηντο |
| 133 | Primary Τιτῆνες καὶ τέκνα διέσπων ἄρσενα πάντα, |
| 134 | Primary θήλεα δὲ ζώοντ᾽ εἴων παρὰ μητρὶ τρέφεσθαι. |
| 135 | Primary ἀλλ᾽ ὅτε τὴν τριτάτην γενεὴν τέκε πότνια Ῥείη, |
| 136 | Primary τίχθ᾽ Ἥρην πρώτην· καὶ ἐπεὶ ἴδον ὀφθαλμοῖσιν |
| 137 | Primary θῆλυ γένος, ᾤχοντο πρὸς αὐτοὺς ἄγριοι ἄνδρες |
| 138 | Primary Τιτῆνες. καὶ ἔπειτα Ῥέη τέκεν ἄρσενα παῖδα, |
| 139 | Primary τὸν ταχέως διέπεμψε λάθρη ἰδίῃ τε τρέφεσθαι |
| 140 | Primary ἐς Φρυγίην τρεῖς ἄνδρας ἐνόρκους Κρῆτας ἑλοῦσα· |
| 141 | Primary τοὔνεκά τοι Δί᾽ ἐπωνομάσανθ᾽, ὁτιὴ διεπέμφθη. |
| 142 | Primary ὣς δ᾽ αὔτως διέπεμψε Ποσειδάωνα λαθραίως. |
| 143 | Primary τὸ τρίτον αὖ Πλούτωνα Ῥέη τέκε δῖα γυναικῶν |
| 144 | Primary Δωδώνην παριοῦσα, ὅθεν ῥέεν ὑγρὰ κέλευθα |
| 145 | Primary Εὐρώπου ποταμοῖο καὶ εἰς ἅλα μύρατο ὕδωρ |
| 146 | Primary ἄμμιγα Πηνειῷ, καί μιν στύγιον καλέουσιν. |
| 147 | Primary ἡνίκα δ᾽ ἤκουσαν Τιτῆνες παῖδας ἐόντας |
| 148 | Primary λάθριον, οὓς ἔσπειρε Κρόνος Ῥείη τε σύνευνος, |
| 149 | Primary ἑξήκοντα δέ τοι παῖδας συναγείρατο Τιτάν |
| 150 | Primary καί ῥ᾽ εἶχ᾽ ἐν δεσμοῖσι Κρόνον Ῥείην τε σύνευνον, |
| 151 | Primary κρύψεν δ᾽ ἐν γαίῃ καὶ ἐν *ζωσμοῖς* ἐφύλασσεν. |
| 152 | Primary καὶ τότε *δή μιν* ἄκουσαν υἱοὶ κρατεροῖο Κρόνοιο |
| 153 | Primary καί οἱ ἐπήγειραν πόλεμον μέγαν ἠδὲ κυδοιμόν. |
| 154 | Primary αὕτη δ᾽ ἔστ᾽ ἀρχὴ πολέμου πάντεσσι βροτοῖσιν. |
| 155 | Primary [πρώτη γάρ τε βροτοῖς αὕτη πολέμοιο καταρχή]. |
| 156 | Primary καὶ τότε Τιτάνεσσι θεὸς κακὸν ἐγγυάλιξεν. |
| 157 | Primary καὶ πᾶσαι γενεαὶ Τιτάνων ἠδὲ Κρόνοιο |
| 158 | Primary κάτθανον. αὐτὰρ ἔπειτα χρόνου περιτελλομένοιο |
| 159 | Primary Αἰγύπτου βασίλειον ἐγείρατο, εἶτα τὸ Περσῶν |
| 160 | Primary Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος, |
| 161 | Primary εἶτα Μακηδονίων, πάλιν Αἰγύπτου, τότε Ῥώμης. |
| 162 | Primary καὶ τότε μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν |
| 163 | Primary ἵστατο καί μ᾽ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν |
| 164 | Primary γαῖαν καὶ βασιλεῦσι τά τ᾽ ἐσσόμεν᾽ ἐν φρεσὶ θεῖναι. |
| 165 | Primary καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἐγγυάλιξεν, |
| 166 | Primary ὅσσαι ἀνθρώπων βασιληίδες ἠγερέθονται. |
| 167 | Primary οἶκος μὲν γὰρ πρώτιστος Σολομώνιος ἄρξει |
| 168 | Primary Φοίνικές τ᾽, Ἀσίης ἐπιβήτορες ἠδὲ καὶ ἄλλων |
| 169 | Primary νήσων, Παμφύλων τε γένος Περσῶν τε Φρυγῶν τε, |
| 170 | Primary Καρῶν καὶ Μυσῶν Λυδῶν τε γένος πολυχρύσων. |
| 171 | Primary αὐτὰρ ἔπειθ᾽ Ἕλληνες ὑπερφίαλοι καὶ ἄναγνοι· |
| 172 | Primary *ἄλλο* Μακηδονίης ἔθνος μέγα ποικίλον ἄρξει, |
| 173 | Primary οἳ φοβερὸν πολέμοιο νέφος ἥξουσι βροτοῖσιν. |
| 174 | Primary ἀλλά μιν οὐράνιος θεὸς ἐκ βυθοῦ ἐξαλαπάξει. |
| 175 | Primary αὐτὰρ ἔπειτ᾽ ἄλλης βασιληίδος ἔσσεται ἀρχή |
| 176 | Primary λευκὴ καὶ πολύκρανος ἀφ᾽ ἑσπερίοιο θαλάσσης, |
| 177 | Primary ἣ πολλῆς γαίης ἄρξει, πολλοὺς δὲ σαλεύσει, |
| 178 | Primary καὶ πᾶσιν βασιλεῦσι φόβον μετόπισθε ποιήσει, |
| 179 | Primary πολλὸν δ᾽ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει |
| 180 | Primary ἐκ πόλεων πολλῶν· πάλι δ᾽ ἔσσεται ἐν χθονὶ δίῃ |
| 181 | Primary χρυσίον, αὐτὰρ ἔπειτα καὶ ἄργυρος ἠδέ τε κόσμος. |
| 182 | Primary καὶ θλίψουσι βροτούς. μέγα δ᾽ ἔσσεται ἀνδράσι κείνοις |
| 183 | Primary πτῶμ᾽, ὁπόταν ἄρξωνθ᾽ ὑπερηφανίης ἀδίκοιο. |
| 184 | Primary αὐτίκα δ᾽ ἐν τούτοις ἀσεβείας ἔσσετ᾽ ἀνάγκη, |
| 185 | Primary ἄρσην δ᾽ ἄρσενι πλησιάσει στήσουσί τε παῖδας |
| 186 | Primary αἰσχροῖς ἐν τεγέεσσι καὶ ἔσσεται ἤμασι κείνοις |
| 187 | Primary θλῖψις ἐν ἀνθρώποις μεγάλη καὶ πάντα ταράξει, |
| 188 | Primary πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει |
| 189 | Primary αἰσχροβίῳ φιλοχρημοσύνῃ, κακοκερδέι πλούτῳ, |
| 190 | Primary ἐν πολλαῖς χώρῃσι, Μακηδονίῃ δὲ μάλιστα. |
| 191 | Primary μῖσος δ᾽ ἐξεγερεῖ καὶ πᾶς δόλος ἔσσεται αὐτοῖς. |
| 192 | Primary [ἄχρι πρὸς ἑβδομάτην βασιληίδα, ἧς βασιλεύσει |
| 193 | Primary Αἰγύπτου βασιλεύς, ὃς ἀφ᾽ Ἑλλήνων γένος ἔσται.] |
| 194 | Primary καὶ τότ᾽ ἔθνος μεγάλοιο θεοῦ πάλι καρτερὸν ἔσται, |
| 195 | Primary οἳ πάντεσσι βροτοῖσι βίου καθοδηγοὶ ἔσονται. |
| 196 | Primary ἀλλὰ τί μοι καὶ τοῦτο θεὸς νόῳ ἔνθετο λέξαι, |
| 197 | Primary τί πρῶτον, τί δ᾽ ἔπειτα, τί δ᾽ ὑστάτιον κακὸν ἔσται |
| 198 | Primary πάντας ἐπ᾽ ἀνθρώπους, τίς δ᾽ ἀρχὴ τούτων ἔσται; |
| 199 | Primary πρῶτον Τιτάνεσσι θεὸς κακὸν ἐγγυαλίξει· |
| 200 | Primary υἱοῖς γὰρ κρατεροῖο δίκας τίσουσι Κρόνοιο, |
| 201 | Primary οὕνεκά τοι δῆσάν τε Κρόνον καὶ μητέρα κεδνήν. |
| 202 | Primary δεύτερον αὖθ᾽ Ἕλλησι τυραννίδες ἠδ᾽ ἀγέρωχοι |
| 203 | Primary ἔσσονται βασιλῆες, ὑπερφίαλοι καὶ ἄναγνοι, |
| 204 | Primary κλεψίγαμοι καὶ πάντα κακοί, καὶ οὐκέτι θνητοῖς |
| 205 | Primary ἄμπαυσις πολέμοιο. Φρύγες δ᾽ ἔκπαγλοι ὀλοῦνται |
| 206 | Primary πάντες καὶ Τροίῃ κακὸν ἔσσεται ἤματι κείνῳ. |
| 207 | Primary αὐτίκα καὶ Πέρσῃσι καὶ Ἀσσυρίοις κακὸν ἥξει |
| 208 | Primary πάσῃ τ᾽ Αἰγύπτῳ Λιβύῃ τ᾽ ἠδ᾽ Αἰθιόπεσσιν |
| 209 | Primary Καρσί τε Παμφύλοις τε κακὸν *μετακινηθῆναι* |
| 210 | Primary καὶ πάντεσσι βροτοῖσι. τί δὴ καθ᾽ ἓν ἐξαγορεύω; |
| 211 | Primary ἀλλ᾽ ὁπόταν τὰ πρῶτα τέλος λάβῃ, αὐτίκα δ᾽ ἔσται |
| 212 | Primary δεύτερ᾽ ἐπ᾽ ἀνθρώπους. καί τοι πρώτιστα βοήσω. |
| 213 | Primary ἀνδράσιν εὐσεβέσιν ἥξει κακόν, οἳ περὶ ναόν |
| 214 | Primary οἰκείουσι μέγαν Σολομώνιον οἵ τε δικαίων |
| 215 | Primary ἀνδρῶν ἔκγονοί εἰσιν· ὁμῶς καὶ τῶνδε βοήσω |
| 216 | Primary φῦλον καὶ γενεὴν πατέρων καὶ δῆμον ἁπάντων |
| 217 | Primary πάντα περιφραδέως, βροτὲ ποικιλόμητι, δολόφρον. |
| 218 | Primary ἔστι πόλις..... κατὰ χθονὸς Οὒρ Χαλδαίων, |
| 219 | Primary ἐξ ἧς δὴ γένος ἐστὶ δικαιοτάτων ἀνθρώπων, |
| 220 | Primary οἷσιν ἀεὶ βουλή τ᾽ ἀγαθὴ καλά τ᾽ ἔργα μέμηλεν. |
| 221 | Primary οὔτε γὰρ ἠελίου κύκλιον δρόμον οὔτε σελήνης |
| 222 | Primary οὔτε πελώρια ἔργα μεριμνῶσιν κατὰ γαίης |
| 223 | Primary οὔτε βάθος χαροποῖο θαλάσσης Ὠκεανοῖο, |
| 224 | Primary οὐ πταρμῶν σημεῖ᾽, οἰωνοπόλων τε πετεεινά, |
| 225 | Primary οὐ μάντεις, οὐ φαρμακούς, οὐ μὴν ἐπαοιδούς, |
| 226 | Primary οὐ μύθων μωρῶν ἀπάτας ἐγγαστεριμύθων, |
| 227 | Primary οὐδέ τε Χαλδαίων τὰ προμάντια ἀστρολογοῦσιν |
| 228 | Primary οὐδὲ μὲν ἀστρονομοῦσι· τὰ γὰρ πλάνα πάντα πέφυκεν, |
| 229 | Primary ὅσσα κεν ἄφρονες ἄνδρες ἐρευνώωσι κατ᾽ ἦμαρ |
| 230 | Primary ψυχὰς γυμνάζοντες ἐς οὐδὲν χρήσιμον ἔργον· |
| 231 | Primary καί ῥα πλάνας ἐδίδαξαν ἀεικελίους ἀνθρώπους, |
| 232 | Primary ἐξ ὧν δὴ κακὰ πολλὰ βροτοῖς πέλεται κατὰ γαῖαν, |
| 233 | Primary τοῦ πεπλανῆσθαι ὁδούς τ᾽ ἀγαθὰς καὶ ἔργα δίκαια. |
| 234 | Primary οἳ δὲ μεριμνῶσίν τε δικαιοσύνην τ᾽ ἀρετήν τε, |
| 235 | Primary κοὐ φιλοχρημοσύνην, ἥτις κακὰ μυρία τίκτει |
| 236 | Primary θνητοῖς ἀνθρώποις, πόλεμον καὶ λιμὸν ἄπειρον. |
| 237 | Primary τοῖσι δὲ μέτρα δίκαια πέλει κατ᾽ ἀγρούς τε πόλεις τε, |
| 238 | Primary οὐδὲ κατ᾽ ἀλλήλων νυκτοκλοπίας τελέουσιν |
| 239 | Primary οὐδ᾽ ἀγέλας ἐλάουσι βοῶν ὀίων τε καὶ αἰγῶν |
| 240 | Primary οὐδὲ ὅρους γαίης γείτων τοῦ γείτονος αἴρει |
| 241 | Primary οὐδὲ πολὺ πλουτῶν τις ἀνὴρ τὸν ἐλάττονα λυπεῖ, |
| 242 | Primary *οὐδέ γε χήρας θλίβει μᾶλλον δ᾽ αὖτε* βοηθεῖ |
| 243 | Primary αἰεὶ ἐπαρκείων σίτῳ οἴνῳ καὶ ἐλαίῳ· |
| 244 | Primary αἰεὶ δ᾽ ὄλβιος ἐν δήμῳ τοῖς μηδὲν ἔχουσιν, |
| 245 | Primary ἀλλὰ πενιχρομένοισι, θέρους ἀπόμοιραν ἰάλλει, |
| 246 | Primary πληροῦντες μεγάλοιο θεοῦ φάτιν, ἔννομον ὕμνον· |
| 247 | Primary πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν. |
| 248 | Primary ἡνίκα δ᾽ Αἴγυπτον λείψει καὶ ἀταρπὸν ὁδεύσει |
| 249 | Primary λαὸς ὁ δωδεκάφυλος ἐν ἡγεμόσιν θεοπέμπτοις |
| 250 | Primary ἐν στύλῳ πυρόεντι τὸ νυκτερινὸν διοδεύων |
| 251 | Primary καὶ στύλῳ νεφέλης *πᾶν ἠὼς ἦμαρ ὁδεύσει*, |
| 252 | Primary τούτῳ δ᾽ ἡγητῆρα καταστήσει μέγαν ἄνδρα |
| 253 | Primary Μωσῆν, ὃν παρ᾽ ἕλους βασιλὶς εὑροῦσ᾽ ἐκόμιζεν, |
| 254 | Primary θρεψαμένη δ᾽ υἱὸν ἐκαλέσσατο. ἡνίκα δ᾽ ἦλθεν |
| 255 | Primary λαὸν ὅδ᾽ ἡγεμονῶν, ὃν ἀπ᾽ Αἰγύπτου θεὸς ἦγεν |
| 256 | Primary εἰς τὸ ὄρος Σινᾶ, καὶ τὸν νόμον οὐρανόθι πρό |
| 257 | Primary δῶκε θεὸς γράψας πλαξὶν δυσὶ πάντα δίκαια, |
| 258 | Primary καὶ προσέταξε ποιεῖν· καὶ ἢν ἄρα τις παρακούσῃ, |
| 259 | Primary ἠὲ νόμῳ τίσειε δίκην ἢ χερσὶ βροτείαις |
| 260 | Primary ἠὲ λαθὼν θνητοὺς πάσῃ δίκῃ ἐξαπολεῖται. |
| 261 | Primary x x x x x x x x x x x x x x x x x x |
| 262 | Primary x x x x x x x x x x x x x x x x x x |
| 263 | Primary τοῖσι μόνοις καρπὸν τελέθει ζείδωρος ἄρουρα |
| 264 | Primary ἐξ ἑνὸς εἰς ἑκατόν, τελέθοντό τε μέτρα θεοῖο. |
| 265 | Primary ἀλλ᾽ ἄρα καὶ τούτοις κακὸν ἔσσεται οὐδὲ φύγονται |
| 266 | Primary λοιμόν. καὶ σὺ δὲ κάρτα, λιπὼν περικαλλέα σηκόν, |
| 267 | Primary φεύξῃ, ἐπεί σοι μοῖρα λιπεῖν πέδον ἁγνὸν ὑπάρχει. |
| 268 | Primary ἀχθήσῃ δὲ πρὸς Ἀσσυρίους καὶ νήπια τέκνα |
| 269 | Primary ὄψει δουλεύοντα παρ᾽ ἀνδράσι δυσμενέεσσιν |
| 270 | Primary ἠδ᾽ ἀλόχους· καὶ πᾶς βίοτος καὶ πλοῦτος ὀλεῖται· |
| 271 | Primary πᾶσα δὲ γαῖα σέθεν πλήρης καὶ πᾶσα θάλασσα· |
| 272 | Primary πᾶς δὲ προσοχθίζων ἔσται τοῖς σοῖς ἐθίμοισιν. |
| 273 | Primary γαῖα δ᾽ ἔρημος ἅπασα σέθεν· καὶ βωμὸς ἐρυμνός |
| 274 | Primary καὶ ναὸς μεγάλοιο θεοῦ καὶ τείχεα μακρά |
| 275 | Primary πάντα χαμαὶ πεσέονται, ὅτι φρεσὶν οὐκ ἐπίθησας |
| 276 | Primary ἀθανάτοιο θεοῦ ἁγνῷ νόμῳ, ἀλλὰ πλανηθείς |
| 277 | Primary εἰδώλοις ἐλάτρευσας ἀεικέσιν οὐδὲ φοβηθείς |
| 278 | Primary ἀθάνατον γενετῆρα θεῶν πάντων τ᾽ ἀνθρώπων |
| 279 | Primary οὐκ ἔθελες τιμᾶν, θνητῶν εἴδωλα δ᾽ ἐτίμας. |
| 280 | Primary ἀνθ᾽ ὧν ἑπτὰ χρόνων δεκάδας γῆ καρποδότειρα |
| 261 | Primary πᾶσι γὰρ Οὐράνιος κοινὴν ἐτελέσσατο γαῖαν |
| 262 | Primary καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα. |
| 281 | Primary ἔσσετ᾽ ἔρημος ἅπασα σέθεν καὶ θαύματα σηκοῦ. |
| 282 | Primary ἀλλὰ μένει σ᾽ ἀγαθοῖο τέλος καὶ δόξα μεγίστη, |
| 283 | Primary ὡς ἐπέκρανε θεός σοι ἄμβροτος. ἀλλὰ σὺ μίμνε |
| 284 | Primary πιστεύων μεγάλοιο θεοῦ ἁγνοῖσι νόμοισιν, |
| 285 | Primary ὁππότε σεῖο καμὸν ὀρθὸν γόνυ πρὸς φάος ἄρῃ. |
| 286 | Primary καὶ τότε δὴ θεὸς οὐράνιος πέμψει βασιλῆα, |
| 287 | Primary κρινεῖ δ᾽ ἄνδρα ἕκαστον ἐν αἵματι καὶ πυρὸς αὐγῇ. |
| 288 | Primary ἔστι δέ τις φυλὴ βασιλήιος, ἧς γένος ἔσται |
| 289 | Primary ἄπταιστον· καὶ τοῦτο χρόνοις περιτελλομένοισιν |
| 290 | Primary ἄρξει καὶ καινὸν σηκὸν θεοῦ ἄρξετ᾽ ἐγείρειν. |
| 291 | Primary καὶ πάντες Περσῶν βασιλεῖς ἐπικουρήσουσιν |
| 292 | Primary χρυσὸν καὶ χαλκόν τε πολύκμητόν τε σίδηρον. |
| 293 | Primary αὐτὸς γὰρ δώσει θεὸς ἔννυχον ἁγνὸν ὄνειρον. |
| 294 | Primary καὶ τότε δὴ ναὸς πάλιν ἔσσεται, ὡς πάρος ἦεν. ⁂ |
| 295 | Primary ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον |
| 296 | Primary καὶ λιτόμην γενετῆρα μέγαν παύσασθαι ἀνάγκης, |
| 297 | Primary καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν |
| 298 | Primary ἵστατο καί μ᾽ ἐκέλευσε προφητεῦσαι κατὰ πᾶσαν |
| 299 | Primary γαῖαν καὶ βασιλεῦσι τά τ᾽ ἐσσόμεν᾽ ἐν φρεσὶ θεῖναι. |
| 300 | Primary καί μοι τοῦτο θεὸς πρῶτον νόῳ ἔνθετο λέξαι, |
| 301 | Primary ὅσσα γέ τοι Βαβυλῶνι ἐμήσατο ἄλγεα λυγρά |
| 302 | Primary ἀθάνατος, ὅτι οἱ ναὸν μέγαν ἐξαλάπαξεν. |
| 303 | Primary αἰαῖ σοι, Βαβυλὼν ἠδ᾽ Ἀσσυρίων γένος ἀνδρῶν, |
| 304 | Primary πᾶσαν ἁμαρτωλῶν γαῖαν ῥοῖζός ποθ᾽ ἱκνεῖται, |
| 305 | Primary καὶ πᾶσαν χώραν μερόπων ἀλαλαγμὸς ὀλέσσει |
| 306 | Primary καὶ πληγὴ μεγάλοιο θεοῦ, ἡγήτορος ὕμνων. |
| 307 | Primary ἀέριος γάρ σοι, Βαβυλών, ἥξει ποτ᾽ ἄνωθεν |
| 308 | Primary [αὐτὰρ ἀπ᾽ οὐρανόθεν καταβήσεται ἐξ ἁγίων σοι] |
| 309 | Primary καὶ θυμοῦ τέκνοις αἰώνιος ἐξολόθρευσις. |
| 310 | Primary καὶ τότ᾽ ἔσῃ, ὡς ἦσθα πρὸ τοῦ, ὡς μὴ γεγονυῖα· |
| 311 | Primary καὶ τότε πλησθήσῃ ἀπὸ αἵματος, ὡς πάρος αὐτή |
| 312 | Primary ἐξέχεας ἀνδρῶν τ᾽ ἀγαθῶν ἀνδρῶν τε δικαίων, |
| 313 | Primary ὧν ἔτι καὶ νῦν αἷμα βοᾷ εἰς αἰθέρα μακρόν. |
| 314 | Primary ἥξει σοι πληγὴ μεγάλη, Αἴγυπτε, πρὸς οἴκους, |
| 315 | Primary δεινή, ἣν οὔπω ποτ᾽ ἐπήλπισας ἐρχομένην σοι. |
| 316 | Primary ῥομφαία γὰρ *διελεύσεται διὰ μέσον σεῖο*, |
| 317 | Primary σκορπισμὸς δέ τε καὶ θάνατος καὶ λιμὸς ἐφέξει |
| 318 | Primary ἑβδομάτῃ γενεῇ βασιλήων, καὶ τότε παύσῃ. |
| 319 | Primary αἰαῖ σοι, χώρα Γὼγ ἠδὲ Μαγὼγ μέσον οὖσα |
| 320 | Primary Αἰθιόπων ποταμῶν, πόσον αἵματος ἔκχυμα δέξῃ, |
| 321 | Primary καὶ κρίσεως οἴκησις ἐν ἀνθρώποισι κεκλήσῃ, |
| 322 | Primary καὶ πίεταί σου γαῖα πολύδροσος αἷμα κελαινόν. |
| 323 | Primary αἰαῖ σοι, Λιβύη· αἰαῖ δὲ θάλασσά τε καὶ γῆ· |
| 324 | Primary θυγατέρες δυσμῶν, ὡς ἥξετε πικρὸν ἐς ἦμαρ. |
| 325 | Primary ἥξετε καὶ χαλεποῖο διωκόμεναι ὑπ᾽ ἀγῶνος, |
| 326 | Primary δεινοῦ καὶ χαλεποῦ· δεινὴ κρίσις ἔσσεται αὖτις, |
| 327 | Primary καὶ κατ᾽ ἀνάγκην πάντες ἐλεύσεσθ᾽ εἰς { τὸν } ὄλεθρον, |
| 328 | Primary ἀνθ᾽ ὧν ἀθανάτοιο μέγαν διεδηλήσασθε |
| 329 | Primary οἶκον ὀδοῦσι σιδηρείοις τ᾽ ἐμασήσατε δεινῶς. |
| 330 | Primary τοὔνεκα δὴ νεκρῶν πλήρη σὴν γαῖαν ἐπόψει, |
| 331 | Primary τοὺς μὲν ὑπὸ πτολέμου καὶ πάσης δαίμονος ὁρμῆς, |
| 332 | Primary λιμοῦ καὶ λοιμοῦ, ὑπό τ᾽ ἐχθρῶν βαρβαροθύμων. |
| 333 | Primary γαῖα { δ᾽ } ἔρημος ἅπασα σέθεν καὶ ἔρημα πόληες. |
| 334 | Primary ἐν δὲ δύσει ἀστὴρ λάμψει, ὃν ἐροῦσι κομήτην, |
| 335 | Primary ῥομφαίας λιμοῦ θανάτοιό τε σῆμα βροτοῖσιν, |
| 336 | Primary ἡγεμόνων τε *φθορὰν* ἀνδρῶν μεγάλων τ᾽ ἐπισήμων. |
| 337 | Primary σήματα δ᾽ ἔσσεται αὖτις ἐν ἀνθρώποισι μέγιστα· |
| 338 | Primary καὶ γὰρ Μαιῶτιν λίμνην Τάναϊς βαθυδίνης |
| 339 | Primary λείψει, κὰδ δὲ ῥόον βαθὺν αὔλακος ἔσσεται ὁλκός |
| 340 | Primary καρποφόρου, τὸ δὲ ῥεῦμα τὸ μυρίον αὐχέν᾽ ἐφέξει. |
| 341 | Primary χάσματα ἠδὲ βάραθρ᾽ ἀχανῆ· πολλαὶ δὲ πόληες |
| 342 | Primary αὔτανδροι πεσέονται· ἐν Ἀσιάδι μὲν Ἰασσός |
| 343 | Primary Κεβρὴν *Πανδονίη* Κολοφὼν Ἔφεσος Νίκαια |
| 344 | Primary Ἀντιόχεια Τάναγρα Σινώπη Σμύρνη *Μάρος* |
| 345 | Primary Γάζα πανολβίστη Ἱεράπολις Ἀστυπάλαια, |
| 346 | Primary Εὐρώπης δὲ *Κύαγρα κλύτος* βασιλὶς Μερόπεια |
| 347 | Primary Ἀντιγόνη Μαγνησίη *Μυκήνη πάνθεια*. |
| 348 | Primary ἴσθι τότ᾽ Αἰγύπτου ὀλοὸν γένος ἐγγὺς ὀλέθρου, |
| 349 | Primary καὶ τότ᾽ Ἀλεξανδρεῦσιν ἔτος τὸ παρελθὸν ἄμεινον |
| 350 | Primary ὁππόσα δασμοφόρου Ἀσίης ὑπεδέξατο Ῥώμη, |
| 351 | Primary χρήματά κεν τρὶς τόσσα δεδέξεται ἔμπαλιν Ἀσίς |
| 352 | Primary ἐκ Ῥώμης, ὀλοὴν δ᾽ ἀποτίσεται ὕβριν ἐς αὐτήν. |
| 353 | Primary ὅσσοι δ᾽ ἐξ Ἀσίης Ἰταλῶν δόμον ἀμφεπόλευσαν, |
| 354 | Primary εἰκοσάκις τοσσοῦτοι ἐν Ἀσίδι θητεύσουσιν |
| 355 | Primary Ἰταλοὶ ἐν πενίῃ, ἀνὰ μυρία δ᾽ ὀφλήσουσιν. |
| 356 | Primary ὦ χλιδανὴ ζάχρυσε Λατινίδος ἔκγονε Ῥώμη, |
| 357 | Primary παρθένε, πολλάκι σοῖσι πολυμνήστοισι γάμοισιν |
| 358 | Primary οἰνωθεῖσα, λάτρις νυμφεύσεαι οὐκ ἐνὶ κόσμῳ, |
| 359 | Primary πολλάκι δ᾽ ἁβρὴν σεῖο κόμην δέσποινά τε κείρει |
| 360 | Primary ἠδὲ δίκην διέπουσα ἀπ᾽ οὐρανόθεν ποτὶ γαῖαν |
| 361 | Primary ῥίψει, ἐκ δὲ γαίης πάλιν οὐρανὸν εἲς ἀνεγείρει, |
| 362 | Primary ὅττι βροτοὶ φαύλου ζωῆς ἀδίκου τ᾽ ἐνέχοντο. |
| 363 | Primary ἔσται καὶ Σάμος ἄμμος, ἐσεῖται Δῆλος ἄδηλος, |
| 364 | Primary καὶ Ῥώμη ῥύμη· τὰ δὲ θέσφατα πάντα τελεῖται. |
| 365 | Primary Σμύρνης δ᾽ ὀλλυμένης οὐδεὶς λόγος. ἔκδικος ἔσται, |
| 366 | Primary ἀλλὰ κακαῖς βουλῇσι καὶ ἡγεμόνων κακότητι ― |
| 367 | Primary εἰρήνη δὲ γαληνὸς ἐς Ἀσίδα γαῖαν ὁδεύσει· |
| 368 | Primary Εὐρώπη δὲ μάκαιρα τότ᾽ ἔσσεται, εὔβοτος αἰθήρ |
| 369 | Primary πουλυετὴς εὔρωστος ἀχείματος ἠδ᾽ ἀχάλαζος |
| 370 | Primary πάντα φέρων καὶ πτηνὰ καὶ ἑρπετὰ θηρία γαίης. |
| 371 | Primary ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ |
| 372 | Primary ἠὲ γυνή· μακάρων *κενεήφατος ὅσσον ἄγραυλος*· |
| 373 | Primary εὐνομίη γὰρ πᾶσα ἀπ᾽ οὐρανοῦ ἀστερόεντος |
| 374 | Primary ἥξει ἐπ᾽ ἀνθρώπους ἠδ᾽ εὐδικίη, μετὰ δ᾽ αὐτῆς |
| 375 | Primary ἡ πάντων προφέρουσα βροτοῖς ὁμόνοια σαόφρων |
| 376 | Primary καὶ στοργὴ πίστις φιλίη ξείνων ἄπο καὐτῶν |
| 377 | Primary *ἠδέ τε δυσνομίη μῶμος φθόνος ὀργὴ ἄνοια |
| 378 | Primary φεύξετ᾽ ἀπ᾽ ἀνθρώπων πενίη· καὶ φεύξετ᾽ ἀνάγκη* |
| 379 | Primary καὶ φόνος οὐλόμεναί τ᾽ ἔριδες, καὶ νείκεα λυγρά |
| 380 | Primary καὶ νυκτοκλοπίαι καὶ πᾶν κακὸν ἤμασι κείνοις. |
| 381 | Primary ἀλλὰ Μακηδονίη βαρὺ τέξεται Ἀσίδι πῆμα, |
| 382 | Primary Εὐρώπῃ δὲ μέγιστον ἀνασταχυώσεται ἄλγος |
| 383 | Primary ἐκ γενεῆς Κρονίδαο νόθων δούλων τε γενέθλης. |
| 384 | Primary κείνη καὶ Βαβυλῶνα πόλιν δεδομήσετ᾽ ἐρυμνήν, |
| 385 | Primary καὶ πάσης ὁπόσην ἐπιδέρκεται ἠέλιος γῆν |
| 386 | Primary δεσπότις αὐδηθεῖσα κακαῖς ἄτῃσιν ὀλεῖται |
| 387 | Primary οὔνομ᾽ ἐν ὀψιγόνοισι πολυπλάγκτοισιν ἔχουσα. |
| 388 | Primary ἥξει καί ποτ᾽ ἄπιστος ἐς Ἀσίδος ὄλβιον οὖδας |
| 389 | Primary ἀνὴρ πορφυρέην λώπην ἐπιειμένος ὤμοις |
| 390 | Primary ἄγριος ἀλλοδίκης φλογόεις· ἤγειρε γὰρ αὐτοῦ |
| 391 | Primary πρόσθε κεραυνὸς φῶτα· κακὸν δ᾽ Ἀσίη ζυγὸν ἕξει |
| 392 | Primary πᾶσα, πολὺν δὲ χθὼν πίεται φόνον ὀμβρηθεῖσα. |
| 393 | Primary ἀλλὰ καὶ ὣς πανάιστον ἅπαντ᾽ Ἀίδης θεραπεύσει· |
| 394 | Primary ὧν δή περ γενεὴν αὐτὸς θέλει ἐξαπολέσσαι, |
| 395 | Primary ἐκ τῶν δὴ γενεῆς κείνου γένος ἐξαπολεῖται· |
| 396 | Primary ῥίζαν ἴαν γε διδούς, ἣν καὶ κόψει βροτολοιγός |
| 397 | Primary ἐκ δέκα δὴ κεράτων, *παρὰ δὴ φυτὸν ἄλλο φυτεύσει,* |
| 398 | Primary κόψει πορφυρέης γενεῆς γενετῆρα μαχητήν |
| 399 | Primary καὐτὸς ὑφ᾽ *υἱῶν ὧν ἐς ὁμόφρονα αἴσιον ἄρρης* |
| 400 | Primary φθεῖται· καὶ τότε δὴ παραφυόμενον κέρας ἄρξει. |
| 401 | Primary ἔσται καὶ Φρυγίῃ δὲ φερεσβίῳ αὐτίκα τέκμαρ, |
| 402 | Primary ὁππότε κεν Ῥείης μιαρὸν γένος ἐν χθονὶ κῦμα |
| 403 | Primary ἀέναον ῥίζῃσιν ἀδιψήτοισι τεθηλός |
| 404 | Primary αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται |
| 405 | Primary ἐν πόλει αὐτάνδρῳ σεισίχθονος ἐννοσιγαίου, |
| 406 | Primary ἥν ποτε φημίξουσιν ἐπωνυμίην Δορύλαιον |
| 407 | Primary ἀρχαίης Φρυγίης πολυδακρύτοιο κελαινῆς. |
| 408 | Primary ἔστ᾽ ἄρα καιρὸς ἐκεῖνος ἐπωνυμίην ἐνοσίχθων |
| 409 | Primary κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει. |
| 410 | Primary σήματα δ᾽ οὐκ ἀγαθοῖο, κακοῖο δὲ φύσεται ἀρχή. |
| 411 | Primary παμφύλου πολέμοιο δαήμονας ἕξει ἄνακτας, |
| 412 | Primary Αἰνεάδας *διδούς* αὐτόχθονος, ἐγγενὲς αἷμα. |
| 413 | Primary ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς. |
| 414 | Primary Ἴλιον, οἰκτείρω σε· κατὰ Σπάρτην γὰρ Ἐρινύς |
| 415 | Primary βλαστήσει περικαλλὲς ἀείφατον ἔρνος ἄριστον |
| 416 | Primary Ἀσίδος Εὐρώπης τε πολυσπερὲς οἶδμα λιποῦσα· |
| 417 | Primary σοὶ δὲ μάλιστα γόους μόχθους στοναχάς τε φέρουσα |
| 418 | Primary θήσει· ἀγήρατον δ᾽ ἔσται κλέος ἐσσομένοισιν. |
| 419 | Primary καί τις ψευδογράφος πρέσβυς βροτὸς ἔσσεται αὖτις |
| 420 | Primary ψευδόπατρις· δύσει δὲ φάος ἐν ὀπῇσιν ἑῇσιν· |
| 421 | Primary νοῦν δὲ πολὺν καὶ ἔπος διανοίαις ἔμμετρον ἕξει, |
| 422 | Primary οὐνόμασιν δυσὶ μισγόμενον· Χῖον δὲ καλέσσει |
| 423 | Primary αὑτὸν καὶ γράψει τὰ κατ᾽ Ἴλιον, οὐ μὲν ἀληθῶς, |
| 424 | Primary ἀλλὰ σοφῶς· ἐπέων γὰρ ἐμῶν μέτρων τε κρατήσει· |
| 425 | Primary πρῶτος γὰρ χείρεσσιν ἐμὰς βίβλους ἀναπλώσει· |
| 426 | Primary αὐτὸς δ᾽ αὖ μάλα κοσμήσει πολέμοιο κορυστάς, |
| 427 | Primary Ἕκτορα Πριαμίδην καὶ Ἀχιλλέα Πηλείωνα |
| 428 | Primary τούς τ᾽ ἄλλους, ὁπόσοις πολεμήια ἔργα μέμηλεν. |
| 429 | Primary καί γε θεοὺς τούτοισι παρίστασθαί γε ποιήσει, |
| 430 | Primary ψευδογραφῶν κατὰ πάντα τρόπον, μέροπας κενοκράνους. |
| 431 | Primary καὶ θανέειν μᾶλλον τοῖσιν κλέος ἔσσεται εὐρύ |
| 432 | Primary Ἰλίῳ· ἀλλὰ καὶ αὐτὸς ἀμοιβαῖα δέξεται ἔργα. |
| 433 | Primary καὶ Λυκίῃ Λοκροῖο γένος κακὰ πολλὰ φυτεύσει. |
| 434 | Primary Χαλκηδὼν στεινοῖο πόρον πόντοιο λαχοῦσα, |
| 435 | Primary καί σε μολών ποτε παῖς Αἰτώλιος ἐξεναρίξει. |
| 436 | Primary Κύζικε, καί σοι πόντος ἀπορρήξει βαρὺν ὄλβον. |
| 437 | Primary καὶ σύ ποτ᾽ *Ἄρη, Βυζάντιον Ἀσίδι στέρξῃ*, |
| 438 | Primary καὶ δὴ καὶ στοναχὰς λήψῃ καὶ ἀνήριθμον αἷμα. |
| 439 | Primary καὶ Κράγος ὑψηλὸν Λυκίης ὄρος, ἐκ κορυφάων |
| 440 | Primary χάσματ᾽ ἀνοιγομένης πέτρης κελαρύξεται ὕδωρ, |
| 441 | Primary μέχρι κε καὶ Πατάρων μαντήια σήματα παύσῃ. |
| 442 | Primary Κύζικος, οἰκήτειρα Προποντίδος οἰνοπόλοιο, |
| 443 | Primary Ῥύνδακος ἀμφί σε κῦμα κορυσσόμενον σμαραγήσει. |
| 444 | Primary καὶ σύ, Ῥόδος, πουλὺν μὲν ἀδούλωτος χρόνον ἔσσῃ, |
| 445 | Primary ἡμερίη θυγάτηρ, πουλὺς δέ τοι ὄλβος ὄπισθεν |
| 446 | Primary ἔσσεται, ἐν πόντῳ δ᾽ ἕξεις κράτος ἔξοχον ἄλλων. |
| 447 | Primary ἀλλὰ μεταῦτις ἕλωρ ἔσῃ ἀνθρώποισιν ἐρασταῖς |
| 448 | Primary κάλλεσιν ἠδ᾽ ὄλβῳ· δεινὸν ζυγὸν αὐχένι θήσῃ. |
| 449 | Primary Λύδιος αὖ σεισμὸς δὲ τὰ Περσίδος ἐξεναρίξει, |
| 450 | Primary Εὐρώπης Ἀσίης τελέων ῥίγιστά περ ἄλγη. |
| 451 | Primary Σιδονίων δ᾽ ὀλοὸς βασιλεὺς καὶ *φύλοπις ἄλλων |
| 452 | Primary ποντοπόρον σαμίοις ὀλοὸν δ᾽ ἵξουσιν ὄλεθρον*. |
| 453 | Primary *αἵματι μὲν δάπεδον* κελαρύξεται εἰς ἅλα φωτῶν |
| 454 | Primary ὀλλυμένων ἄλοχοι δὲ σὺν ἀγλαοφαρέσι κούραις |
| 455 | Primary ὕβριν ἀεικελίην ἰδίην ἀποθωΰξουσιν, |
| 456 | Primary ταὶ μὲν ὑπὲρ *νεκύων*, ταὶ δ᾽ ὀλλυμένων ὑπὲρ υἱῶν. |
| 457 | Primary σημεῖον Κύπρου· σεισμὸς φθίσει δὲ φάραγγας |
| 458 | Primary καὶ πολλὰς ψυχὰς Ἀίδης ὁμοθυμαδὸν ἕξει. |
| 459 | Primary Τράλλις δ᾽ ἡ γείτων Ἐφέσου σεισμῷ καταλύσει |
| 460 | Primary τείχεά τ᾽ εὐποίητ᾽ ἀνδρῶν τε λεὼν βαρυθύμων· |
| 461 | Primary ὀμβρήσει δέ τε γαῖα ὕδωρ ζεστόν, ποτὶ δ᾽ αὐτῆς |
| 462 | Primary γαῖα βαρυνομένη πίεται· ὀσμὴ δέ τε θείου. |
| 463 | Primary Καὶ Σάμος ἐν καιρῷ βασιλήια δώματα τεύξει. |
| 464 | Primary Ἰταλίη, σοὶ δ᾽ οὔτις Ἄρης ἀλλότριος ἥξει, |
| 465 | Primary ἀλλ᾽ ἐμφύλιον αἷμα πολύστονον οὐκ ἀλαπαδνόν |
| 466 | Primary πουλυθρύλλητόν τε ἀναιδέα σε κεραΐξει. |
| 467 | Primary καὶ δ᾽ αὐτὴ θερμῇσι παρὰ σποδιῇσι ταθεῖσα, |
| 468 | Primary ἀπροϊδῆ στήθεσσιν ἑοῖς ἐναρίξεαι αὐτήν. |
| 469 | Primary ἔσσῃ δ᾽ οὐκ ἀγαθῶν μήτηρ, θηρῶν δὲ τιθήνη. |
| 470 | Primary ἀλλ᾽ ὅτ᾽ ἀπ᾽ Ἰταλίης λυμήτης ἵξεται ἀνήρ, |
| 471 | Primary τῆμος, Λαοδίκεια, καταπρηνὴς ἐριποῦσα, |
| 472 | Primary Καρῶν ἀγλαὸν ἄστυ Λύκου παρὰ θέσκελον ὕδωρ, |
| 473 | Primary σιγήσεις μεγάλαυχον ἀποιμώξασα τοκῆα. |
| 474 | Primary Θρήικες δὲ Κρόβυζοι ἀναστήσονται ἀν᾽ Αἷμον. |
| 475 | Primary Καμπανοῖς ἄραβος πέλεται διὰ τὸν *πολύκαρπον* |
| 476 | Primary λιμόν· πουλυετεῖς δὲ [ἀποιμώξασα τοκῆα]. |
| 477 | Primary Κύρνος καὶ Σαρδὼ μεγάλαις χειμῶνος ἀέλλαις |
| 478 | Primary καὶ πληγαῖς ἁγίοιο θεοῦ κατὰ βένθεα πόντου |
| 479 | Primary δύσονται κατὰ κῦμα θαλασσείοις τεκέεσσιν. |
| 480 | Primary αἰαῖ, παρθενικὰς ὁπόσας νυμφεύσεται Ἅιδης, |
| 481 | Primary κούρους δ᾽ ἀκτερέας { ὁπόσους } βυθὸς ἀμφιπολεύσει· |
| 482 | Primary αἰαῖ νήπια τέκν᾽ ἁλινηχέα καὶ βαρὺν ὄλβον. |
| 483 | Primary Μυσῶν γαῖα μάκαιρα, γένος βασιλήιον ἄφνω |
| 484 | Primary *τεύξεται. οὐ μὴν πουλὺν ἐπὶ χρόνον ἔσσετ᾽ ἀληθῶς |
| 485 | Primary Καρχηδών*. Γαλάταις δὲ πολύστονος ἔσσεται οἶκτος. |
| 486 | Primary ἥξει καὶ Τενέδῳ κακὸν ἔσχατον, ἀλλὰ μέγιστον. |
| 487 | Primary καὶ Σικυὼν χάλκειος ὑλάγμασι καὶ σέ, Κόρινθε, |
| 488 | Primary αὐχήσει ἐπὶ πᾶσιν· ἴσον δὲ βοήσεται αὐλός. ⁂ |
| 489 | Primary ἡνίκα δή μοι θυμὸς ἐπαύσατο ἔνθεον ὕμνον, |
| 490 | Primary καὶ πάλι μοι μεγάλοιο θεοῦ φάτις ἐν στήθεσσιν |
| 491 | Primary ἵστατο καί μ᾽ ἐκέλευσε προφητεῦσαι κατὰ γαῖαν. |
| 492 | Primary αἰαῖ Φοινίκων γένει ἀνδρῶν ἠδὲ γυναικῶν, |
| 493 | Primary καὶ πάσαις πόλεσιν παραλίαις, οὐδεμί᾽ ὑμῶν |
| 494 | Primary πρὸς φάος ἠελίοιο παρέσσεται ἐν φαῒ κοινῷ, |
| 495 | Primary οὐδ᾽ ἔτι τῆς ζωῆς ἀριθμὸς καὶ φῦλον ἔτ᾽ ἔσται |
| 496 | Primary ἀντ᾽ ἀδίκου γλώττης ἀνόμου τε βίου καὶ ἀνάγνου, |
| 497 | Primary ὃν κατέτριψαν πάντες ἀνοίγοντες στόμ᾽ ἄναγνον, |
| 498 | Primary καὶ δεινοὺς διέθεντο λόγους ψευδεῖς τ᾽ ἀδίκους τε |
| 499 | Primary κἄστησαν κατέναντι θεοῦ μεγάλου βασιλῆος |
| 500 | Primary κἤνοιξαν ψευδῶς μυσαρὸν στόμα. τοὔνεκ᾽ ἄρ᾽ αὐτούς |
| 501 | Primary ἐκπάγλως πληγαῖσι δαμάσσειεν παρὰ πᾶσαν |
| 502 | Primary γαῖαν καὶ πικρὴν μοίρην πέμψει θεὸς αὐτοῖς |
| 503 | Primary ἐξ ἐδάφους φλέξας πόλιας καὶ πολλὰ θέμεθλα. |
| 504 | Primary αἰαῖ σοι, Κρήτη πολυώδυνε, εἴς σέ περ ἥξει |
| 505 | Primary πληγὴ καὶ φοβερὰ αἰώνιος *ἐξαλαπάξει*, |
| 506 | Primary καί σε καπνιζομένην πᾶσα χθὼν ὄψεται αὖτις |
| 507 | Primary κοὔ σε δι᾽ αἰῶνος λείψει πῦρ, ἀλλὰ καήσῃ. |
| 508 | Primary αἰαῖ σοι, Θρῄκη, ζυγὸν ὡς εἰς δούλιον ἥξεις· |
| 509 | Primary ἡνίκα σύμμικτοι Γαλάται τοῖς Δαρδανίδαισιν |
| 510 | Primary Ἑλλάδ᾽ ἐπεσσυμένως πορθέοντες, *τότε σοι κακὸν ἔσται*, |
| 511 | Primary γαίῃ δ᾽ ἀλλοτρίῃ δώσεις -.-. οὐδέ τι λήψῃ. |
| 512 | Primary αἰαῖ *σοι Γὼγ καὶ πᾶσιν ἐφεξῆς ἅμα Μαγώγ |
| 513 | Primary μαρσῶν ἠδ᾽ ἀγγὼν ὅσα σοι κακὰ μοῖρα πελάζει*, |
| 514 | Primary [πολλὰ δὲ] καὶ Λυκίων υἱοῖς Μυσῶν τε Φρυγῶν τε. |
| 515 | Primary πολλὰ δὲ Παμφύλων ἔθνη Λυδῶν τε πεσεῖται |
| 516 | Primary Μαύρων τ᾽ Αἰθιόπων τε καὶ ἐθνῶν βαρβαροφώνων |
| 517 | Primary Καππαδοκῶν τ᾽ Ἀράβων τε· τί δὴ κατὰ μοῖραν ἕκαστον |
| 518 | Primary ἐξαυδῶ; πᾶσιν γάρ, ὅσοι χθόνα ναιετάουσιν, |
| 519 | Primary Ὕψιστος δεινὴν ἐπιπέμψει ἔθνεσι πληγήν. |
| 520 | Primary Ἕλλησιν δ᾽ ὁπόταν πολὺ βάρβαρον ἔθνος ἐπέλθῃ, |
| 521 | Primary πολλὰ μὲν ἐκλεκτῶν ἀνδρῶν ὀλέσειε κάρηνα· |
| 522 | Primary πολλὰ δὲ πίονα μῆλα βροτῶν διαδηλήσονται |
| 523 | Primary ἵππων θ᾽ ἡμιόνων τε βοῶν τ᾽ ἀγέλας ἐριμύκων· |
| 524 | Primary δώματά τ᾽ εὐποίητα πυρὶ φλέξουσιν ἀθέσμως· |
| 525 | Primary πολλὰ δὲ σώματα δοῦλα πρὸς ἄλλην γαῖαν ἀνάγκῃ |
| 526 | Primary ἄξουσιν καὶ τέκνα βαθυζώνους τε γυναῖκας |
| 527 | Primary ἐκ θαλάμων ἁπαλὰς τρυφεροῖς ποσὶ πρόσθε πεσούσας· |
| 528 | Primary ὄψονται δεσμοῖσιν ὑπ᾽ ἐχθρῶν βαρβαροφώνων |
| 529 | Primary πᾶσαν ὕβριν δεινὴν πάσχοντας· κοὐκ ἔσετ᾽ αὐτοῖς |
| 530 | Primary μικρὸν ἐπαρκέσσων πόλεμον ζωῆς τ᾽ ἐπαρωγός. |
| 531 | Primary ὄψονταί τ᾽ ἰδίας κτήσεις καὶ πλοῦτον ἅπαντα |
| 532 | Primary ἐχθρὸν καρπίζοντα· τρόμος δ᾽ ὑπὸ γούνασιν ἔσται. |
| 533 | Primary φεύξονται δ᾽ ἑκατόν, εἷς δ᾽ αὐτοὺς πάντας ὀλέσσει· |
| 534 | Primary πέντε δὲ κινήσουσι βαρὺν χόλον· οἳ δὲ πρὸς αὐτούς |
| 535 | Primary αἰσχρῶς φυρόμενοι πολέμῳ δεινῷ τε κυδοιμῷ |
| 536 | Primary οἴσουσιν ἐχθροῖσι χαράν, Ἕλλησι δὲ πένθος. |
| 537 | Primary δούλειος δ᾽ ἄρα — ζυγὸς ἔσσεται Ἑλλάδι πάσῃ· |
| 538 | Primary πᾶσι δ᾽ ὁμοῦ πόλεμός τε βροτοῖς καὶ λοιμὸς ἐπέσται, |
| 539 | Primary χάλκειόν τε μέγαν τεύξει θεὸς οὐρανὸν ὑψοῦ |
| 540 | Primary ἀβροχίην τ᾽ ἐπὶ γαῖαν ὅλην, αὐτὴν δὲ σιδηρᾶν. |
| 541 | Primary αὐτὰρ ἔπειτα βροτοὶ δεινῶς κλαύσουσιν ἅπαντες |
| 542 | Primary ἀσπορίην καὶ ἀνηροσίην· καὶ πῦρ ἐπὶ γαίης |
| 543 | Primary κατθήσει *πολὺν ἱστὸν*, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν· |
| 544 | Primary πάντων δ᾽ ἀνθρώπων τὸ τρίτον μέρος ἔσσεται αὖτις. |
| 545 | Primary Ἑλλὰς δή, τί πέποιθας ἐπ᾽ ἀνδράσιν ἡγεμόνεσσιν |
| 546 | Primary θνητοῖς, οἷς οὐκ ἔστι φυγεῖν θανάτοιο τελευτήν; |
| 547 | Primary πρὸς τί τε δῶρα μάταια καταφθιμένοισι πορίζεις |
| 548 | Primary θύεις τ᾽ εἰδώλοις; τίς τοι πλάνον ἐν φρεσὶ θῆκεν |
| 549 | Primary ταῦτα τελεῖν προλιποῦσα θεοῦ μεγάλοιο πρόσωπον; |
| 550 | Primary οὔνομα παγγενέταο σέβας δ᾽ ἔχε, μηδὲ λάθῃ σε. |
| 551 | Primary χίλια δ᾽ ἔστ᾽ ἔτεα καὶ πένθ᾽ ἑκατοντάδες ἄλλαι, |
| 552 | Primary ἐξ οὗ δὴ βασίλευσαν ὑπερφίαλοι βασιλῆες |
| 553 | Primary Ἑλλήνων, οἳ πρῶτα βροτοῖς κακὰ ἡγεμόνευσαν, |
| 554 | Primary πολλὰ θεῶν εἴδωλα καταφθιμένων *θανεόντων*, |
| 555 | Primary ὧν ἕνεκεν τὰ μάταια φρονεῖν ὑμῖν ὑπεδείχθη. |
| 556 | Primary ἀλλ᾽ ὁπόταν μεγάλοιο θεοῦ χόλος ἔσσεται ὑμῖν, |
| 557 | Primary δὴ τότ᾽ ἐπιγνώσεσθε θεοῦ μεγάλοιο πρόσωπον. |
| 558 | Primary πᾶσαι δ᾽ ἀνθρώπων ψυχαὶ μεγάλα στενάχουσαι |
| 559 | Primary ἄντα πρὸς οὐρανὸν εὐρὺν ἀνασχόμεναι χέρας αὐτῶν |
| 560 | Primary ἄρξονται βασιλῆα μέγαν ἐπαμύντορα κλῄζειν |
| 561 | Primary καὶ ζητεῖν ῥυστῆρα χόλου μεγάλοιο, τίς ἔσται. |
| 562 | Primary ἀλλ᾽ ἄγε καὶ μάθε τοῦτο καὶ ἐν φρεσὶ κάτθεο σῇσιν, |
| 563 | Primary ὅσσα περιπλομένων ἐνιαυτῶν κήδεα ἔσται. ― |
| 564 | Primary *καὶ τοὺς ἑλλὰς ἔρεξε* βοῶν ταύρων τ᾽ ἐριμύκων |
| 565 | Primary πρὸς ναὸν μεγάλοιο θεοῦ ὁλοκαρπώσασα, |
| 566 | Primary ἐκφεύξῃ πολέμοιο δυσηχέος ἠδὲ φόβοιο |
| 567 | Primary καὶ λοιμοῦ καὶ δοῦλον ὑπεκφεύξῃ ζυγὸν αὖτις. |
| 568 | Primary ἀλλὰ μέχρις γε τοσοῦδ᾽ ἀσεβῶν γένος ἔσσεται ἀνδρῶν, |
| 569 | Primary ὁππότε κεν τοῦτο προλάβῃ τέλος αἴσιμον ἦμαρ. |
| 570 | Primary οὐ γὰρ μὴ θύσητε θεῷ, μέχρι πάντα γένηται· |
| 571 | Primary ὅσσα θεός γε μόνος βουλεύσεται, οὐκ ἀτέλεστα. |
| 572 | Primary πάντα τελεσθῆναι κρατερὴ δ᾽ ἐπικείσετ᾽ ἀνάγκη. |
| 573 | Primary εὐσεβέων ἀνδρῶν ἱερὸν γένος ἔσσεται αὖτις, |
| 574 | Primary βουλαῖς ἠδὲ νόῳ προσκείμενοι Ὑψίστοιο, |
| 575 | Primary οἳ ναὸν μεγάλοιο θεοῦ περικυδανέουσιν |
| 576 | Primary λοιβῇ τε κνίσσῃ τ᾽ ἠδ᾽ αὖθ᾽ ἱεραῖς ἑκατόμβαις |
| 577 | Primary ταύρων ζατρεφέων θυσίαις κριῶν τε τελείων |
| 578 | Primary πρωτοτόκων ὀίων τε καὶ ἀρνῶν πίονα μῆλα |
| 579 | Primary βωμῷ ἐπὶ μεγάλῳ ἁγίως ὁλοκαρπεύοντες. |
| 580 | Primary ἐν δὲ δικαιοσύνῃ νόμου Ὑψίστοιο λαχόντες |
| 581 | Primary ὄλβιοι οἰκήσουσι πόλεις καὶ πίονας ἀγρούς, |
| 582 | Primary αὐτοὶ δ᾽ ὑψωθέντες ὑπ᾽ ἀθανάτοιο προφῆται |
| 583 | Primary *καὶ* μέγα χάρμα βροτοῖς πάντεσσι φέροντες. |
| 584 | Primary μούνοις γάρ σφιν δῶκε θεὸς μέγας εὔφρονα βουλήν |
| 585 | Primary καὶ πίστιν καὶ ἄριστον ἐνὶ στήθεσσι νόημα· |
| 586 | Primary οἵτινες οὐκ ἀπάτῃσι κεναῖς οὐδ᾽ ἔργ᾽ ἀνθρώπων |
| 587 | Primary χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδ᾽ ἐλέφαντος |
| 588 | Primary καὶ ξυλίνων λιθίνων τε θεῶν εἴδωλα καμόντων |
| 589 | Primary πήλινα μιλτόχριστα ζῳογραφίας τυποειδεῖς |
| 590 | Primary τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ |
| 591 | Primary ἀλλὰ γὰρ ἀείρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς |
| 592 | Primary ὄρθριοι ἐξ εὐνῆς αἰεὶ χρόα ἁγνίζοντες |
| 593 | Primary ὕδατι καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα |
| 594 | Primary ἀθάνατον καὶ ἔπειτα γονεῖς· μέγα δ᾽ ἔξοχα πάντων |
| 595 | Primary ἀνθρώπων ὁσίης εὐνῆς μεμνημένοι εἰσίν· |
| 596 | Primary κοὐδὲ πρὸς ἀρσενικοὺς παῖδας μίγνυνται ἀνάγνως, |
| 597 | Primary ὅσσα τε Φοίνικες Αἰγύπτιοι ἠδὲ Λατῖνοι |
| 598 | Primary Ἑλλάς τ᾽ εὐρύχορος καὶ ἄλλων ἔθνεα πολλά |
| 599 | Primary Περσῶν καὶ Γαλατῶν πάσης τ᾽ Ἀσίης παραβάντες |
| 600 | Primary ἀθανάτοιο θεοῦ ἁγνὸν νόμον *ὃν παρέβησαν* |
| 601 | Primary ἀνθ᾽ ὧν ἀθάνατος θήσει πάντεσσι βροτοῖσιν |
| 602 | Primary ἄτην καὶ λιμὸν καὶ πήματά τε στοναχάς τε |
| 603 | Primary καὶ πόλεμον καὶ λοιμὸν ἰδ᾽ ἄλγεα δακρυόεντα· |
| 604 | Primary οὕνεκεν ἀθάνατον γενέτην πάντων ἀνθρώπων |
| 605 | Primary οὐκ ἔθελον τιμᾶν ὁσίως, εἴδωλα δ᾽ ἐτίμων |
| 606 | Primary χειροποίητα σέβοντες, ἃ ῥίψουσιν βροτοὶ αὐτοί |
| 607 | Primary ἐν σχισμαῖς πετρῶν κατακρύψαντες δι᾽ ὄνειδος, |
| 608 | Primary ὁππόταν Αἰγύπτου βασιλεὺς νέος ἕβδομος ἄρχῃ |
| 609 | Primary τῆς ἰδίης γαίης ἀριθμούμενος ἐξ Ἑλλήνων |
| 610 | Primary ἀρχῆς, ἧς ἄρξουσι Μακηδόνες ἄσπετοι ἄνδρες· |
| 611 | Primary ἔλθῃ δ᾽ ἐξ Ἀσίης βασιλεὺς μέγας, αἰετὸς αἴθων, |
| 612 | Primary ὃς πᾶσαν σκεπάσει γαῖαν πεζῶν τε καὶ ἱππέων, |
| 613 | Primary πάντα δὲ συγκόψει καὶ πάντα κακῶν ἀναπλήσει· |
| 614 | Primary ῥίψει δ᾽ Αἰγύπτου βασιλήιον· ἐκ δέ τε πάντα |
| 615 | Primary κτήμαθ᾽ ἑλὼν ἐποχεῖται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης. |
| 616 | Primary καὶ τότε δὴ κάμψουσι θεῷ μεγάλῳ βασιλῆι |
| 617 | Primary ἀθανάτῳ γόνυ λευκὸν ἐπὶ χθονὶ πουλυβοτείρῃ· |
| 618 | Primary ἔργα δὲ χειροποίητα πυρὸς φλογὶ πάντα πεσεῖται. |
| 619 | Primary καὶ τότε δὴ χάρμην μεγάλην θεὸς ἀνδράσι δώσει· |
| 620 | Primary καὶ γὰρ γῆ καὶ δένδρα καὶ ἄσπετα ποίμνια μήλων |
| 621 | Primary δώσουσιν καρπὸν τὸν ἀληθινὸν ἀνθρώποισιν |
| 622 | Primary οἴνου καὶ μέλιτος γλυκεροῦ λευκοῦ τε γάλακτος |
| 623 | Primary καὶ σίτου, ὅπερ ἐστὶ βροτοῖς κάλλιστον ἁπάντων. |
| 624 | Primary ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε, |
| 625 | Primary ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο. |
| 626 | Primary θῦε θεῷ ταύρων ἑκατοντάδας ἠδὲ καὶ ἀρνῶν |
| 627 | Primary πρωτοτόκων αἰγῶν τε περιπλομέναισιν ἐν ὥραις. |
| 628 | Primary ἀλλά μιν ἱλάσκου, θεὸν ἄμβροτον, αἴ κ᾽ ἐλεήσῃ. |
| 629 | Primary αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτ᾽ ἄλλος. |
| 630 | Primary τὴν δὲ δικαιοσύνην τίμα καὶ μηδένα θλῖβε. |
| 631 | Primary ταῦτα γὰρ ἀθάνατος κέλεται δειλοῖσι βροτοῖσιν. |
| 632 | Primary ἀλλὰ σὺ τοῦ μεγάλοιο θεοῦ μήνιμα φύλαξαι, |
| 633 | Primary ὁππότε κεν πάντεσσι βροτοῖς λοιμοῖο τελευτή |
| 634 | Primary ἔλθῃ καὶ φοβεροῖο δίκης {τε}τύχωσι δαμέντες, |
| 635 | Primary καὶ βασιλεὺς βασιλῆα λάβῃ χώραν τ᾽ ἀφέληται, |
| 636 | Primary ἔθνη δ᾽ ἔθνεα πορθήσῃ καὶ φῦλα δυνάσται, |
| 637 | Primary ἡγεμόνες δὲ φύγωσιν ἐς ἄλλην γαῖαν ἅπαντες, |
| 638 | Primary *ἀλλαχθῇ δέ τε γαῖα βροτῶν καὶ βάρβαρος ἀρχή |
| 639 | Primary Ἑλλάδα πορθήσῃ πᾶσαν καὶ πίονα γαῖαν |
| 640 | Primary ἐξαρύσῃ πλούτοιο καὶ ἀντίον εἰς ἔριν αὐτῶν |
| 641 | Primary ἔλθωσιν χρυσοῦ τε καὶ ἀργύρου εἵνεκεν· ἔσται |
| 642 | Primary ἡ φιλοχρημοσύνη κακὰ ποιμαίνουσα πόλεσσιν.* |
| 643 | Primary χώρῃ ἐν ἀλλοτρίῃ, ἄταφοι δὲ ἅπαντες ἔσονται, |
| 644 | Primary καὶ τῶν μὲν γῦπές τε καὶ ἄγρια θηρία γαίης |
| 645 | Primary σάρκας δηλήσονται· ἐπὰν δὴ ταῦτα τελεσθῇ, |
| 646 | Primary λείψανα γαῖα πέλωρος ἀναλώσειε θανόντων. |
| 647 | Primary αὐτὴ δ᾽ ἄσπαρτος καὶ ἀνήροτος ἔσται ἅπασα |
| 648 | Primary κηρύσσουσα τάλαινα μύσος μυρίων ἀνθρώπων· ― |
| 649 | Primary πολλὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν |
| 650 | Primary πέλτας καὶ θυρεοὺς γαισοὺς παμποίκιλά θ᾽ ὅπλα· |
| 651 | Primary οὐδὲ μὲν ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν. |
| 652 | Primary καὶ τότ᾽ ἀπ᾽ ἠελίοιο θεὸς πέμψει βασιλῆα, |
| 653 | Primary ὃς πᾶσαν γαῖαν παύσει πολέμοιο κακοῖο, |
| 654 | Primary οὓς μὲν ἄρα κτείνας, οἷς δ᾽ ὅρκια πιστὰ τελέσσας. |
| 655 | Primary οὐδέ γε ταῖς ἰδίαις βουλαῖς τάδε πάντα ποιήσει, |
| 656 | Primary ἀλλὰ θεοῦ μεγάλοιο πιθήσας δόγμασιν ἐσθλοῖς. ― |
| 657 | Primary ναὸς δ᾽ αὖ μεγάλοιο θεοῦ περικαλλέι πλούτῳ |
| 658 | Primary βεβριθώς, χρυσῷ τε καὶ ἀργύρῳ ἠδέ τε κόσμῳ |
| 659 | Primary πορφυρέῳ· καὶ γαῖα τελεσφόρος ἠδὲ θάλασσα |
| 660 | Primary τῶν ἀγαθῶν πλήθουσα. καὶ ἄρξονται βασιλῆες |
| 661 | Primary ἀλλήλοις *κοτέειν ἐπαμύνοντες κακὰ θυμῷ*· |
| 662 | Primary ὁ φθόνος οὐκ ἀγαθὸν πέλεται δειλοῖσι βροτοῖσιν. |
| 663 | Primary ἀλλὰ πάλιν βασιλῆες ἐθνῶν ἐπὶ τήνδε γε γαῖαν |
| 664 | Primary ἀθρόοι ὁρμήσονται ἑαυτοῖς κῆρα φέροντες· |
| 665 | Primary σηκὸν γὰρ μεγάλοιο θεοῦ καὶ φῶτας ἀρίστους |
| 666 | Primary πορθεῖν βουλήσονται, ὁπηνίκα γαῖαν ἵκωνται. |
| 667 | Primary θήσουσιν κύκλῳ πόλεως μιαροὶ βασιλῆες |
| 668 | Primary τὸν θρόνον αὐτοῦ ἕκαστος ἔχων καὶ λαὸν ἀπειθῆ. |
| 669 | Primary καί ῥα θεὸς φωνῇ μεγάλῃ πρὸς πάντα λαλήσει |
| 670 | Primary λαὸν ἀπαίδευτον κενεόφρονα, καὶ κρίσις αὐτοῖς |
| 671 | Primary ἔσσεται ἐκ μεγάλοιο θεοῦ, καὶ πάντες ὀλοῦνται |
| 672 | Primary χειρὸς ἀπ᾽ ἀθανάτοιο· ἀπ᾽ οὐρανόθεν δὲ πεσοῦνται |
| 673 | Primary ῥομφαῖαι πύρινοι κατὰ γαῖαν· λαμπάδες, αὐγαί |
| 674 | Primary ἵξονται μεγάλαι λάμπουσαι εἰς μέσον ἀνδρῶν. |
| 675 | Primary γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις |
| 676 | Primary χειρὸς ἀπ᾽ ἀθανάτοιο, καὶ ἰχθύες οἱ κατὰ πόντον |
| 677 | Primary πάντα τε θηρία γῆς ἠδ᾽ ἄσπετα φῦλα πετεινῶν |
| 678 | Primary πᾶσαί τ᾽ ἀνθρώπων ψυχαὶ καὶ πᾶσα θάλασσα |
| 679 | Primary φρίξει ὑπ᾽ ἀθανάτοιο προσώπου καὶ φόβος ἔσται. |
| 680 | Primary ἠλιβάτους κορυφάς τ᾽ ὀρέων βουνούς τε πελώρων |
| 681 | Primary ῥήξει, κυάνεόν τ᾽ ἔρεβος πάντεσσι φανεῖται. |
| 682 | Primary ἠέριαι δὲ φάραγγες ἐν οὔρεσιν ὑψηλοῖσιν |
| 683 | Primary ἔσσονται πλήρεις νεκύων· ῥεύσουσι δὲ πέτραι |
| 684 | Primary αἵματι καὶ πεδίον πληρώσει πᾶσα χαράδρα. |
| 685 | Primary τείχεα δ᾽ εὐποίητα χαμαὶ πεσέονται ἅπαντα |
| 686 | Primary ἀνδρῶν δυσμενέων, ὅτι τὸν νόμον οὐκ ἔγνωσαν |
| 687 | Primary οὐδὲ κρίσιν μεγάλοιο θεοῦ, ἀλλ᾽ ἄφρονι θυμῷ |
| 688 | Primary πάντες ἐφορμηθέντες ἐφ᾽ Ἱερὸν ἤρατε λόγχας. |
| 689 | Primary καὶ κρινεῖ πάντας πολέμῳ θεὸς ἠδὲ μαχαίρῃ |
| 690 | Primary καὶ πυρὶ καὶ ὑετῷ τε κατακλύζοντι· καὶ ἔσται |
| 691 | Primary θεῖον ἀπ᾽ οὐρανόθεν, αὐτὰρ λίθος ἠδὲ χάλαζα |
| 692 | Primary πολλὴ καὶ χαλεπή· θάνατος δ᾽ ἐπὶ τετράποδ᾽ ἔσται. |
| 693 | Primary καὶ τότε γνώσονται θεὸν ἄμβροτον, ὃς τἄδε κρίνει· |
| 694 | Primary οἰμωγή τε καὶ ἀλαλαγμὸς κατ᾽ ἀπείρονα γαῖαν |
| 695 | Primary ἵξεται ὀλλυμένων ἀνδρῶν· καὶ πάντες ἄναγνοι |
| 696 | Primary αἵματι λούσονται· πίεται δέ τε γαῖα καὶ αὐτή |
| 697 | Primary αἵματος ὀλλυμένων, κορέσονται θηρία σαρκῶν. — |
| 698 | Primary αὐτός μοι τάδε πάντα θεὸς μέγας ἀέναός τε |
| 699 | Primary εἶπε προφητεῦσαι· τάδε δ᾽ ἔσσεται οὐκ ἀτέλεστα· |
| 700 | Primary οὐδ᾽ ἀτελεύτητον, ὅ τι κεν μόνον ἐν φρεσὶ θείῃ· |
| 701 | Primary ἄψευστον γὰρ πνεῦμα θεοῦ πέλεται κατὰ κόσμον. |
| 702 | Primary υἱοὶ δ᾽ αὖ μεγάλοιο θεοῦ περὶ ναὸν ἅπαντες |
| 703 | Primary ἡσυχίως ζήσοντ᾽ εὐφραινόμενοι ἐπὶ τούτοις, |
| 704 | Primary οἷς δώσει κτίστης ὁ δικαιοκρίτης τε μόναρχος. |
| 705 | Primary αὐτὸς γὰρ σκεπάσειε μόνος μεγαλωστὶ παραστάς, |
| 706 | Primary κύκλοθεν ὡσεὶ τεῖχος ἔχων πυρὸς αἰθομένοιο. |
| 707 | Primary ἀπτόλεμοι δ᾽ ἔσσονται ἐν ἄστεσιν ἠδ᾽ ἐνὶ χώραις. |
| 708 | Primary οὐ χεὶρ γὰρ πολέμοιο κακοῦ, μάλα δ᾽ ἔσσεται αὐτοῖς |
| 709 | Primary αὐτὸς ὑπέρμαχος ἀθάνατος καὶ χεὶρ Ἁγίοιο. |
| 710 | Primary καὶ τότε δὴ νῆσοι πᾶσαι πόλιές τ᾽ ἐρέουσιν, |
| 711 | Primary ὁππόσον ἀθάνατος φιλέει τοὺς ἄνδρας ἐκείνους. |
| 712 | Primary πάντα γὰρ αὐτοῖσιν συναγωνιᾷ ἠδὲ βοηθεῖ, |
| 713 | Primary οὐρανὸς ἠέλιός τε θεήλατος ἠδὲ σελήνη. |
| 714 | Primary ἡδὺν ἀπὸ στομάτων δὲ λόγον ἄξουσιν ἐν ὕμνοις· |
| 715 | Primary "δεῦτε, πεσόντες ἅπαντες ἐπὶ χθονὶ λισσώμεσθα |
| 716 | Primary ἀθάνατον βασιλῆα, θεὸν μέγαν ἀέναόν τε. |
| 717 | Primary πέμπωμεν πρὸς ναόν, ἐπεὶ μόνος ἐστὶ δυνάστης· |
| 718 | Primary καὶ νόμον ὑψίστοιο θεοῦ φραζώμεθα πάντες, |
| 719 | Primary γαῖα δὲ παγγενέτειρα σαλεύσεται ἤμασι κείνοις |
| 720 | Primary ὅστε δικαιότατος πέλεται πάντων κατὰ γαῖαν. |
| 721 | Primary ἡμεῖς δ᾽ ἀθανάτοιο τρίβου πεπλανημένοι ἦμεν, |
| 722 | Primary ἔργα δὲ χειροποίητα σεβάσμεθα ἄφρονι θυμῷ |
| 723 | Primary εἴδωλα ξόανά τε καταφθιμένων ἀνθρώπων." |
| 724 | Primary ταῦτα βοήσουσιν ψυχαὶ πιστῶν ἀνθρώπων· |
| 725 | Primary ["δεῦτε, θεοῦ κατὰ δῆμον ἐπὶ στομάτεσσι πεσόντες |
| 726 | Primary τέρψωμεν ὕμνοισι θεὸν γενετῆρα κατ᾽ οἴκους, |
| 727 | Primary ἐχθρῶν ὅπλα ποριζόμενοι κατὰ γαῖαν ἅπασαν |
| 728 | Primary ἑπτὰ χρόνων μήκη περιτελλομένων ἐνιαυτῶν, |
| 729 | Primary πέλτας καὶ θυρεοὺς κόρυθας παμποίκιλά θ᾽ ὅπλα, |
| 730 | Primary πολλά τε καὶ τόξων πληθὺν βελέων ἀδίκων τε· |
| 731 | Primary οὐδὲ γὰρ ἐκ δρυμοῦ ξύλα κόψεται εἰς πυρὸς αὐγήν."] |
| 732 | Primary ἀλλά, τάλαιν᾽ Ἑλλάς, ὑπερήφανα παῦε φρονοῦσα· |
| 733 | Primary λίσσεο δ᾽ ἀθάνατον μεγαλήτορα καὶ προφύλαξαι· |
| 734 | Primary στεῖλον μὴ ἐπὶ τήνδε πόλιν {σὸν} λαὸν ἄβουλον, |
| 735 | Primary ὅστε μὴ ἐξ ὁσίης γαίης πέλεται Μεγάλοιο. |
| 736 | Primary μὴ κίνει Καμάριναν· ἀκίνητος γὰρ ἀμείνων· |
| 737 | Primary πάρδαλιν ἐκ κοίτης· μή τοι κακὸν ἀντιβολήσῃ· |
| 738 | Primary ἀλλ᾽ ἀπέχου, μηδ᾽ ἴσχ᾽ ὑπερήφανον ἐν στήθεσσιν |
| 739 | Primary θυμὸν ὑπερφίαλον, στείλας πρὸς ἀγῶνα κραταιόν. |
| 740 | Primary καὶ δούλευε θεῷ μεγάλῳ, ἵνα τῶνδε μετάσχῃς. |
| 741 | Primary ὁππότε δὴ καὶ τοῦτο λάβῃ τέλος αἴσιμον ἦμαρ, |
| 742 | Primary [εἰς δὲ βροτοὺς ἥξει κρίσις ἀθανάτοιο θεοῖο,] |
| 743 | Primary ἥξει ἐπ᾽ ἀνθρώπους μεγάλη κρίσις ἠδὲ καὶ ἀρχή. |
| 744 | Primary γῆ γὰρ παγγενέτειρα βροτοῖς δώσει τὸν ἄριστον |
| 745 | Primary καρπὸν ἀπειρέσιον σίτου οἴνου καὶ ἐλαίου |
| 746 | Primary [αὐτὰρ ἀπ᾽ οὐρανόθεν μέλιτος γλυκεροῦ ποτὸν ἡδύ |
| 747 | Primary δένδρεά τ᾽ ἀκροδρύων καρπὸν καὶ πίονα μῆλα |
| 748 | Primary καὶ βόας ἔκ τ᾽ ὀίων ἄρνας αἰγῶν τε χιμάρους·] |
| 749 | Primary πηγάς τε ῥήξει γλυκερὰς λευκοῖο γάλακτος· |
| 750 | Primary πλήρεις δ᾽ αὖτε πόλεις ἀγαθῶν καὶ πίονες ἀγροί |
| 751 | Primary ἔσσοντ᾽· οὐδὲ μάχαιρα κατὰ χθονὸς οὐδὲ κυδοιμός· |
| 752 | Primary οὐδὲ βαρὺ στενάχουσα σαλεύσεται οὐκέτι γαῖα· |
| 753 | Primary οὐ πόλεμος οὐδ᾽ αὖτε κατὰ χθονὸς αὐχμὸς ἔτ᾽ ἔσται, |
| 754 | Primary οὐ λιμὸς καρπῶν τε κακορρέκτειρα χάλαζα· |
| 755 | Primary ἀλλὰ μὲν εἰρήνη μεγάλη κατὰ γαῖαν ἅπασαν, |
| 756 | Primary καὶ βασιλεὺς βασιλῆι φίλος μέχρι τέρματος ἔσται |
| 757 | Primary αἰῶνος, κοινόν τε νόμον κατὰ γαῖαν ἅπασαν |
| 758 | Primary ἀνθρώποις τελέσειεν ἐν οὐρανῷ ἀστερόεντι |
| 759 | Primary ἀθάνατος, ὅσα πέπρακται δειλοῖσι βροτοῖσιν. |
| 760 | Primary αὐτὸς γὰρ μόνος ἐστὶ θεὸς κοὐκ ἔστιν ἔτ᾽ ἄλλος· |
| 761 | Primary αὐτὸς καὶ πυρὶ φλέξειεν χαλεπῶν γένος ἀνδρῶν. |
| 762 | Primary ἀλλὰ κατασπεύσαντες ἑὰς φρένας ἐν στήθεσσιν, |
| 763 | Primary φεύγετε λατρείας ἀνόμους, τῷ ζῶντι λάτρευε· |
| 764 | Primary μοιχείας πεφύλαξο καὶ ἄρσενος ἄκριτον εὐνήν· |
| 765 | Primary τὴν δ᾽ ἰδίαν γένναν παίδων τρέφε μηδὲ φόνευε |
| 766 | Primary ταῦτα γὰρ ἀθάνατος κεχολώσεται ὅς κεν ἁμάρτῃ. |
| 767 | Primary καὶ τότε δὴ ἐξεγερεῖ βασιλήιον εἰς αἰῶνας |
| 768 | Primary πάντας ἐπ᾽ ἀνθρώπους, ἅγιον νόμον ὅς ποτ᾽ ἔδωκεν |
| 769 | Primary εὐσεβέσιν, τοῖς πᾶσιν ὑπέσχετο γαῖαν ἀνοίξειν |
| 770 | Primary καὶ κόσμον μακάρων τε πύλας καὶ χάρματα πάντα |
| 771 | Primary καὶ νοῦν ἀθάνατον αἰώνιον εὐφροσύνην τε. |
| 772 | Primary πάσης δ᾽ ἐκ γαίης λίβανον καὶ δῶρα πρὸς οἴκους |
| 773 | Primary οἴσουσιν μεγάλοιο θεοῦ· κοὐκ ἔσσεται ἄλλος |
| 774 | Primary οἶκος ἐπ᾽ ἀνθρώποισι καὶ ἐσσομένοισι πυθέσθαι, |
| 775 | Primary ἀλλ᾽ ὃν ἔδωκε θεὸς πιστοῖς ἄνδρεσσι γεραίρειν. |
| 776 | Primary [υἱὸν γὰρ καλέουσι βροτοὶ μεγάλοιο θεοῖο,] |
| 777 | Primary καὶ πᾶσαι πεδίοιο τρίβοι καὶ τρηχέες ὄχθαι |
| 778 | Primary οὔρεά θ᾽ ὑψήεντα καὶ ἄγρια κύματα πόντου |
| 779 | Primary εὔβατα καὶ εὔπλωτα γενήσεται ἤμασι κείνοις· |
| 780 | Primary πᾶσα γὰρ εἰρήνη ἀγαθῶν ἐπὶ γαῖαν ἱκνεῖται· |
| 781 | Primary ῥομφαίαν δ᾽ ἀφελοῦσι θεοῦ μεγάλοιο προφῆται· |
| 782 | Primary αὐτοὶ γὰρ κριταί εἰσι βροτῶν βασιλεῖς τε δίκαιοι. |
| 783 | Primary ἔσται δὴ καὶ πλοῦτος ἐν ἀνθρώποισι δίκαιος· |
| 784 | Primary αὕτη γὰρ μεγάλοιο θεοῦ κρίσις ἠδὲ καὶ ἀρχή. |
| 785 | Primary εὐφράνθητι, κόρη, καὶ ἀγάλλεο· σοὶ γὰρ ἔδωκεν |
| 786 | Primary εὐφροσύνην αἰῶνος, ὃς οὐρανὸν ἔκτισε καὶ γῆν. |
| 787 | Primary ἐν σοὶ δ᾽ οἰκήσει· σοὶ δ᾽ ἔσσεται ἀθάνατον φῶς· |
| 788 | Primary ἠδὲ λύκοι τε καὶ ἄρνες ἐν οὔρεσιν ἄμμιγ᾽ ἔδονται |
| 789 | Primary χόρτον, παρδάλιές τ᾽ ἐρίφοις ἅμα βοσκήσονται· |
| 790 | Primary ἄρκτοι σὺν μόσχοις νομάδες αὐλισθήσονται· |
| 791 | Primary σαρκοβόρος τε λέων φάγεται ἄχυρον παρὰ φάτνῃ |
| 792 | Primary ὡς βοῦς· καὶ παῖδες μάλα νήπιοι ἐν δεσμοῖσιν |
| 793 | Primary ἄξουσιν· πηρὸν γὰρ ἐπὶ χθονὶ θῆρα ποιήσει. |
| 794 | Primary σὺν βρέφεσίν τε δράκοντες ἅμ᾽ ἀσπίσι κοιμήσονται |
| 795 | Primary κοὐκ ἀδικήσουσιν· χεὶρ γὰρ θεοῦ ἔσσετ᾽ ἐπ᾽ αὐτούς. |
| 796 | Primary σῆμα δέ τοι ἐρέω μάλ᾽ ἀριφραδές, ὥστε νοῆσαι, |
| 797 | Primary ἡνίκα δὴ πάντων τὸ τέλος γαίηφι γένηται. |
| 798 | Primary ὁππότε κεν ῥομφαῖαι ἐν οὐρανῷ ἀστερόεντι |
| 799 | Primary ἐννύχιαι ὀφθῶσι πρὸς ἕσπερον ἠδὲ πρὸς ἠῶ, |
| 800 | Primary αὐτίκα καὶ κονιορτὸς ἀπ᾽ οὐρανόθεν προφέρηται |
| 801 | Primary πρὸς γαῖαν *ἅπαν, καί οἱ* σέλας ἠελίοιο |
| 802 | Primary ἐκλείψει κατὰ μέσσον ἀπ᾽ οὐρανοῦ ἠδὲ σελήνης |
| 803 | Primary ἀκτῖνες προφανοῦσι καὶ ἂψ ἐπὶ γαῖαν ἵκονται· |
| 804 | Primary αἵματι καὶ σταγόνεσσι πετρῶν δ᾽ ἄπο σῆμα γένηται· |
| 805 | Primary ἐν νεφέλῃ δ᾽ ὄψεσθε μάχην πεζῶν { τε } καὶ ἱππέων |
| 806 | Primary οἷα κυνηγεσίην θηρῶν, ὀμίχλῃσιν ὁμοίην. |
| 807 | Primary τοῦτο τέλος πολέμοιο τελεῖ θεὸς οὐρανὸν οἰκῶν. |
| 808 | Primary ἀλλὰ χρὴ πάντας θύειν μεγάλῳ βασιλῆι. |
| 809 | Primary ταῦτά σοι Ἀσσυρίης Βαβυλώνια τείχεα μακρά |
| 810 | Primary οἰστρομανὴς προλιποῦσα, ἐς Ἑλλάδα πεμπόμενον πῦρ |
| 811 | Primary πᾶσι προφητεύουσα θεοῦ μηνίματα θνητοῖς ― |
| 812 | Primary ὥστε προφητεῦσαί με βροτοῖς αἰνίγματα θεῖα. |
| 813 | Primary καὶ καλέσουσι βροτοί με καθ᾽ Ἑλλάδα πατρίδος ἄλλης, |
| 814 | Primary ἐξ Ἐρυθρῆς γεγαυῖαν ἀναιδέα· οἳ δέ με Κίρκης |
| 815 | Primary μητρὸς καὶ Γνωστοῖο πατρὸς φήσουσι Σίβυλλαν |
| 816 | Primary μαινομένην ψεύστειραν· ἐπὴν δὲ γένηται ἅπαντα, |
| 817 | Primary τηνίκα μου μνήμην ποιήσετε κοὐκέτι μ᾽ οὐδείς |
| 818 | Primary μαινομένην φήσειε, θεοῦ μεγάλοιο προφῆτιν. |
| 819 | Primary οὐ γὰρ ἐμοὶ δήλωσεν, ἃ πρὶν γενετῆρσιν ἐμοῖσιν· |
| 820 | Primary ὅσσα δὲ πρῶτ᾽ ἐγένοντο, τά μοι *θεὸς* κατέλεξε, |
| 821 | Primary τῶν μετέπειτα δὲ πάντα θεὸς νόῳ ἐγκατέθηκεν, |
| 822 | Primary ὥστε προφητεύειν με τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα |
| 823 | Primary καὶ λέξαι θνητοῖς. ὅτε γὰρ κατεκλύζετο κόσμος |
| 824 | Primary ὕδασι, καί τις ἀνὴρ μόνος εὐδοκίμητος ἐλείφθη |
| 825 | Primary ὑλοτόμῳ ἐνὶ οἴκῳ ἐπιπλώσας ὑδάτεσσιν |
| 826 | Primary σὺν θηρσὶν πτηνοῖσί θ᾽, ἵν᾽ ἐμπλησθῇ πάλι κόσμος· |
| 827 | Primary τοῦ μὲν ἐγὼ νύμφη καὶ ἀφ᾽ αἵματος αὐτοῦ ἐτύχθην, |
| 828 | Primary τῷ τὰ πρῶτ᾽ ἐγένοντο· τὰ δ᾽ ἔσχατα πάντ᾽ ἀπεδείχθη· |
| 829 | Primary ὥστ᾽ ἀπ᾽ ἐμοῦ στόματος τάδ᾽ ἀληθινὰ πάντα λελέχθω. |