Reader

Reader | Sibylline Oracles, Book 4

Sibylline Oracles

Sibylline tradition

Book 4 | Primary edition: Greek source text

Text

Position

Line 0 of 192

Waypoints

Line RefGreek source text | Ancient Greek
0

Primary

Λόγος τέταρτος

1

Primary

Κλῦτε, λεὼς Ἀσίης μεγαλαυχέος Εὐρώπης τε,

2

Primary

ὅσσα μελιφθέγκτοιο διὰ στόματος μεγάροιο

3

Primary

μέλλω ἀφ᾽ ἡμετέρου παναληθέα μαντεύεσθαι·

4

Primary

οὐ ψευδοῦς Φοίβου χρησμηγόρος, ὅντε μάταιοι

5

Primary

ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν·

6

Primary

ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν

7

Primary

εἰδώλοις ἀλάλοισι λιθοξέστοισιν ὅμοιον.

8

Primary

οὐδὲ γὰρ οἶκον ἔχει ναῷ λίθον ἑλκυσθέντα,

9

Primary

κωφότατον νωδόν τε, βροτῶν πολυαλγέα λώβην·

10

Primary

ἀλλ᾽ ὃν ἰδεῖν οὐκ ἔστιν ἀπὸ χθονὸς οὐδὲ μετρῆσαι

11

Primary

ὄμμασιν ἐν θνητοῖς, οὐ πλασθέντα χερὶ θνητῇ·

12

Primary

ὃς καθορῶν ἅμα πάντας ὑπ᾽ οὐδενὸς αὐτὸς ὁρᾶται·

13

Primary

οὗ νύξ τε δνοφερή τε καὶ ἡμέρη ἠέλιός τε

14

Primary

ἄστρα σεληναίη τε καὶ ἰχθυόεσσα θάλασσα

15

Primary

καὶ γῆ καὶ ποταμοί τε καὶ ἀενάων στόμα πηγῶν

16

Primary

κτίσματα πρὸς ζωήν, ὄμβροι θ᾽ ἅμα καρπὸν ἀρούρης

17

Primary

τίκτοντες καὶ δένδρα καὶ ἄμπελον ἠδέ τ᾽ ἐλαίην.

18

Primary

οὗτός μοι μάστιγα διὰ φρενὸς ἤλασεν εἴσω,

19

Primary

ἀνθρώποις ὅσα νῦν τε καὶ ὁππόσα ἔσσεται αὖτις

20

Primary

ἐκ πρώτης γενεῆς ἄχρις ἐς δεκάτην ἀφικέσθαι

21

Primary

ἀτρεκέως καταλέξαι· ἅπαντα γὰρ αὐτὸς ἐλέγξει

22

Primary

ἐξανύων. σὺ δὲ πάντα, λεώς, ἐπάκουε Σιβύλλης

23

Primary

ἐξ ὁσίου στόματος φωνὴν προχέοντος ἀληθῆ.

24

Primary

ὄλβιοι ἀνθρώπων κεῖνοι κατὰ γαῖαν ἔσονται,

25

Primary

ὅσσοι δὴ στέρξουσι μέγαν θεὸν εὐλογέοντες

26

Primary

πρὶν πιέειν φαγέειν τε πεποιθότες εὐσεβίῃσιν·

27

Primary

οἳ νηοὺς μὲν ἅπαντας ἀπαρνήσονται ἰδόντες

28

Primary

καὶ βωμούς, εἰκαῖα λίθων ἀφιδρύματα κωφῶν,

29

Primary

αἵμασιν ἐμψύχων μεμιασμένα καὶ θυσίῃσιν

30

Primary

τετραπόδων· λεύσουσι δ᾽ ἑνὸς θεοῦ εἰς μέγα κῦδος

31

Primary

οὔτε φόνον ῥέξαντες ἀτάσθαλον οὔτε κλοπαῖον

32

Primary

κέρδος ἀπεμπολέοντες, ἃ δὴ ῥίγιστα τέτυκται,

33

Primary

οὐδ᾽ ἄρ᾽ ἐπ᾽ ἀλλοτρίῃ κοίτῃ πόθον αἰσχρὸν ἔχοντες

34

Primary

[οὐδὲ ἐπ᾽ ἄρσενος ὕβριν ἀπεχθέα τε στυγερήν τε].

35

Primary

ὧν τρόπον εὐσεβίην τε καὶ ἤθεα ἀνέρες ἄλλοι

36

Primary

οὔποτε μιμήσονται ἀναιδείην ποθέοντες·

37

Primary

ἀλλ᾽ αὐτοὺς χλεύῃ τε γέλωτί τε μυχθίζοντες

38

Primary

νήπιοι ἀφροσύνῃσιν ἐπιψεύσονται ἐκείνοις,

39

Primary

ὅσσ᾽ αὐτοὶ ῥέξουσιν ἀτάσθαλα καὶ κακὰ ἔργα.

40

Primary

δύσπιστον γὰρ ἅπαν μερόπων γένος. ἀλλ᾽ ὅταν ἤδη

41

Primary

κόσμου καὶ θνητῶν ἔλθῃ κρίσις, ἣν θεὸς αὐτός

42

Primary

ποιήσει κρίνων ἀσεβεῖς θ᾽ ἅμα εὐσεβέας τε·

43

Primary

καὶ τότε δυσσεβέας μὲν ὑπὸ ζόφον ἐν πυρὶ πέμψει

44

Primary

[καὶ τότ᾽ ἐπιγνώσονται, ὅσην ἀσέβειαν ἔρεξαν]·

45

Primary

εὐσεβέες δὲ μενοῦσιν ἐπὶ ζείδωρον ἄρουραν

46

Primary

πνεῦμα θεοῦ δόντος ζωήν θ᾽ ἅμα καὶ χάριν αὐτοῖς.

47

Primary

ἀλλὰ τὰ μὲν δεκάτῃ γενεῇ μάλα πάντα τελεῖται·

48

Primary

νῦν δ᾽ ὅσ᾽ ἀπὸ πρώτης γενεῆς ἔσται, τάδε λέξω.

49

Primary

πρῶτα μὲν Ἀσσύριοι θνητῶν ἄρξουσιν ἁπάντων

50

Primary

ἓξ γενεὰς κόσμοιο διακρατέοντες ἐν ἀρχῇ,

51

Primary

ἐξ οὗ μηνίσαντος ἐπουρανίοιο θεοῖο

52

Primary

αὐτῇσιν πολίεσσι καὶ ἀνθρώποισιν ἅπασιν

53

Primary

γῆν ἐκάλυψε θάλασσα κατακλυσμοῖο ῥαγέντος.

54

Primary

οὓς Μῆδοι καθελόντες ἐπαυχήσουσι θρόνοισιν,

55

Primary

οἷς γενεαὶ δύο μοῦναι ἐφ᾽ ὧν τάδε ἔσσεται ἔργα·

56

Primary

νὺξ ἔσται σκοτόεσσα μέσῃ ἐνὶ ἤματος ὥρῃ·

57

Primary

ἄστρα δ᾽ ἀπ᾽ οὐρανόθεν λείψει καὶ κύκλα σελήνης·

58

Primary

γῆ δὲ κλόνῳ σεισμοῖο τινασσομένη μεγάλοιο

59

Primary

πολλὰς πρηνίξει πόλιας καὶ ἔργ᾽ ἀνθρώπων·

60

Primary

ἐκ δὲ βυθοῦ τότε νῆσοι ὑπερκύψουσι θαλάσσης.

61

Primary

ἀλλ᾽ ὅταν Εὐφρήτης μέγας αἵματι πλημμύρηται,

62

Primary

καὶ τότε δὴ Μήδοις Πέρσαισί τε φύλοπις αἰνή

63

Primary

στήσεται ἐν πολέμῳ· Περσῶν δ᾽ ὑπὸ δούρασι Μῆδοι

64

Primary

πίπτοντες φεύξονται ὑπὲρ μέγα Τίγριδος ὕδωρ.

65

Primary

Περσῶν δὲ κράτος ἔσται ὅλου κόσμοιο μέγιστον,

66

Primary

οἷς γενεὴ μία κεῖται ἀνακτορίης πολυόλβου.

67

Primary

ἔσται δ᾽, ὅσσα κεν ἄνδρες ἀπεύξωνται, κακὰ ἔργα,

68

Primary

φυλόπιδές τε φόνοι τε διχοστασίαι τε φυγαί τε

69

Primary

πύργων τε πρηνισμοὶ ἀναστασίαι τε πολήων,

70

Primary

Ἑλλὰς ὅταν μεγάλαυχος ἐπὶ πλατὺν Ἑλλήσποντον

71

Primary

πλεύσει Φρυξὶ βαρεῖαν ἰδ᾽ Ἀσίδι κῆρα φέρουσα.

72

Primary

αὐτὰρ ἐς Αἴγυπτον πολυαύλακα πυροφόρον τε

73

Primary

λιμὸς ἀκαρπίη τε περιπλομένων ἐνιαυτῶν

74

Primary

εἴκοσι φοιτήσει, σταχυητρόφος ἡνίκα Νεῖλος

75

Primary

ἄλλοθί που ὑπὸ γαῖαν ἀποκρύψει μέλαν ὕδωρ.

76

Primary

ἥξει δ᾽ ἐξ Ἀσίης βασιλεὺς μέγα ἔγχος ἀείρας

77

Primary

νηυσὶν ἀμετρήτοισιν, τὰ μὲν βυθοῦ ὑγρὰ κέλευθα

78

Primary

πεζεύσει, πλεύσει δὲ ταμὼν ὄρος ὑψικάρηνον·

79

Primary

ὃν φυγάδ᾽ ἐκ πολέμου δειλὴ ὑποδέξεται Ἀσίς.

80

Primary

Σικελίην δὲ τάλαιναν ἐπιφλέξει μάλα πᾶσαν

81

Primary

χεῦμα πυρὸς μεγάλοιο ἐρευγομένης φλογὸς Αἴτνης·

82

Primary

ἠδὲ Κρότων πέσεται μεγάλη πόλις εἰς βαθὺ χεῦμα.

83

Primary

ἔσται δ᾽ Ἑλλάδι νεῖκος· ἐν ἀλλήλοις δὲ μανέντες

84

Primary

πολλὰς πρηνίξουσι πόλεις, πολλοὺς δ᾽ ὀλέσουσιν

85

Primary

μαρνάμενοι· τὸ δὲ νεῖκος ἰσόρροπον ἀλλήλοισιν.

86

Primary

ἀλλ᾽ ὅταν ἐς δεκάτην γενεὴν μερόπων γένος ἔλθῃ,

87

Primary

καὶ τότε Πέρσῃσιν ζυγὰ δούλια καὶ φόβος ἔσται.

88

Primary

αὐτὰρ ἐπεὶ σκήπτροισι Μακηδόνες αὐχήσουσιν,

89

Primary

ἔσται καὶ Θήβῃσι κακὴ μετόπισθεν ἅλωσις,

90

Primary

Κᾶρες δ᾽ οἰκήσουσι Τύρον, Τύριοι δ᾽ ἀπολοῦνται.

91

Primary

καὶ Σάμον ἄμμος ἅπασαν ὑπ᾽ ἠιόνεσσι καλύψει,

92

Primary

Δῆλος δ᾽ οὐκέτι δῆλος, ἄδηλα δὲ πάντα τὰ Δήλου.

93

Primary

καὶ Βαβυλὼν μεγάλη μὲν ἰδεῖν, μικρὴ δὲ μάχεσθαι

94

Primary

στήσεται ἀχρήστοισιν ἐπ᾽ ἐλπίσι τειχισθεῖσα.

95

Primary

Βάκτρα κατοικήσουσι Μακηδόνες· οἳ δ᾽ ὑπὸ Βάκτρων

96

Primary

καὶ Σούσων φεύξονται ἐς Ἑλλάδα γαῖαν ἅπαντες.

97

Primary

ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης

98

Primary

ἠιόνα προχέων ἱερὴν ἐς νῆσον ἵκηται.

99

Primary

καὶ σύ, Βάρις, πέσεαι καὶ Κύζικος, ἡνίκα γαίης

100

Primary

βρασσομένης σεισμοῖσιν ὀλισθαίνουσι πόληες.

101

Primary

ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον.

102

Primary

οὐδὲ Μακηδονίης ἔσται κράτος· ἀλλ᾽ ἀπὸ δυσμῶν

103

Primary

Ἰταλὸς ἀνθήσει πόλεμος μέγας, ᾧ ὕπο κόσμος

104

Primary

λατρεύσει δούλειον ἔχων ζυγὸν Ἰταλίδῃσιν.

105

Primary

καὶ σύ, τάλαινα Κόρινθε, τεήν ποτ᾽ ἐπόψει ἅλωσιν.

106

Primary

Καρχηδών, καὶ σεῖο χαμαὶ γόνυ πύργος ἐρείσει.

107

Primary

τλῆμον Λαοδίκεια, σὲ δὲ στρώσει ποτὲ σεισμός

108

Primary

πρηνίξας, στήσῃ δὲ πάλιν πόλις ἱδρυνθεῖσα.

109

Primary

ὦ Λυκίης Μύρα καλά, σὲ δ᾽ οὔποτε βρασσομένη χθών

110

Primary

στηρίξει· πρηνὴς δὲ κάτω πίπτουσ᾽ ἐπὶ γαίης

111

Primary

εἰς ἑτέρην εὔξῃ προφυγεῖν χθόνα, οἷα μέτοικος,

112

Primary

ἡνίκα δὴ Πατάρων *ὅμαδόν ποτε δυσσεβίῃσιν

113

Primary

βρονταῖς καὶ σεισμοῖσιν ἁλὸς πετάσει μέλαν ὕδωρ*.

114

Primary

Ἀρμενίη, καὶ σοὶ δὲ μένει δούλειος ἀνάγκη·

115

Primary

ἥξει καὶ Σολύμοισι κακὴ πολέμοιο θύελλα

116

Primary

Ἰταλόθεν, νηὸν δὲ θεοῦ μέγαν ἐξαλαπάξει,

117

Primary

ἡνίκ᾽ ἂν ἀφροσύνῃσι πεποιθότες εὐσεβίην μέν

118

Primary

ῥίψωσιν στυγεροὺς δὲ φόνους τελέωσι πρὸ νηοῦ·

119

Primary

καὶ τότ᾽ ἀπ᾽ Ἰταλίης βασιλεὺς μέγας οἷά τε δράστης

120

Primary

φεύξετ᾽ ἄφαντος ἄπυστος ὑπὲρ πόρον Εὐφρήταο,

121

Primary

ὁππότε δὴ μητρῷον ἄγος στυγεροῖο φόνοιο

122

Primary

τλήσεται ἄλλα τε πολλά, κακῇ σὺν χειρὶ πιθήσας.

123

Primary

πολλοὶ δ᾽ ἀμφὶ θρόνῳ Ῥώμης πέδον αἱμάξουσιν

124

Primary

κείνου ἀποδρήσαντος ὑπὲρ Παρθηίδα γαῖαν.

125

Primary

εἰς Συρίην δ᾽ ἥξει Ῥώμης πρόμος, ὃς πυρὶ νηόν

126

Primary

συμφλέξας Σολύμων, πολλοὺς δ᾽ ἅμα ἀνδροφονήσας

127

Primary

Ἰουδαίων ὀλέσει μεγάλην χθόνα εὐρυάγυιαν.

128

Primary

καὶ τότε δὴ Σαλαμῖνα Πάφον δ᾽ ἅμα σεισμὸς ὀλέσσει,

129

Primary

Κύπρον ὅταν πολύκλυστον ὑπερκλονέῃ μέλαν ὕδωρ.

130

Primary

ἀλλ᾽ ὁπόταν χθονίης ἀπὸ ῥωγάδος Ἰταλίδος γῆς

131

Primary

πυρσὸς ἀποστραφθεὶς εἰς οὐρανὸν εὐρὺν ἵκηται,

132

Primary

πολλὰς δὲ φλέξῃ πόλιας καὶ ἄνδρας ὀλέσσῃ,

133

Primary

πολλὴ δ᾽ αἰθαλόεσσα τέφρη μέγαν αἰθέρα πλήσῃ,

134

Primary

καὶ ψεκάδες πίπτωσιν ἀπ᾽ οὐρανοῦ οἷά τε μίλτος,

135

Primary

γινώσκειν τότε μῆνιν ἐπουρανίοιο θεοῖο,

136

Primary

εὐσεβέων ὅτι φῦλον ἀναίτιον ἐξολέσουσιν.

137

Primary

ἐς δὲ δύσιν τότε νεῖκος ἐγειρομένου πολέμοιο

138

Primary

ἥξει καὶ Ῥώμης ὁ φυγάς, μέγα ἔγχος ἀείρας,

139

Primary

Εὐφρήτην διαβὰς πολλαῖς ἅμα μυριάδεσσιν.

140

Primary

τλήμων Ἀντιόχεια, σὲ δὲ πτόλιν οὔποτ᾽ ἐροῦσιν,

141

Primary

ἡνίκ᾽ ἂν ἀφροσύνῃσι τεαῖς ὑπὸ δούρασι πίπτῃς.

142

Primary

καὶ Κύρρον τότε λοιμὸς ὀλεῖ καὶ φύλοπις αἰνή.

143

Primary

αἰαῖ, Κύπρε τάλαινα, σὲ δὲ πλατὺ κῦμα θαλάσσης

144

Primary

κρύψει χειμερίῃσιν ἀναρριφθεῖσαν ἀέλλαις.

145

Primary

ἥξει δ᾽ εἰς Ἀσίην πλοῦτος μέγας, ὅν ποτε Ῥώμη

146

Primary

αὐτὴ συλήσασα πολυκτέανον κατὰ δῶμα

147

Primary

θήκατο· καὶ δὶς ἔπειτα τοσαῦτα καὶ ἄλλ᾽ ἀποδώσει

148

Primary

εἰς Ἀσίην, τότε δ᾽ ἔσται ὑπέρκτησις πολέμοιο.

149

Primary

Καρῶν δὲ πτολίεθρα παρ᾽ ὕδασι Μαιάνδροιο

150

Primary

ὅσσα πεπύργωνται περικαλλέα, πικρὸς ὀλέσσει

151

Primary

λιμός, ὅταν Μαίανδρος ἀποκρύψῃ μέλαν ὕδωρ.

152

Primary

ἀλλ᾽ ὅταν εὐσεβίης μὲν ἀπ᾽ ἀνθρώπων ἀπόληται

153

Primary

πίστις καὶ τὸ δίκαιον ἀποκρυφθῇ ἐνὶ κόσμῳ,

154

Primary

--. παλίμβολοι --. ἐπ᾽ οὐχ ὁσίοισι δὲ τόλμαις

155

Primary

ζῶντες ὕβριν ῥέξωσιν, ἀτάσθαλα καὶ κακὰ ἔργα,

156

Primary

εὐσεβέων δ᾽ οὐδεὶς ποιῇ λόγον, ἀλλὰ καὶ αὐτούς

157

Primary

πάντας ὑπ᾽ ἀφροσύνης μέγα νήπιοι ἐξολέσωσιν

158

Primary

ὕβρεσι χαίροντες καὶ ἐφ᾽ αἵμασι χεῖρας ἔχοντες·

159

Primary

καὶ τότε γινώσκειν θεὸν οὐκέτι πρηῢν ἐόντα,

160

Primary

ἀλλὰ χόλῳ βρύχοντα καὶ ἐξολέκοντα γενέθλην

161

Primary

ἀνθρώπων ἅμα πᾶσαν ὑπ᾽ ἐμπρησμοῦ μεγάλοιο.

162

Primary

ἆ μέλεοι, μετάθεσθε, βροτοί, τάδε, μηδὲ πρὸς ὀργήν

163

Primary

παντοίην ἀγάγητε θεὸν μέγαν, ἀλλὰ μεθέντες

164

Primary

φάσγανα καὶ στοναχὰς ἀνδροκτασίας τε καὶ ὕβρεις

165

Primary

ἐν ποταμοῖς λούσασθε ὅλον δέμας ἀενάοισιν,

166

Primary

χεῖράς τ᾽ ἐκτανύσαντες ἐς αἰθέρα τῶν πάρος ἔργων

167

Primary

συγγνώμην αἰτεῖσθε καὶ εὐλογίαις ἀσέβειαν

168

Primary

πικρὰν ἱλάσκεσθε· θεὸς δώσει μετάνοιαν

169

Primary

οὐδ᾽ ὀλέσει· παύσει δὲ χόλον πάλιν, ἤνπερ ἅπαντες

170

Primary

εὐσεβίην περίτιμον ἐνὶ φρεσὶν ἀσκήσητε.

171

Primary

εἰ δ᾽ οὔ μοι πείθοισθε κακόφρονες, ἀλλ᾽ ἀσέβειαν

172

Primary

στέργοντες τάδε πάντα κακαῖς δέξαισθε ἀκουαῖς,

173

Primary

πῦρ ἔσται κατὰ κόσμον ὅλον καὶ σῆμα μέγιστον

174

Primary

ῥομφαίᾳ σάλπιγγι, ἅμ᾽ ἠελίῳ ἀνιόντι·

175

Primary

κόσμος ἅπας μύκημα καὶ ὄμβριμον ἦχον ἀκούσει.

176

Primary

φλέξει δὲ χθόνα πᾶσαν, ἅπαν δ᾽ ὀλέσει γένος ἀνδρῶν

177

Primary

καὶ πάσας πόλιας ποταμούς θ᾽ ἅμα ἠδὲ θάλασσαν·

178

Primary

ἐκκαύσει δέ τε πάντα, κόνις δ᾽ ἔσετ᾽ αἰθαλόεσσα.

179

Primary

ἀλλ᾽ ὅταν ἤδη πάντα τέφρη σποδόεσσα γένηται

180

Primary

καὶ πῦρ κοιμήσῃ θεὸς ἄσπετον, ὥσπερ ἀνῆψεν,

181

Primary

ὀστέα καὶ σποδιὴν αὐτὸς θεὸς ἔμπαλιν ἀνδρῶν

182

Primary

μορφώσει, στήσει δὲ βροτοὺς πάλιν, ὡς πάρος ἦσαν.

183

Primary

καὶ τότε δὴ κρίσις ἔσσετ᾽, ἐφ᾽ ᾗ δικάσει θεὸς αὐτός

184

Primary

κρίνων ἔμπαλι κόσμον· ὅσοι δ᾽ ὑπὸ δυσσεβίῃσιν

185

Primary

ἥμαρτον, τοὺς δ᾽ αὖτε χυτὴ κατὰ γαῖα καλύψει

186

Primary

Τάρταρά τ᾽ εὐρώεντα μυχοὶ στύγιοί τε γεέννης.

187

Primary

ὅσσοι δ᾽ εὐσεβέουσι, πάλιν ζήσοντ᾽ ἐπὶ γαῖαν

188

Primary

ἀθανάτου μεγάλοιο θεοῦ καὶ ἄφθιτον ὄλβον

189

Primary

πνεῦμα θεοῦ δόντος ζωήν θ᾽ ἅμα καὶ χάριν αὐτοῖς

190

Primary

εὐσεβέσιν· πάντες δὲ τότ᾽ εἰσόψονται ἑαυτούς

191

Primary

νήδυμον ἠελίου τερπνὸν φάος εἰσορόωντες.

192

Primary

ὦ μακαριστός, ἐκεῖνον ὃς ἐς χρόνον ἔσσεται ἀνήρ.

Text notes and edition context

Work

Sibylline Oracles

The extant Sibylline corpus is mixed, layered, and often severe in tone; the current reading layer now carries the full public-domain Terry witness and a pinned Greek Geffcken/OCP source across books 1-8 and 11-14.

Oracular poetry | Original language: Ancient Greek

Hellenistic to late antique Greek oracular anthology

You are reading Book 4.

Primary Edition

Greek source text

Ancient Greek | Verse

Greek OCP / Geffcken 1902 witness

This edition preserves the Greek OCP transcription of Geffcken's 1902 Sibylline text, pinned to the public OCP GitHub source and NFC-normalized for corpus use.

Greek ritual witness for direct reading and coarse compare mode against Terry, including books 1-8 and 11-14 with the source's zero-based line numbering preserved.

Source family: Greek ritual source texts

Wikisource / Internet Archive | Public-domain source texts

Greek hymn and oracle witnesses staged where page-level provenance is clean enough to support direct reading.

Pinned source commit: 456ef828834a

Source path: static/docs/SibOr.xml

Primary source: Greek ritual source texts | Wikisource / Internet Archive.

Canonical pilot note: this original-language edition is currently imported for Book 4 only and carries line-level CTS URNs in the runtime corpus.