Reader
Reader | Sibylline Oracles, Book 6
Sibylline Oracles
Sibylline tradition
Text
Position
Line 0 of 28
Waypoints
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 0 | Primary Λόγος ἕκτος |
| 1 | Primary Ἀθανάτου μέγαν υἱὸν ἀοίδιμον ἐκ φρενὸς αὐδῶ, |
| 2 | Primary ᾧ θρόνον ὕψιστος γενέτης παρέδωκε λαβέσθαι |
| 3 | Primary οὔπω γεννηθέντι· ἐπεὶ κατὰ σάρκα τὸ δισσόν |
| 4 | Primary ἠγέρθη, προχοαῖς ἀπολουσάμενος ποταμοῖο |
| 5 | Primary Ἰορδάνου, ὃς φέρεται γλαυκῷ ποδί, κύματα σύρων. |
| 6 | Primary ὃς πυρὸς ἐκφεύξας πρῶτος θεὸν ὄψεται ἡδύν |
| 7 | Primary πνεύματι γινόμενον, λευκαῖς πτερύγεσσι πελείης. |
| 8 | Primary ἀνθήσει δ᾽ ἄνθος καθαρόν, βρύσουσι δὲ πηγαί. |
| 9 | Primary δείξω δ᾽ ἀνθρώποισι ὁδούς, δείξει δὲ κελεύθους |
| 10 | Primary οὐρανίας· πάντας δὲ σοφοῖς μύθοισι διδάξει. |
| 11 | Primary ἥξει δ᾽ ἔς τε δίκην καὶ πείσει λαὸν ἀπειθῆ |
| 12 | Primary αἰνετὸν αὐχήσας πατρὸς γένος οὐρανίδαο. |
| 13 | Primary κύματα πεζεύσει, νόσον ἀνθρώπων ἀπολύσει, |
| 14 | Primary στήσει τεθνηῶτας, ἀπώσεται ἄλγεα πολλά· |
| 15 | Primary ἐκ δὲ μιῆς πήρης ἄρτου κόρος ἔσσεται ἀνδρῶν, |
| 16 | Primary οἶκος ὅταν Δαυὶδ φύῃ φυτόν· ἐν χερὶ δ᾽ αὐτοῦ |
| 17 | Primary κόσμος ὅλος καὶ γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα. |
| 18 | Primary ἀστράψει δ᾽ ἐπὶ γῆν, οἷόν ποτε πρῶτα φανέντα |
| 19 | Primary εἶδον ἀπ᾽ ἀλλήλων πλευρῶν δύο γεννηθέντες. |
| 20 | Primary ἔσσεται, ἡνίκα γαῖα χαρήσεται ἐλπίδι παιδός. |
| 21 | Primary σοι δὲ μόνῃ, Σοδομῖτι γαίη, κακὰ πήματα κεῖται· |
| 22 | Primary αὐτὴ γὰρ δύσφρων τὸν σὸν θεὸν οὐκ ἐνόησας |
| 23 | Primary ἐλθόντα θνητοῖσιν ἐν ὄμμασιν· ἀλλ᾽ ἀπ᾽ ἀκάνθης |
| 24 | Primary ἔστρεψας στεφάνῳ, φοβερὴν δὲ χολὴν ἐκέρασσας |
| 25 | Primary εἰς ὕβριν καὶ πνεῦμα· τό σοι κακὰ πήματα τεύξει. |
| 26 | Primary ὦ ξύλον ὦ μακαριστόν, ἐφ᾽ οὗ θεὸς ἐξετανύσθη, |
| 27 | Primary οὐχ ἕξει σε χθών, ἀλλ᾽ οὐρανὸν οἶκον ἐσόψει, |
| 28 | Primary ἡνίκα ἀστράψειε τὸ σόν, θεός, ἔμπυρον ὄμμα. |