Reader

Reader | Sibylline Oracles, Book 5

Sibylline Oracles

Sibylline tradition

Book 5 | Primary edition: Greek source text

Text

Position

Line 0 of 531

Waypoints

Line RefGreek source text | Ancient Greek
0

Primary

Λόγος πέμπτος.

1

Primary

Ἀλλ᾽ ἄγε μοι στονόεντα χρόνον κλύε Λατινιδάων.

2

Primary

ἦ τοι μὲν πρώτιστα μετ᾽ ὀλλυμένους βασιλῆας

3

Primary

Αἰγύπτου, τοὺς πάντας ἴση κατὰ γαῖα φέρεσκεν,

4

Primary

καὶ μετὰ τὸν Πέλλης πολιήτορα, ᾧ ὕπο πᾶσα

5

Primary

ἀντολίη βεβόλητο καὶ ἑσπερίη πολύολβος,

6

Primary

ὃν Βαβυλὼν ἤλεγξε, νέκυν δ᾽ ὤρεξε Φιλίππῳ,

7

Primary

οὐ Διός, οὐκ Ἄμμωνος ἀληθέα φημιχθέντα,

8

Primary

καὶ μετὰ τὸν γενεῆς τε καὶ αἵματος Ἀσσαράκοιο,

9

Primary

ὃς μόλεν ἐκ Τροίης, ὅστις πυρὸς ἔσχισεν ὁρμήν,

10

Primary

πολλούς δ᾽ αὖ μετ᾽ ἄνακτας, ἀρηιφίλους μετὰ φῶτας,

11

Primary

καὶ μετὰ νηπιάχους, θηρὸς τέκνα μηλοφάγοιο,

12

Primary

ἔσσετ᾽ ἄναξ πρώτιστος, ὅς τις δέκα δὶς κορυφώσει

13

Primary

γράμματος ἀρχομένου· πολέμων δ᾽ ἐπὶ πουλὺ κρατήσει·

14

Primary

ἕξει δ᾽ ἐκ δεκάδος πρῶτον τύπον· ὥστε μετ᾽ αὐτόν

15

Primary

ἄρχειν, στοιχείων ὅστις λάχε γράμματος ἀρχήν·

16

Primary

ὃν Θρῄκη πτήξει καὶ Σικελίη, μετὰ Μέμφις,

17

Primary

Μέμφις πρηνιχθεῖσα δι᾽ ἡγεμόνων κακότητα

18

Primary

ἠδὲ γυναικὸς ἀδουλώτου ἐπὶ κῦμα πεσούσης.

19

Primary

καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ᾽ ὑποτάξει·

20

Primary

ἐν μακρῷ δὲ χρόνῳ ἑτέρῳ παραδώσεται ἀρχήν,

21

Primary

ὅς τε τριηκοσίων ἀριθμῶν κεραίην ἐπὶ πρώτην

22

Primary

ἕξει καὶ ποταμοῦ φίλον οὔνομα, ὅς τ᾽ ἐπὶ Πέρσας

23

Primary

ἄρξει καὶ Βαβυλῶνα· βαλεῖ δορὶ δὴ τότε Μήδους.

24

Primary

εἶτα τριῶν ἀριθμῶν κεραίην ὅστις λάχεν, ἄρξει.

25

Primary

δὶς δέκα δ᾽ ὅσ{τις} ἔπειτ᾽ ἄρξει, κεραίην ἐπὶ πρώτην

26

Primary

ἕξει ἄναξ· κεῖνος δὲ καθ᾽ ὕστατον Ὠκεανοῖο

27

Primary

ἵξεθ᾽ ὕδωρ *ἄμπωτιν ὑπ᾽ αὐσονίσιν* ἀίξας.

28

Primary

πεντήκοντα δ᾽ ὅτις κεραίην λάχε, κοίρανος ἔσται,

29

Primary

δεινὸς ὄφις φυσῶν πόλεμον βαρύν, ὅς ποτε χεῖρας

30

Primary

ἧς γενεῆς τανύσας ὀλέσει καὶ πάντα ταράξει

31

Primary

ἀθλεύων ἐλάων κτείνων καὶ μυρία τολμῶν·

32

Primary

καὶ τμήξει τὸ δίκυμον ὄρος λύθρῳ τε παλάξει·

33

Primary

ἀλλ᾽ ἔσται καὶ ἄιστος ὀλοίιος· εἶτ᾽ ἀνακάμψει

34

Primary

ἰσάζων θεῷ αὐτόν· ἐλέγξει δ᾽ οὔ μιν ἐόντα.

35

Primary

τρεῖς δὲ μετ᾽ αὐτὸν ἄνακτες ὑπ᾽ ἀλλήλων ἀπολοῦνται.

36

Primary

εἶτά τις εὐσεβέων ὀλετὴρ ἥξει μέγας ἀνδρῶν,

37

Primary

ἑπτάκις ὃς δεκάτην κεραίην δείκνυσι πρόδηλον.

38

Primary

τοῦ δέ, τριηκοσίης κεραίης ὅ τι πρῶτον, ἐλέγχων

39

Primary

παῖς κράτος ἐξαφελεῖ, μετὰ δ᾽ αὐτὸν κοίρανος ἔσται

40

Primary

τετράδος ἐκ κεραίης, *τ᾽ ἔφθος μόρος*, αὐτὰρ ἔπειτα

41

Primary

πεντήκοντ᾽ ἀριθμῶν γεραρὸς βροτός. αὐτὰρ ἐπ᾽ αὐτῷ,

42

Primary

ὅστε τριηκοσίης κεραίης λάχεν ἔντυπον ἀρχήν,

43

Primary

Κελτὸς ὀρειοβάτης, σπεύδων δ᾽ ἐπὶ δῆριν ἑῴαν

44

Primary

μοῖραν ἀεικελίην οὐ φεύξεται, ἀλλὰ καμεῖται·

45

Primary

ὃν κόνις ἀλλοτρίη κρύψει νέκυν, ἀλλὰ Νεμείης

46

Primary

ἄνθεος οὔνομ᾽ ἔχουσα· μετ᾽ αὐτὸν δ᾽ ἄλλος ἀνάξει,

47

Primary

ἀργυρόκρανος ἀνήρ· τῷ δ᾽ ἔσσεται οὔνομα πόντου·

48

Primary

ἔσται καὶ πανάριστος ἀνὴρ καὶ πάντα νοήσει.

49

Primary

καὶ ἐπὶ σοί, πανάριστε, πανέξοχε, κυανοχαῖτα,

50

Primary

καὶ ἐπὶ σοῖσι κλάδοισι τάδ᾽ ἔσσεται ἤματα πάντα.

51

Primary

τὸν μέτα τρεῖς ἄρξουσιν, ὁ δὲ τρίτος ὀψὲ κρατήσει.

52

Primary

τείρομαι ἡ τριτάλαινα κακὴν φάτιν ἐν φρεσὶ θέσθαι·

53

Primary

*Ἴσιδος ἡ γνωστή* καὶ χρησμῶν ἔνθεον ὕμνον.

54

Primary

πρῶτον μὲν περὶ σεῖο βάσιν ναοῦ πολυκλαύστου

55

Primary

μαινάδες ἀίξουσι, καὶ ἐν παλάμῃσι κακῇσιν

56

Primary

ἔσσεαι ἤματι τῷδε, ὅταν ποτὲ Νεῖλος ὁδεύσῃ

57

Primary

γαῖαν ὅλην Αἴγυπτον ἕως πηχῶν δέκα καὶ ἕξ,

58

Primary

ὥστε κλύσαι γῆν πᾶσαν ἐπαρδεῦσαί τε ῥόοισιν·

59

Primary

σιγήσει δὲ χάρις γαίης καὶ δόξα προσώπου.

60

Primary

Μέμφι, σὺ μὲν κλαύσῃ ὑπὲρ Αἰγύπτου τὰ μέγιστα·

61

Primary

πρόσθε γὰρ ἡ μεγάλως γαίης κρατέουσα γενήσῃ

62

Primary

λυπρή, ὥστε βοῆσαι καὶ αὐτὸν τερπικέραυνον

63

Primary

οὐρανόθεν φωνῇ μεγάλῃ· "μεγαλόσθενε Μέμφι,

64

Primary

ἡ τὸ πάλαι δειλοῖσι βροτοῖς αὐχοῦσα μέγιστα

65

Primary

κλαύσεαι ἀργαλέη καὶ πάμμορος, ὥστε νοῆσαι

66

Primary

αὐτὴν ἀίδιον θεὸν ἄμβροτον ἐν νεφέεσσιν.

67

Primary

ποῦ σοι λῆμα κραταιὸν ἐν ἀνθρώποισι τέτυκται;

68

Primary

ἀνθ᾽ ὧν ἐξεμάνης ἐς ἐμοὺς παῖδας θεοχρίστους

69

Primary

καί τε κάκην ὤτρυνας ἐπ᾽ ἀνδράσι τοῖς ἀγαθοῖσιν,

70

Primary

ἕξεις ἀντὶ τόσων τοίαν τροφὸν εἵνεκα ποινῆς.

71

Primary

οὐκέτι σοι *φανερῶς* θέμις ἔσται ἐν μακάρεσσιν·

72

Primary

ἐξ ἄστρων πέπτωκας, ἐς οὐρανὸν οὐκ ἀναβήσῃ."

73

Primary

ταῦτα μὲν Αἰγύπτῳ θεὸς ἔννεπεν ἐξαυδῆσαι

74

Primary

ὑστατίῳ καιρῷ, ὅτε πάγκακοι ἄνδρες ἔσονται.

75

Primary

ἀλλὰ ταλαιπωροῦσι κακοὶ κακότητα μένοντες

76

Primary

ὀργὴν ἀθανάτοιο βαρυκτύπου οὐρανίωνος,

77

Primary

ἀντὶ θεοῦ δὲ λίθους καὶ κνώδαλα θρησκεύοντες

78

Primary

πολλὰ μάλ᾽ ἄλλυδις ἄλλα φοβούμενοι, οἷς λόγος οὐδείς,

79

Primary

οὐ νοῦς, οὐκ ἀκοή, ἅτε μοι θέμις οὐδ᾽ ἀγορεύειν,

80

Primary

εἰδώλων τὰ ἕκαστα, βροτῶν παλάμαις γεγαῶτα·

81

Primary

ἐξ ἰδίων δὲ κόπων καὶ ἀτασθαλιῶν ἐπινοιῶν

82

Primary

ἄνθρωποι δέξαντο θεοὺς ξυλίνους λιθίνους τε

83

Primary

χαλκοῦς τε χρυσοῦς τε καὶ ἀργυρέους τε, ματαίους

84

Primary

ἀψύχους κωφοὺς καὶ ἐν πυρὶ χωνευθέντας

85

Primary

ποιήσαντο μάτην γε πεποιθότες ἐν τοιούτοις. —

86

Primary

Θμοῦις καὶ Ξοῦις *θλίβεται κόπτεται βουλῆ*

87

Primary

Ἡρακλέους τε Διός τε καὶ Ἑρμείαο. --

88

Primary

καὶ σὲ δ᾽, Ἀλεξάνδρεια, κλυτὴ θρέπτειρα { πολήων }

89

Primary

οὐ λείψει πόλεμός τ᾽, οὐ..........

90

Primary

τῆς ὑπερηφανίης δώσεις, ὅσα πρόσθεν ἔρεξας.

91

Primary

σιγήσεις αἰῶνα πολὺν καὶ νόστιμον ἦμαρ ―

92

Primary

κοὐκέτι σοι ῥεύσει τρυφερὸν πόμα..... ―

93

Primary

ἥξει γὰρ Πέρσης ἐπὶ σὸν *δάπος* ὥστε χάλαζα

94

Primary

καὶ σὴν γαῖαν ὀλεῖ καὶ ἀνθρώπους κακοτέχνους,

95

Primary

αἵματι καὶ νεκύεσσι *παρ᾽ ἐκπάγλοισί τε βωμοῖς*

96

Primary

βαρβαρόφρων σθεναρὸς πολυαίματος ἄφρονα λυσσῶν,

97

Primary

παμπληθεὶ ψαμαθηδὸν *ἀπαίξων σὸν ὄλεθρον*.

98

Primary

καὶ τότ᾽ ἔσῃ, πόλεων πολύολβος, πολλὰ καμοῦσα.

99

Primary

κλαύσεται Ἀσὶς ὅλη δώρων χάριν, ὧν ἀπὸ σεῖο

100

Primary

στεψαμένη κεφαλὴν ἐχάρη, πίπτουσ᾽ ἐπὶ γαίης.

101

Primary

αὐτὸς δ᾽ ὃς Περσῶν ἔλαχεν γαῖαν πτολεμίξει

102

Primary

κτείνας τ᾽ ἄνδρα ἕκαστον ὅλον βίον ἐξαλαπάξει,

103

Primary

ὥστε μένειν μοῖραν τριτάτην δειλοῖσι βροτοῖσιν.

104

Primary

αὐτὸς δ᾽ ἐκ δυσμῶν εἰσπτήσεται ἅλματι κούφῳ

105

Primary

σύμπασαν γαῖαν πολιορκῶν, πᾶσαν ἐρημῶν.

106

Primary

ἀλλ᾽ ὅταν ὕψος ἔχῃ κρατερὸν καὶ θάρσος *ἀηδές*,

107

Primary

ἥξει καὶ μακάρων ἐθέλων πόλιν ἐξαλαπάξαι.

108

Primary

καί κέν τις θεόθεν βασιλεὺς πεμφθεὶς ἐπὶ τοῦτον

109

Primary

πάντας ὀλεῖ βασιλεῖς μεγάλους καὶ φῶτας ἀρίστους.

110

Primary

εἶθ᾽ οὕτως κρίσις ἔσται ὑπ᾽ ἀφθίτου ἀνθρώποισιν.

111

Primary

αἰαῖ σοι, κραδίη δειλή, τί με ταῦτ᾽ ἐρεθίζεις

112

Primary

δηλοῦν Αἰγύπτῳ, πολυκοιρανίην ἀλεγεινήν;

113

Primary

βαῖνε πρὸς ἀντολίην, Περσῶν γενεὰς ἀνοήτους

114

Primary

καὶ δήλου τοῖσιν τὸ παρὸν τό τε μέλλον ἔσεσθαι.

115

Primary

Εὐφρήτου ποταμοῦ ῥεῖθρον κατακλυσμὸν ἐποίσει

116

Primary

καὶ Πέρσας ὀλέσει καὶ Ἴβηρας καὶ Βαβυλῶνας

117

Primary

Μασσαγέτας τε φιλοπτολέμους τόξοισί τε πιστούς.

118

Primary

Ἀσὶς ὅλη πυρίφλεκτος ἕως νήσων σελαγήσει.

119

Primary

Πέργαμος ἣ τὸ πάλαι σεμνὴ βοτρυδὸν ὀλεῖται

120

Primary

καὶ Πιτάνη πανέρημος ἐν ἀνθρώποισι φανεῖται.

121

Primary

Λέσβος ὅλη δύσει βαθὺν εἰς βυθὸν ὥστ᾽ ἀπολέσθαι.

122

Primary

Σμύρνα κατὰ κρημνῶν εἱλισσομένη ποτὲ κλαύσει,

123

Primary

ἣ τὸ πάλαι σεμνὴ καὶ ἐπώνυμος ἐξαπολεῖται.

124

Primary

Βιθυνοὶ κλαύσουσιν ἑὴν χθόνα τεφρωθεῖσαν

125

Primary

καὶ Συρίην μεγάλην καὶ Φοινίκην πολύφυλον.

126

Primary

αἰαῖ σοι, Λυκίη, ὅσα σοι κακὰ μηχανάαται

127

Primary

πόντος ἀπ᾽ αὐτομάτου ἐπιβὰς χώρης ἀλεγεινῆς,

128

Primary

ὥστε κλύσαι σεισμῷ τε κακῷ καὶ νάμασι πικροῖς

129

Primary

τὴν Λυκίης ἄμυρον καὶ τὴν μυρίπνουν ποτε χέρσον.

130

Primary

ἔσται καὶ Φρυγίῃ δεινὸς χόλος εἵνεκα λύπης,

131

Primary

ἧς χάριν ἡ Διὸς ἦλθε Ῥέη κἀκεῖ προσέμεινεν.

132

Primary

πόντος ὀλεῖ Ταύρων γενεὴν καὶ βάρβαρον ἔθνος·

133

Primary

*καὶ Λαπίθας δάπεδον κατὰ γῆν ἐναρίξει.

134

Primary

Θεσσαλίην χώρην ἀπολεῖ ποταμὸς βαθυδίνης,

135

Primary

Πηνειὸς βαθύρους μορφὰς θηρῶν ἀπὸ γαίης·

136

Primary

Ἠπιδανὸς φάσκων θηρῶν μορφάς ποτε γεννᾶν*.

137

Primary

Ἑλλάδα τὴν τριτάλαιναν ἀναιάξουσι ποιηταί,

138

Primary

ἡνίκ᾽ ἀπ᾽ Ἰταλίης ἰσθμοῦ πλήξειε τένοντα

139

Primary

τῆς μεγάλης Ῥώμης βασιλεὺς μέγας ἰσόθεος φώς,

140

Primary

ὅν, φάσ᾽, αὐτὸς ὁ Ζεὺς ἔτεκεν καὶ πότνια Ἥρη·

141

Primary

ὅστις παμμούσῳ φθόγγῳ μελιηδέας ὕμνους

142

Primary

θεατροκοπῶν ἀπολεῖ πολλοὺς σὺν μητρὶ ταλαίνῃ.

143

Primary

φεύξεται ἐκ Βαβυλῶνος ἄναξ φοβερὸς καὶ ἀναιδής,

144

Primary

ὃν πάντες στυγέουσι βροτοὶ καὶ φῶτες ἄριστοι·

145

Primary

ὤλεσε γὰρ πολλοὺς καὶ γαστέρι χεῖρας ἔθηκεν,

146

Primary

εἰς ἀλόχους ἥμαρτε καὶ ἐκ μιαρῶν ἐτέτυκτο.

147

Primary

ἥξει δ᾽ εἰς Μήδους καὶ Περσῶν πρὸς βασιλῆας,

148

Primary

πρώτους οὓς ἐπόθησε καὶ οἷς κλέος ἐγκατέθηκεν

149

Primary

φωλεύων μετὰ τῶνδε κακῶν εἰς ἔθνος ἀληθές·

150

Primary

ὃς ναὸν θεότευκτον ἕλεν καὶ ἔφλεξε πολίτας

151

Primary

λαοὺς εἰσανιόντας, ὅσους ὕμνησα δικαίως·

152

Primary

τούτου γὰρ *φανέντος * {ὅλ}η κτίσις ἐξετινάχθη

153

Primary

καὶ βασιλεῖς ὤλοντο, καὶ ἐν τοῖσιν μένεν ἀρχή,

154

Primary

ἐξόλεσαν μεγάλην τε πόλιν λαόν τε δίκαιον.

155

Primary

ἀλλ᾽ ὅταν ἐκ τετράτου ἔτεος λάμψῃ μέγας ἀστήρ,

156

Primary

ὃς πᾶσαν γαῖαν καθελεῖ μόνος εἵνεκα τιμῆς,

157

Primary

*αὐτοὶ πρῶτον ἔθηκάν τ᾽ εἰναλίῳ Ποσειδῶνι*,

158

Primary

ἥξει δ᾽ οὐρανόθεν ἀστὴρ μέγας εἰς ἅλα δῖαν

159

Primary

καὶ φλέξει πόντον βαθὺν αὐτήν τε Βαβυλῶνα

160

Primary

Ἰταλίης γαῖάν θ᾽, ἧς εἵνεκα πολλοὶ ὄλοντο

161

Primary

Ἑβραίων ἅγιοι πιστοὶ καὶ λαὸς ἀληθής.

162

Primary

ἔσσεαι ἐν θνητοῖσι κακοῖς κακὰ μοχθήσασα,

163

Primary

ἀλλὰ μενεῖς πανέρημος ὅλους αἰῶνας ἐσαῦτις

164

Primary

[ἔσσεται, ἀλλὰ μενεῖ εἰς αἰῶνας πανέρημος,]

165

Primary

σὸν στυγέουσ᾽ ἔδαφος, ὅτι φαρμακίην ἐπόθησας·

166

Primary

μοιχεῖαι παρά σοι καὶ παίδων μῖξις ἄθεσμος

167

Primary

θηλυγενὴς ἄδικός τε, κακὴ πόλι, δύσμορε πασῶν.

168

Primary

αἰαῖ πάντ᾽ ἀκάθαρτε πόλι Λατινίδος αἴης

169

Primary

μαινὰς ἐχιδνοχαρής, χήρη καθεδοῖο παρ᾽ ὄχθας,

170

Primary

καὶ ποταμὸς Τίβερίς σε κλαύσεται, ἣν παράκοιτιν,

171

Primary

ἥτε μιαιφόνον ἦτορ ἔχεις ἀσεβῆ δέ τε θυμόν.

172

Primary

οὐκ ἔγνως, τί θεὸς δύναται, τί δὲ μηχανάαται;

173

Primary

ἀλλ᾽ ἔλεγες· "μόνη εἰμὶ καὶ οὐδείς μ᾽ ἐξαλαπάξει".

174

Primary

νῦν δὲ σὲ καὶ σοὺς πάντας ὀλεῖ θεὸς αἰὲν ὑπάρχων,

175

Primary

κοὐκέτι σου σημεῖον ἔτ᾽ ἔσσεται ἐν χθονὶ κείνῃ,

176

Primary

ὡς τὸ πάλαι, ὅτι σὰς ὁ μέγας θεὸς εὕρατο τιμάς.

177

Primary

μεῖνον, ἄθεσμε, μόνη, πυρὶ δὲ φλεγέθοντι μιγεῖσα

178

Primary

ταρτάρεον οἴκησον ἐς Ἅιδου χῶρον ἄθεσμον.

179

Primary

νῦν δὲ πάλιν, Αἴγυπτε, τεὴν ὀλοφύρομαι ἄτην·

180

Primary

Μέμφι, πόνων ἀρχηγὸς ἔσῃ, πληχθεῖσα τένοντας·

181

Primary

ἐν σοὶ πυραμίδες φωνὴν φθέγξονται ἀναιδῆ.

182

Primary

*Πυθών*, ἡ τὸ πάλαι δίπολις κληθεῖσα δικαίως,

183

Primary

αἰῶσιν σίγησον, ὅπως παύσῃ κακότητος.

184

Primary

ὕβρι, κακῶν θησαυρὲ πόνων, μαινὰς πολύθρηνε,

185

Primary

αἰνοπαθὴς πολύδακρυ, μενεῖς χήρη διὰ παντός.

186

Primary

πουλυετὴς ἐγένου σὺ μόνη κόσμοιο κρατοῦσα.

187

Primary

ἀλλ᾽ ὅταν ἡ Βάρκη τὸ κυπάσσιον ἀμφιβάληται

188

Primary

λευκὸν ἐπὶ ῥυπαρῷ, μήτ᾽ εἴην μήτε γενοίμαν.

189

Primary

ὦ Θῆβαι, ποῦ σοι τὸ μέγα σθένος; ἄγριος ἀνήρ

190

Primary

ἐξολέσει λαόν· σὺ δὲ εἵματα φαιὰ λαβοῦσα

191

Primary

θρηνήσεις, δύστηνε, μόνη, καὶ πάντ᾽ ἀποτίσεις,

192

Primary

ὅσσα τὸ πρόσθεν ἔρεξας ἀναιδέα θυμὸν ἔχουσα.

193

Primary

*καὶ κοπετὸν ὄψονται ἀθέσμων εἵνεκα ἔργων.*

194

Primary

Συήνην δ᾽ ὀλέσειε μέγας φὼς Αἰθιοπήων·

195

Primary

Τεύχιραν οἰκήσουσι βίῃ μελανόχροες Ἰνδοί.

196

Primary

Πεντάπολι, κλαύσεις· σὲ δ᾽ ὀλεῖ μεγαλόσθενος ἀνήρ.

197

Primary

σάς, Λιβύη πάγκλαυστε, τίς ἐξηγήσεται ἄτας;

198

Primary

τίς δέ σε, Κυρήνη, μερόπων ἐλεεινὰ δακρύσει;

199

Primary

οὐ παύσῃ θρήνου στυγεροῦ πρὸς καιρὸν ὀλέθρου.

200

Primary

ἔσσεται ἐν Βρύγεσσι καὶ ἐν Γάλλοις πολυχρύσοις

201

Primary

ὠκεανὸς κελαδῶν πληρούμενος αἵματι πολλῷ·

202

Primary

καὐτοὶ γὰρ κακότητα θεοῦ τέκνοις ἐποίησαν,

203

Primary

ἡνίκα Σιδονίοις βασιλεὺς Φοῖνιξ Γαλικανόν

204

Primary

ἤγαγεν ἐκ Συρίης πλῆθος πολύ· καί σε φονεύσει,

205

Primary

αὐτήν, Ῥαβέννη, τε καὶ εἰς φόνον ἡγεμονεύσει.

206

Primary

Ἰνδοί, μὴ θαρσεῖτε καὶ Αἰθίοπες μεγάθυμοι·

207

Primary

ἡνίκα γὰρ * τούτους * τροχὸς Ἄξονος, Αἰγοκεράστης

208

Primary

Ταῦρός τ᾽ ἐν Διδύμοις μέσον οὐρανὸν ἀμφιελίξῃ,

209

Primary

Παρθένος ἐξαναβᾶσα καὶ Ἥλιος ἀμφὶ μετώπῳ

210

Primary

πηξάμενος ζώνην *περιπάμπολον* ἡγεμονεύσῃ·

211

Primary

ἔσσεται ἐμπρησμὸς μέγας αἰθέριος κατὰ γαῖαν,

212

Primary

*ἄστρων δ᾽ ἐν μαχίμοις * καινὴ φύσις, ὥστ᾽ ἀπολέσθαι

213

Primary

ἐν πυρὶ καὶ στοναχαῖσιν ὅλην γῆν Αἰθιοπήων.

214

Primary

μύρεο καὶ σύ, Κόρινθε, τὸν ἐν σοὶ λυγρὸν ὄλεθρον·

215

Primary

ἡνίκα γὰρ στρεπτοῖσι μίτοις Μοῖραι τριάδελφοι

216

Primary

κλωσάμεναι φεύγοντα δόλῳ ἰσθμοῖο παρ᾽ ὄχθην

217

Primary

ἄξουσιν μετέωρον, ἕως ἐσίδωσίν ἑ πάντες,

218

Primary

τὸν πάλαι ἐκκόψαντα πέτρην πολυήλατι χαλκῷ,

219

Primary

καὶ σὴν γαῖαν ὀλεῖ καὶ κόψει, ὡς προτέθειται.

220

Primary

τούτῳ γάρ τοι δῶκε θεὸς μένος ἐς τὸ ποιῆσαι

221

Primary

οἷά τις οὐ πρότερος τῶν συμπάντων βασιλήων·

222

Primary

πρῶτα μὲν ἐκ τρισσῶν κεφαλῶν σὺν πληγάδι ῥίζας

223

Primary

*στησάμενος* μεγάλως ἑτέροις δώσειε πάσασθαι,

224

Primary

ὥστε φαγεῖν σάρκας γονέων βασιλῆος ἀνάγνου.

225

Primary

πᾶσι γὰρ ἀνθρώποισι φόνος καὶ δείματα κεῖται

226

Primary

εἵνεκα τῆς μεγάλης πόλεως λαοῦ τε δικαίου

227

Primary

σῳζομένου διὰ παντός, ὃν ἔξοχον εἶχε Πρόνοια.

228

Primary

ἄστατε καὶ κακόβουλε, κακὰς περικείμενε κῆρας,

229

Primary

ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα

230

Primary

βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις,

231

Primary

ὕβρι, κακῶν ἀρχηγὲ καὶ ἀνθρώποις μέγα πῆμα,

232

Primary

τίς σε βροτῶν ἐπόθησε, τίς ἔνδοθεν οὐ χαλέπηνεν·

233

Primary

ἐν σοί τις βασιλεὺς σεμνὸν βίον ὤλεσε ῥιφθείς.

234

Primary

πάντα κακῶς διέθηκας ὅλον τε κακὸν κατέκλυσσας,

235

Primary

καὶ διὰ σοῦ κόσμοιο καλαὶ πτύχες ἠλλάχθησαν.

236

Primary

εἰς ἔριν ἡμετέρην τυχὸν ὕστατα ταῦτα προβάλλου·

237

Primary

πῶς τί λέγεις; πείσω σε καὶ εἴ τί σε μέμφομαι αὐδῶ·

238

Primary

ἦν ποτ᾽ ἐν ἀνθρώποις λαμπρὸν σέλας ἠελίοιο

239

Primary

σπειρομένης ἀκτῖνος ὁμοσπόνδοιο προφητῶν·

240

Primary

γλῶσσα μελισταγέουσα καλὸν πόμα πᾶσι βροτοῖσιν

241

Primary

φαῖνέ τε καὶ προὔβαλλε καὶ ἥμερα πᾶσιν ἔτελλεν.

242

Primary

τοῦδ᾽ ἕνεκεν, στενόβουλε κακῶν ἀρχηγὲ μεγίστων,

243

Primary

καὶ ῥαμφὴ καὶ πένθος ἐλεύσεται ἤματι κείνῳ.

244

Primary

ἀρχὴ καὶ καμάτοιο καὶ ἀνθρώποις μέγα τέρμα

245

Primary

βλαπτομένης κτίσεως καὶ σῳζομένης πάλι Μοίραις,

246

Primary

κλῦθι πικρᾶς φήμης δυσηχέος, ἀνδράσι πῆμα.

247

Primary

ἀλλ᾽ ὁπόταν Περσὶς γαῖ᾽ ἀπόσχηται πτολέμοιο

248

Primary

λοιμοῦ τε στοναχῆς τε, τότ᾽ ἔσσεται ἤματι κείνῳ

249

Primary

Ἰουδαίων μακάρων θεῖον γένος οὐράνιόν τε,

250

Primary

οἳ περιναιετάουσι θεοῦ πόλιν ἐν μεσογαίοις·

251

Primary

ἄχρι δὲ καὶ Ἰόπης τεῖχος μέγα κυκλώσαντες

252

Primary

ὑψόσ᾽ ἀείρονται ἄχρι καὶ νεφέων ἐρεβεννῶν.

253

Primary

οὐκέτι συρίξει σάλπιγξ πολεμόκλονον ἦχον,

254

Primary

οὐδ᾽ ἔτι μαινομέναις παλάμαις ἐχθραῖς διολοῦνται,

255

Primary

*ἀλλ᾽ ἐπι*στήσει τε κακῶν αἰῶνι τρόπαια.

256

Primary

εἷς δέ τις ἔσσεται αὖτις ἀπ᾽ αἰθέρος ἔξοχος ἀνήρ,

257

Primary

ὃς παλάμας ἥπλωσεν ἐπὶ ξύλου πολυκάρπου,

258

Primary

Ἑβραίων ὁ ἄριστος, ὃς ἠέλιόν ποτε στήσει

259

Primary

φωνήσας ῥήσει τε καλῇ καὶ χείλεσιν ἁγνοῖς.

260

Primary

μηκέτι τείρεο θυμὸν ἐνὶ στήθεσσι, μάκαιρα,

261

Primary

θειογενές, πάμπλουτε, μόνον πεποθημένον ἄνθος,

262

Primary

φῶς ἀγαθὸν σεμνόν τε τέλος *πεποθημένον ἅγνος*,

263

Primary

Ἰουδαίη χαρίεσσα, καλὴ πόλις, ἔνθεος ὕμνων.

264

Primary

οὐκέτι βακχεύσει περὶ σὴν χθόνα ποὺς ἀκάθαρτος

265

Primary

Ἑλλήνων ὁμόθεσμον ἐνὶ στήθεσσιν ἔχων νοῦν·

266

Primary

ἀλλά σε κυδάλιμοι παῖδες περιτιμήσουσιν

267

Primary

καὶ μούσαις ἁγίαισι τράπεζαν ἐπιστήσονται

268

Primary

παντοίαις θυσίαισι καὶ εὐχαῖς ἐν θεοτίμοις,

269

Primary

ἐκ μικρᾶς στενότητος ὅσοι καμάτους ὑπέμειναν,

270

Primary

πλείονα καὶ χαρίεντα *καλὸν ἄρξουσι* δίκαιοι·

271

Primary

οἱ δὲ κακοὶ στείλαντες ἐπ᾽ αἰθέρα γλῶσσαν ἄθεσμον

272

Primary

παύσονται λαλέοντες ἐναντίον ἀλλήλοισιν,

273

Primary

αὐτοὺς δὲ κρύψουσιν, ἕως *κόσμος ἀλλαγῇ*.

274

Primary

ἔσται δ᾽ ἐκ νεφέων ὄμβρος πυρὸς αἰθομένοιο·

275

Primary

κοὐκέτι καρπεύσουσι βροτοὶ στάχυν ἀγλαὸν ἐκ γῆς·

276

Primary

πάντ᾽ ἄσπαρτα μενεῖ καὶ ἀνήροτα, ἄχρι νοῆσαι

277

Primary

τὸν πρύτανιν πάντων θεὸν ἄμβροτον αἰὲν ἐόντα

278

Primary

ἀνθρώπους θνητοὺς καὶ μηκέτι θνητὰ γεραίρειν

279

Primary

μηδὲ κύνας καὶ γῦπας ἃ Αἴγυπτος κατέδειξεν

280

Primary

σεμνύνειν στομάτεσσι κενοῖς καὶ χείλεσι μωροῖς.

281

Primary

εὐσεβέων δὲ μόνων ἁγία χθὼν πάντα τάδ᾽ οἴσει,

282

Primary

νᾶμα μελισταγέος ἀπὸ πέτρης ἠδ᾽ ἀπὸ πηγῆς

283

Primary

καὶ γλάγος ἀμβρόσιον ῥεύσει πάντεσσι δικαίοις·

284

Primary

εἰς ἕνα γὰρ γενετῆρα θεὸν μόνον ἔξοχον ὄντα

285

Primary

ἤλπισαν εὐσεβίην μεγάλην καὶ πίστιν ἔχοντες.

286

Primary

ἀλλὰ τί δή μοι ταῦτα νόος σοφὸς ἐγγυαλίζει;

287

Primary

ἄρτι δέ σε, τλήμων Ἀσίη, κατοδύρομαι οἰκτρῶς

288

Primary

καὶ γένος Ἰώνων Καρῶν Λυδῶν πολυχρύσων.

289

Primary

αἰαῖ { σοι, } Σάρδεις· αἰαῖ πολυήρατε Τράλλις·

290

Primary

αἰαῖ, Λαοδίκεια, καλὴ πόλι· ὡς ἀπολεῖσθε

291

Primary

σεισμοῖς ὀλλύμεναί τε καὶ εἰς κόνιν ἀλλαχθεῖσαι.

292

Primary

Ἀσίδι τῇ δνοφερῇ [Λυδῶν τε. - πολυχρύσων] ―

293

Primary

Ἀρτέμιδος σηκὸς Ἐφέσου πηγνύμενος

294

Primary

χάσμασι καὶ σεισμοῖσί ποθ᾽ ἵξεται εἰς ἅλα δῖαν

295

Primary

πρηνής, ἠύτε νῆας ἐπικλύζουσιν ἄελλαι.

296

Primary

*ὕπτια δ᾽ οἰμώξει* Ἔφεσος κλαίουσα παρ᾽ ὄχθαις

297

Primary

καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα.

298

Primary

καὶ τότε θυμωθεὶς θεὸς ἄφθιτος αἰθέρι ναίων

299

Primary

οὐρανόθεν πρηστῆρα βαλεῖ κατὰ κρατὸς ἀνάγνου.

300

Primary

ἀντὶ δὲ χειμῶνος θέρος ἔσσεται ἤματι τῷδε.

301

Primary

καὶ τότε δὴ *μετέπειτ᾽* ἔσται *ἄνδρεσσι* βροτοῖσιν·

302

Primary

ἐξολέσει γὰρ πάντας ἀναιδέας ὑψικέραυνος

303

Primary

βρονταῖς τε στεροπαῖς τε κεραυνοῖς τε φλεγέθουσιν,

304

Primary

ἀνδράσι δυσμενέεσσι, καὶ ὡς ἀσεβεῖς ὀλοθρεύσει,

305

Primary

ὥστε μένειν νέκυας κατὰ γῆς πλέονας ψαμάθοιο.

306

Primary

ἥξει γὰρ καὶ Σμύρνα ἑὸν κλαίουσα *λυκουργόν*

307

Primary

εἰς *Ἐφέσοιο* πύλας καὶ αὐτὴ μᾶλλον ὀλεῖται.

308

Primary

Κύμη δ᾽ ἡ μωρὰ σὺν νάμασι τοῖς θεοπνεύστοις

309

Primary

ἐν παλάμαις ἀθέων ἀνδρῶν ἀδίκων καὶ ἀθέσμων

310

Primary

ῥιφθεῖσ᾽ οὐκέτι τόσσον ἐς αἰθέρα *ἅρμα προδώσει*,

311

Primary

ἀλλὰ μενεῖ νεκρὰ ἐν νάμασι *κυμήοισιν*.

312

Primary

καὶ τότ᾽ ἀναιάξουσιν ὁμοῦ κακότητα μένοντες.

313

Primary

εἰδήσει σημεῖον ἔχων, ἀνθ᾽ ὧν ἐμόγησεν,

314

Primary

Κυμαίων δῆμος χαλεπὸς καὶ φῦλον ἀναιδές.

315

Primary

εἶθ᾽ ὅτ᾽ ἀναιάξουσι κακὴν χθόνα τεφρωθεῖσαν,

316

Primary

Λέσβος ὑπ᾽ Ἠριδανοῦ αἰώνιον ἐξαπολεῖται.

317

Primary

αἰαῖ σοι, *Κέρκυρα*, καλὴ πόλι, παύεο κώμου.

318

Primary

καὶ Ἱεράπολι, γαῖα μόνη Πλούτω{νι} μιγεῖσα,

319

Primary

ἕξεις, ὃν πεπόθηκας ἔχειν, χῶρον πολύδακρυν

320

Primary

ἐς γῆν χωσαμένη παρὰ χεύμασι Θερμώδοντος.

321

Primary

πετροφυὴς Τρίπολίς τε παρ᾽ ὕδασι Μαιάνδροιο,

322

Primary

κύμασι νυκτερινοῖσι ὑπ᾽ ᾐόνι κληρωθεῖσα,

323

Primary

ἄρδην ἐξολέσει σε θεοῖό ποθ᾽ ἥδε πρόνοια.

324

Primary

μή μ᾽ ἐθέλουσαν ἑλεῖν Φοίβου τὴν γείτονα χώραν·

325

Primary

Μίλητον τρυφερὴν ἀπολεῖ πρηστήρ ποτ᾽ ἄνωθεν,

326

Primary

ἀνθ᾽ ὧν εἵλετο τὴν Φοίβου δολόεσσαν ἀοιδήν

327

Primary

*τήν τε σοφὴν ἀνδρῶν μελέτην καὶ σώφρονα βουλήν*.

328

Primary

ἵλαθι, παγγενέτωρ, τρυφερῇ χθονὶ τῇ πολυκάρπῳ

329

Primary

Ἰουδαίᾳ μεγάλῃ, ἵνα σὰς γνώμας ἐπίδωμεν.

330

Primary

ταύτην γὰρ πρώτην ἔγνως, θεός, ἐν χαρίτεσσιν

331

Primary

ἐς τὸ δοκεῖν προχάρισμα τεὸν πάντεσσι βροτοῖσιν

332

Primary

εἶναι καὶ προσέχειν, οἷον θεὸς ἐγγυάλιξεν.

333

Primary

ἱμείρω τριτάλαινα τὰ Θρῃκῶν ἔργα ἰδέσθαι

334

Primary

καὶ τεῖχος διθάλασσον ὑπ᾽ Ἄρεος ἐν κονίῃσιν

335

Primary

συρόμενον ποταμηδὸν ἐπ᾽ ἰχθυόεντι κολύμβῳ.

336

Primary

Ἑλλήσποντε τάλαν, ζεύξει ποτέ σ᾽ Ἀσσυρίων παῖς,

337

Primary

*εἰς σὲ μάχη* Θρῃκῶν κρατερὸν σθένος ἐξαλαπάξει.

338

Primary

τήν τε Μακηδονίην βασιλεὺς Αἰγύπτιος αἱρεῖ,

339

Primary

καὶ κλίμα βαρβαρικὸν ῥίψει σθένος ἡγεμονήων.

340

Primary

Λυδοὶ καὶ Γαλάται Πάμφυλοι σὺν Πισίδαισι

341

Primary

πανδημεὶ κρατέουσι κακὴν ἔριν ὁπλισθέντες.

342

Primary

Ἰταλίη τριτάλαινα, μενεῖς πανέρημος ἄκλαυστος

343

Primary

ἐν γαίῃ θαλερῇ ὀλοὸν δάκος ἐξαπολέσθαι.

344

Primary

ἔσται δ᾽ * αἰθέρος * οὐρανὸς εὐρὺς ὕπερθεν

345

Primary

βροντηδὸν κελάδημα, θεοῦ φωνὴν *ἐπακοῦσαι*

346

Primary

ἠελίου δ᾽ αὐτοῦ φλόγες ἄφθιτοι οὐκέτ᾽ ἔσονται

347

Primary

οὐδὲ σεληναίης λαμπρὸν φάος ἔσσεται αὖτις

348

Primary

ὑστατίῳ καιρῷ, ὁπόταν θεὸς ἡγεμονεύσῃ.

349

Primary

πάντα μελανθείη, σκοτίη δ᾽ ἔσται κατὰ γαῖαν,

350

Primary

καὶ τυφλοὶ μέροπες θῆρές τε κακοὶ καὶ ὀιζύς.

351

Primary

ἔσσεται ἦμαρ ἐκεῖνο χρόνον πολύν, ὥστε νοῆσαι

352

Primary

αὐτὸν ἄνακτα θεὸν πανεπίσκοπον οὐρανόθι πρό.

353

Primary

αὐτὸς δυσμενέας ἄνδρας τότε δ᾽ οὐκ ἐλεήσει,

354

Primary

ἀρνῶν ἠδ᾽ ὀίων ταύρων τ᾽ ἀγέλας ἐριμύκων

355

Primary

ἐκθυσιάζοντας μόσχων μεγάλων κεροχρύσων

356

Primary

ἀψύχοις θ᾽ Ἑρμαῖς καὶ τοῖς λιθίνοισι θεοῖσιν.

357

Primary

ἡγείσθω δὲ θέμις σοφίη καὶ δόξα δικαίων·

358

Primary

μή ποτε θυμωθεὶς θεὸς ἄφθιτος ἐξαπολέσσῃ

359

Primary

πᾶν γένος ἀνθρώπων *βίοτον* καὶ φῦλον ἀναιδές,

360

Primary

δεῖ στέργειν γενετῆρα θεὸν σοφὸν αἰὲν ἐόντα.

361

Primary

ἔσσεται ὑστατίῳ καιρῷ περὶ τέρμα σελήνης

362

Primary

κοσμομανὴς πόλεμος καὶ ἐπίκλοπος ἐν δολότητι.

363

Primary

ἥξει δ᾽ ἐκ περάτων γαίης μητροκτόνος ἀνήρ

364

Primary

φεύγων ἠδὲ νόῳ ὀξύστομα μερμηρίζων,

365

Primary

ὃς πᾶσαν γαῖαν καθελεῖ καὶ πάντα κρατήσει

366

Primary

πάντων τ᾽ ἀνθρώπων φρονιμώτερα πάντα νοήσει·

367

Primary

ἧς χάριν ὤλετό τ᾽ αὐτός, ἑλεῖ ταύτην παραχρῆμα.

368

Primary

ἄνδρας τ᾽ ἐξολέσει πολλοὺς μεγάλους τε τυράννους

369

Primary

πάντας τ᾽ ἐμπρήσει, ὡς οὐδέποτ᾽ ἄλλος ἐποίει,

370

Primary

τοὺς δ᾽ αὖ πεπτηῶτας ἀνορθώσει διὰ ζῆλον.

371

Primary

ἔσται δ᾽ ἐκ δυσμῶν πόλεμος πολὺς ἀνθρώποισιν,

372

Primary

ῥεύσει δ᾽ αἵμαθ᾽ ἕως ὄχθου ποταμῶν βαθυδινῶν.

373

Primary

τῆς τε Μακηδονίης στάξει χόλος ἐν πεδίοισιν ―

374

Primary

συμμαχίην *δῶ δ᾽* ἐκ δυσμῶν, βασιλῆι δ᾽ ὄλεθρον.

375

Primary

καὶ τότε χειμερίη πνοιὴ πνεύσει κατὰ γαῖαν,

376

Primary

καὶ πεδίον πολέμοιο κακοῦ πλησθήσεται αὖτις.

377

Primary

πῦρ γὰρ ἀπ᾽ οὐρανίων δαπέδων βρέξει μερόπεσσιν,

378

Primary

πῦρ καὶ αἷμα ὕδωρ πρηστὴρ γνόφος οὐρανίη νύξ

379

Primary

καὶ φθίσις ἐν πολέμῳ καὶ ἐπὶ σφαγῇσιν ὀμίχλη

380

Primary

πάντας ὁμοῦ τ᾽ ὀλέσει βασιλεῖς καὶ φῶτας ἀρίστους.

381

Primary

εἶθ᾽ οὕτως πολέμοιο πεπαύσεται οἰκτρὸς ὄλεθρος,

382

Primary

κοὐκέτι τις ξίφεσιν πολεμίξεται οὐδὲ σιδήρῳ

383

Primary

οὐδ᾽ αὐτοῖς βελέεσσιν, ἃ μὴ θέμις ἔσσεται αὖτις.

384

Primary

εἰρήνην δ᾽ ἕξει λαὸς σοφός, ὅσπερ ἐλείφθη,

385

Primary

πειραθεὶς κακότητος, ἵν᾽ ὕστερον εὐφρανθείη.

386

Primary

μητρολέται, παύσασθε θράσους τόλμης τε κακούργου,

387

Primary

οἳ τὸ πάλαι παίδων κοίτην ἐπορίζετ᾽ ἀνάγνως

388

Primary

καὶ τέγεσιν πόρνας ἐστήσατε τὰς πάλαι ἁγνάς

389

Primary

ὕβρεσι καὶ κολάσει κἀσχημοσύνῃ πολυμόχθῳ. ―

390

Primary

ἐν σοὶ γὰρ μήτηρ τέκνῳ ἐμίγη ἀθεμίστως,

391

Primary

καὶ θυγάτηρ γενετῆρι ἑῷ συζεύξατο νύμφη·

392

Primary

ἐν σοὶ καὶ βασιλεῖς στόμα δύσμορον ἐξεμίηναν,

393

Primary

ἐν σοὶ καὶ κτηνῶν εὗρον κοίτην κακοὶ ἄνδρες.

394

Primary

σίγησον, πανόδυρτε κακὴ πόλι, κῶμον ἔχουσα·

395

Primary

οὐκέτι γὰρ *παρὰ σοῖο τὴν τῆς * φιλοθρέμμονος ὕλης

396

Primary

παρθενικαὶ κοῦραι πῦρ ἔνθεον ὠρήσουσιν.

397

Primary

ἔσβεσται παρὰ σεῖο πάλαι πεποθημένος οἶκος,

398

Primary

ἡνίκα δεύτερον εἶδον ἐγὼ ῥιπτούμενον οἶκον

399

Primary

πρηνηδὸν πυρὶ τεγγόμενον διὰ χειρὸς ἀνάγνου,

400

Primary

οἶκον ἀεὶ θάλλοντα, θεοῦ τηρήμονα ναόν,

401

Primary

ἐξ ἁγίων γεγαῶτα καὶ ἄφθιτον αἰὲν ἐόντα

402

Primary

ἐκ ψυχῆς ἐλπιζόμενον καὶ σώματος *αὐτοῦ*

403

Primary

οὐ γὰρ ἀκηδέστως *αἰνεῖ* θεὸν ἐξ ἀφανοῦς γῆς

404

Primary

οὐδὲ πέτρης ποίησε σοφὸς τέκτων παρὰ τούτοις,

405

Primary

οὐ χρυσοῦ κόσμον, ἀπάτην ψυχῶν ἐσεβάσθη.

406

Primary

ἀλλὰ μέγαν γενετῆρα θεὸν πάντων θεοπνεύστων

407

Primary

ἐν θυσίαις ἁγίαις ἐγέραιρον καὶ ἑκατόμβαις.

408

Primary

νῦν δέ τις ἐξαναβὰς ἀφανὴς βασιλεὺς καὶ ἄναγνος

409

Primary

ταύτην ἔρριψεν καὶ ἀνοικοδόμητον ἀφῆκεν

410

Primary

σὺν πλήθει μεγάλῳ καὶ ἀνδράσι κυδαλίμοισιν.

411

Primary

αὐτὸς δ᾽ ὤλετο *χέρσον ἀπ᾽ ἀθανάτην ἐπιβὰς γῆν*,

412

Primary

κοὐκέτι σῆμα τοιοῦτον ἐπ᾽ ἀνθρώποισι τέτυκτο,

413

Primary

ὥστε δοκεῖν ἑτέρους μεγάλην πόλιν ἐξαλαπάξαι.

414

Primary

ἦλθε γὰρ οὐρανίων νώτων ἀνὴρ μακαρίτης

415

Primary

σκῆπτρον ἔχων ἐν χερσίν, ὅ οἱ θεὸς ἐγγυάλιξεν,

416

Primary

καὶ πάντων ἐκράτησε καλῶς πᾶσίν τ᾽ ἀπέδωκεν

417

Primary

τοῖς ἀγαθοῖς τὸν πλοῦτον, ὃν οἱ πρότεροι λάβον ἄνδρες.

418

Primary

πᾶσαν δ᾽ ἐκ βάθρων εἷλεν πόλιν ἐν πυρὶ πολλῷ

419

Primary

καὶ δήμους ἔφλεξε βροτῶν τῶν πρόσθε κακούργων

420

Primary

καὶ πόλιν, ἣν ἐπόθησε θεός, ταύτην ἐποίησεν

421

Primary

φαιδροτέραν ἄστρων τε καὶ ἡλίου ἠδὲ σελήνης

422

Primary

καὶ κόσμον κατέθηχ᾽ ἅγιόν τ᾽..... ἐποίησεν

423

Primary

ἔνσαρκον καλὸν περικαλλέα ἠδὲ ἔπλασσεν

424

Primary

πολλοῖς ἐν σταδίοισι μέγαν καὶ ἀπείρονα πύργον

425

Primary

αὐτῶν ἁπτόμενον νεφέων καὶ πᾶσιν ὁρατόν,

426

Primary

ὥστε βλέπειν πάντας πιστοὺς πάντας τε δικαίους

427

Primary

ἀιδίοιο θεοῦ δόξαν, πεποθημένον εἶδος·

428

Primary

ἀντολίαι δύσιές τε θεοῦ κλέος ἐξύμνησαν.

429

Primary

οὐκέτι γὰρ πέλεται *δειλοῖσι βροτοῖσιν δεινά*

430

Primary

οὐδὲ γαμοκλοπίαι καὶ παίδων Κύπρις ἄθεσμος,

431

Primary

οὐ φόνος οὐδὲ κυδοιμός, ἔρις δ᾽ ἐν πᾶσι δικαίη.

432

Primary

ὕστατος ἔσθ᾽ ἁγίων καιρός, ὅτε ταῦτα περαίνει

433

Primary

θεὸς ὑψιβρεμέτης, κτίστης ναοῖο μεγίστου.

434

Primary

αἰαῖ σοι, Βαβυλὼν χρυσόθρονε, χρυσοπέδιλε,

435

Primary

πουλυετὴς βασίλεια μόνη κόσμοιο κρατοῦσα,

436

Primary

ἡ τὸ πάλαι μεγάλη καὶ πάμπολις, οὐκέτι κείσῃ

437

Primary

οὔρεσιν ἐν χρυσέοις καὶ νάμασιν Εὐφρήταο·

438

Primary

στρωθήσῃ σεισμοῖο κλόνῳ· Πάρθοι δέ σε δεινοί

439

Primary

πάντα κρατεῖν ἐποίησαν. ἔχε στόμα φιμῷ, ἄναγνε

440

Primary

Χαλδαίων γενεή, μήτ᾽ εἴρεο μηδὲ μερίμνα,

441

Primary

πῶς Περσῶν ἄρξεις ἢ πῶς Μήδων *τε* κρατήσεις·

442

Primary

εἵνεκα γὰρ τῆς σῆς ἀρχῆς, ἧς ἔσχες, ὅμηρα

443

Primary

εἰς Ῥώμην πέμψασα καὶ Ἀσίδι θητεύοντας,

444

Primary

*τοιγάρτοι καὐτὴ βασιλὶς φρονέουσ᾽ εἰς κρίσιν

445

Primary

ἀντιδίκων ἥξεις, ὧν εἵνεκα λύτρα πέπομφας·*

446

Primary

δώσεις δ᾽ ἀντὶ λόγων σκολιῶν πικρὸν λόγον ἐχθροῖς.

447

Primary

ἔσται δ᾽ ὑστατίῳ καιρῷ ξηρός ποτε πόντος,

448

Primary

κοὐκέτι πλωτεύσουσιν ἐς Ἰταλίην τότε νῆες,

449

Primary

Ἀσὶς δ᾽ ἡ μεγάλη τότε πάμφορον ἔσσεται ὕδωρ

450

Primary

καὶ Κρήτη πεδίον. Κύπρος δ᾽ ἕξει μέγα πῆμα

451

Primary

καὶ Πάφος αἰάξει δεινὸν μόρον, ὥστε νοῆσαι

452

Primary

καὶ Σαλαμῖνα πόλιν μεγάλην μέγα πῆμα παθοῦσαν·

453

Primary

νῦν μὲν χέρσος ἄκαρπος ἐπ᾽ ᾐόνος ἔσσεται αὖθις,

454

Primary

ἀκρὶς δ᾽ οὐκ ὀλίγη χθόνα Κύπριον ἐξολοθρεύσει.

455

Primary

εἰς Τύρον, αἰνόμοροι μέροπες, κλαύσεσθε βλέποντες.

456

Primary

Φοινίκη, δεινός σε μένει χόλος, ἄχρι πεσεῖν σε

457

Primary

πτῶμα κακόν, Σειρῆνες ὅπως κλαύσωνται ἀληθῶς.

458

Primary

ἔσται δ᾽ ἐν πέμπτῃ γενεῇ, ὅτε παύσετ᾽ ὄλεθρος

459

Primary

Αἰγύπτου, βασιλῆες ὅταν μιχθῶσιν ἀναιδεῖς·

460

Primary

Παμφύλων γενεαὶ δ᾽ εἰς Αἴγυπτον καθεδοῦνται,

461

Primary

ἔν τε Μακηδονίῃ καὶ ἐν Ἀσίδι καὶ *Λυκίοισιν*

462

Primary

κοσμομανὴς πόλεμος πολυαίματος ἐν κονίῃσιν,

463

Primary

ὃν παύσει Ῥώμης βασιλεὺς δυσμῶν τε δυνάσται.

464

Primary

χειμερίη ὁπόταν ῥιπὴ στάξῃ χιονώδης

465

Primary

πηγνυμένου μεγάλου ποταμοῦ λιμνῶν τε μεγίστων,

466

Primary

εὐθὺς βάρβαρος ὄχλος ἐς Ἀσίδα γαῖαν ὁδεύσει,

467

Primary

καὶ Θρᾳκῶν ὀλέσει δεινῶν γένος ὡς ἀλαπαδνόν.

468

Primary

καὶ τότε θυμοβόροι μέροπες κατέδουσι γονῆας

469

Primary

λιμῷ τειρόμενοι καὶ ἐδέσματα λαιφάσσονται.

470

Primary

πάντων δ᾽ ἐκ μελάθρων θῆρες κατέδουσι τράπεζαν,

471

Primary

αὐτοί τ᾽ οἰωνοί τε βροτοὺς κατέδουσιν ἅπαντας

472

Primary

ὠκεανός τε κακοῦ πλησθήσεται ἐκ πολέμοιο

473

Primary

αἱματόεις σάρκας τε καὶ αἵματα τῶν ἀνοήτων.

474

Primary

εἶθ᾽ οὕτως ὀλιγηπελίη ἔσται κατὰ γαῖαν,

475

Primary

ὥστε νοεῖν ἀνδρῶν τ᾽ ἀριθμὸν μέτρον τε γυναικῶν.

476

Primary

μυρία δ᾽ οἰμώξει δειλὴ γενεὴ κατὰ τέρμα

477

Primary

ἠελίου δύνοντος, ἵν᾽ ἔμπαλι μηκέτ᾽ ἀνέλθῃ,

478

Primary

ὠκεανοῦ μείνας ἵν᾽ ἐφ᾽ ὕδασι βαπτισθείη·

479

Primary

πολλῶν γὰρ μερόπων εἶδεν κακότητας ἀνάγνους.

480

Primary

ἔσται δὲ σκοτόμαινα περὶ μέγαν οὐρανὸν αὐτόν,

481

Primary

ἀχλὺς δ᾽ οὐκ ὀλίγη κόσμου πτύχας ἀμφικαλύψει

482

Primary

δεύτερον· αὐτὰρ ἔπειτα θεοῦ φάος ἡγεμονεύσει

483

Primary

ἀνδράσι τοῖς ἀγαθοῖσιν, ὅσοι θεὸν ἐξύμνησαν.

484

Primary

Ἶσι, θεὰ τριτάλαινα, μενεῖς ἐπὶ χεύμασι Νείλου

485

Primary

μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος,

486

Primary

κοὐκέτι σου μνεία γε μενεῖ κατὰ γαῖαν ἅπασαν.

487

Primary

καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς,

488

Primary

κείσῃ πτῶμα μέγιστον ἐν Αἰγύπτῳ τριταλαίνῃ.

489

Primary

ὅσσοι δ᾽ Αἰγύπτου πόθον ἤγαγον εἴς σε, ἅπαντες

490

Primary

κλαύσονταί σε κακῶς θεὸν ἄφθιτον ἐν φρεσὶ θέντες·

491

Primary

γνώσονταί σε τὸ μηδέν, ὅσοι θεὸν ἐξύμνησαν.

492

Primary

καί { ποτε } τῶν ἱερέων τις ἐρεῖ λινόστολος ἀνήρ·

493

Primary

"δεῦτε, θεοῦ τέμενος καλὸν στήσωμεν ἀληθοῦς·

494

Primary

δεῦτε, τὸν ἐκ προγόνων δεινὸν νόμον ἀλλάξωμεν,

495

Primary

τοῦ χάριν οἱ λιθίνοις καὶ ὀστρακίνοισι θεοῖσιν

496

Primary

πομπὰς καὶ τελετὰς ποιούμενοι οὐκ ἐνόησαν.

497

Primary

στρέψωμεν ψυχὰς θεὸν ἄφθιτον ἐξυμνοῦντες

498

Primary

αὐτὸν τὸν γενετῆρα, τὸν ἀίδιον γεγαῶτα,

499

Primary

τὸν πρύτανιν πάντων, τὸν ἀληθέα, τὸν βασιλῆα,

500

Primary

ψυχοτρόφον γενετῆρα, θεὸν μέγαν αἰὲν ἐόντα." —

501

Primary

καὶ τότ᾽ ἐν Αἰγύπτῳ ναὸς μέγας ἔσσεται ἁγνός

502

Primary

κεἰς αὐτὸν θυσίας οἴσει λαὸς θεότευκτος,

503

Primary

κείνοισιν δώσει θεὸς ἄφθιτος {ἐμ}βιοτεύειν.

504

Primary

ἀλλ᾽ ὅταν ἐκπρολιπόντες ἀναιδέα φῦλα Τριβαλλῶν

505

Primary

Αἰθίοπες μέλλωσ᾽ *Αἴγυπτον ἑήν τε* ἀροῦσθαι,

506

Primary

ἄρξονται κακότητος, ἵν᾽ ὕστερα πάντα γένηται.

507

Primary

νηὸν γὰρ καθελοῦσι μέγαν Αἰγυπτιάδος γῆς·

508

Primary

ἐν δὲ θεὸς βρέξει κατὰ γῆς δεινὸν χόλον αὐτοῖς,

509

Primary

ὥστ᾽ ὀλέσαι πάντας τε κακοὺς πάντας τ᾽ *ἀνόμους τε*.

510

Primary

κοὐκέτι δὴ φειδώ τις ἔτ᾽ ἔσσεται ἐν χθονὶ κείνῃ,

511

Primary

ἀνθ᾽ ὧν οὐκ ἐφύλαξαν ὅ μιν θεὸς ἐγγυάλιξεν.

512

Primary

Ἠελίου φαέθοντος ἐν ἀστράσιν εἶδον ἀπειλήν

513

Primary

ἠδὲ Σεληναίης δεινὸν χόλον ἐν στεροπῇσιν·

514

Primary

ἄστρα μάχην ὤδινε· θεὸς δ᾽ ἐπέτρεψε μάχεσθαι.

515

Primary

ἀντὶ γὰρ Ἠελίου μακραὶ φλόγες ἐστασίαζον,

516

Primary

ἠδὲ Σεληναίης δίκερως ἠλλάξατο ῥοῖζος·

517

Primary

Φωσφόρος ἔσχε μάχην, ἐπιβὰς ἐς νῶτα Λέοντος·

518

Primary

Αἰγόκερως δ᾽ ἔπληξε νέου Ταύροιο τένοντα·

519

Primary

Ταῦρος δ᾽ Αἰγοκέρωτος ἀφήρπασε νόστιμον ἦμαρ.

520

Primary

καὶ Ζυγὸν Ὠρίων ἀπενόσφισε μηκέτι μεῖναι·

521

Primary

Παρθένος ἐν Κριῷ Διδύμων ἠλλάξατο μοῖραν·

522

Primary

Πλειὰς δ᾽ οὐκέτ᾽ ἔφαινε· Δράκων δ᾽ ἠρνήσατο ζώνην·

523

Primary

Ἰχθύες εἰσεδύοντο κατὰ ζωστῆρα Λέοντος·

524

Primary

Καρκίνος οὐκ ἐνέμεινεν, ἔδεισε γὰρ Ὠρίωνα·

525

Primary

Σκορπίος *οὐρὰν ἐπῆλθε* διὰ δεινοῖο Λέοντος,

526

Primary

ἠδὲ Κύων ὤλισθεν ἀπὸ φλογὸς Ἠελίοιο·

527

Primary

Ὑδροχόον δ᾽ ἐπύρωσε μένος κρατεροῖο Φαεινοῦ.

528

Primary

ὦρτο μὲν Οὐρανὸς αὐτός, ἕως ἐτίναξε μαχητάς·

529

Primary

θυμωθεὶς δ᾽ ἔρριψε καταπρηνεῖς ἐπὶ γαῖαν.

530

Primary

ῥίμφα μὲν οὖν πληγέντες ἐπ᾽ Ὠκεανοῖο λοετρά

531

Primary

ἧψαν γαῖαν ἅπασαν· ἔμεινε δ᾽ ἀνάστερος αἰθήρ.

Text notes and edition context

Work

Sibylline Oracles

The extant Sibylline corpus is mixed, layered, and often severe in tone; the current reading layer now carries the full public-domain Terry witness and a pinned Greek Geffcken/OCP source across books 1-8 and 11-14.

Oracular poetry | Original language: Ancient Greek

Hellenistic to late antique Greek oracular anthology

You are reading Book 5.

Primary Edition

Greek source text

Ancient Greek | Verse

Greek OCP / Geffcken 1902 witness

This edition preserves the Greek OCP transcription of Geffcken's 1902 Sibylline text, pinned to the public OCP GitHub source and NFC-normalized for corpus use.

Greek ritual witness for direct reading and coarse compare mode against Terry, including books 1-8 and 11-14 with the source's zero-based line numbering preserved.

Source family: Greek ritual source texts

Wikisource / Internet Archive | Public-domain source texts

Greek hymn and oracle witnesses staged where page-level provenance is clean enough to support direct reading.

Pinned source commit: 456ef828834a

Source path: static/docs/SibOr.xml

Primary source: Greek ritual source texts | Wikisource / Internet Archive.

Canonical pilot note: this original-language edition is currently imported for Book 5 only and carries line-level CTS URNs in the runtime corpus.