Reader
Reader | Sibylline Oracles, Book 7
Sibylline Oracles
Sibylline tradition
Text
Position
Line 0 of 162
Waypoints
| Line Ref | Greek source text | Ancient Greek |
|---|---|
| 0 | Primary Ἐκ τοῦ ἑβδόμου λόγου |
| 1 | Primary Ὦ Ῥόδε δειλαίη σύ· σὲ γὰρ πρώτην, σὲ δακρύσω· |
| 2 | Primary ἔσσῃ δὲ πρώτη πόλεων, πρώτη δ᾽ ἀπολέσσῃ, |
| 3 | Primary ἀνδρῶν μὲν χήρη, βιότου δέ τε πάμπαν ἀδευκής· |
| 4 | Primary Δῆλε, σὺ μὲν πλεύσεις καὶ ἐφ᾽ ὕδατος ἄστατος ἔσσῃ· |
| 5 | Primary Κύπρε, σὲ δ᾽ ἐξολέσει γλαυκῆς ποτε κῦμα θαλάσσης· |
| 6 | Primary Σικελίη, φλέξει σε τὸ καιόμενον κατὰ σοῦ πῦρ. ⁂ |
| 7 | Primary τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ. ⁂ |
| 8 | Primary Νῶέ τις ἐκ πάντων μοῦνος φυγὰς ἤλυθεν ἀνδρῶν. ⁂ |
| 9 | Primary πλεύσει γῆ, πλεύσει δὲ ὄρη, πλεύσει δὲ καὶ αἰθήρ. |
| 10 | Primary ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντ᾽ ἀπολεῖται. |
| 11 | Primary στήσονται δ᾽ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών. |
| 12 | Primary ὦ Φρυγίη, πρώτη δ᾽ ἀναλάμψεις ὕδατος ἄκρου· |
| 13 | Primary πρώτη δ᾽ εἰς ἀσέβειαν ἀπαρνήσῃ θεὸν αὐτή |
| 14 | Primary εἰδώλοις ἀλάλοις κεχαρισμένη, ὅσσα σε, δειλή, |
| 15 | Primary ἐξολέσει πολλῶν περιτελλομένων ἐνιαυτῶν. |
| 16 | Primary Αἰθίοπες δύστηνοι *ὑπ᾽* ἄλγεα οἰκτρὰ παθόντες |
| 17 | Primary ῥομφαίαις πλήξονται ὑπὸ χρόα πεπτηῶτες. |
| 18 | Primary τὴν λιπαρὴν Αἴγυπτον ἀεὶ σταχύεσσι μέλουσαν, |
| 19 | Primary ἣν Νεῖλος νηκτοῖς ὑπὸ χεύμασιν ἑπτὰ μεθύσκει, |
| 20 | Primary ἀλλήλων ἔμφυλος ὀλεῖ στάσις· ἔνθεν ἀέλπτως |
| 21 | Primary ἀνέρες ἐξελάσουσι τὸν οὐ θεὸν ἀνδράσιν Ἆπιν. |
| 22 | Primary αἰαῖ, Λαοδίκεια, σὺ δ᾽ οὐ θεὸν οὔποτ᾽ ἰδοῦσα |
| 23 | Primary ψεύσῃ, τολμηρή· κλύσσει δέ σε κῦμα Λύκοιο. ⁂ |
| 24 | Primary αὐτὸς *ὁ γεννηθεὶς* ὁ μέγας θεὸς *ἄστρ᾽ ὃς* πολλά |
| 25 | Primary ποιήσει, κρεμάσει δὲ δι᾽ αἰθέρος ἄξονα μέσσον, |
| 26 | Primary στήσει δ᾽ ἀνθρώποισι μέγαν φόβον ὑψόσ᾽ ἰδέσθαι |
| 27 | Primary κίονα μετρήσας μεγάλῳ πυρί, οὗ ῥαθάμιγγες |
| 28 | Primary ἀνθρώπων ὀλέσουσι γένη κακὰ δηλησάντων. |
| 29 | Primary ἔσται γάρ ποτε κεῖνος ἅπαξ χρόνος, ἔνθα δὲ φῶτες |
| 30 | Primary ἐξιλάσουσι θεόν, ἀλλ᾽ οὐ παύσουσιν ἀνίας |
| 31 | Primary ἀκράντους. Δαυὶδ δὲ δι᾽ οἴκου πάντα τελεῖται. |
| 32 | Primary τῷ γάρ τ᾽ αὐτὸς ἔδωκε θεὸς θρόνον ἐγγυαλίξας· |
| 33 | Primary οἱ δὲ διαγγελτῆρες ὑπαὶ ποσὶ κοιμήσονται, |
| 34 | Primary οἵ τε πυρὰς φαίνουσι καὶ οἳ ποταμοὺς *φαίνουσιν,* |
| 35 | Primary οἵ τ᾽ ἄστη σῴζουσι καὶ οἳ πέμπουσιν ἀήτας. — |
| 36 | Primary πολλοῖς δ᾽ αὖ χαλεπὸς βίος ἀνθρώποισιν ἔπεισιν |
| 37 | Primary ἐσδύνων ψυχαῖσι καὶ ἀλλάσσων φρένας ἀνδρῶν. |
| 38 | Primary ἀλλ᾽ ὅταν ἐκ ῥίζης βλαστὸς νέος ὄμματα φύσῃ, |
| 39 | Primary *τὴν κτίσιν* ἥ ποτε πᾶσι τροφὴν διέδωκε περισσήν, ⁂ |
| 40 | Primary καὶ τὰ μὲν ἀμφὶ * χρόνοις * ἔσται πλέον. ἀλλ᾽ ὅταν ἄλλοι |
| 41 | Primary ἄρξωνται *Πέρσαι μαχίμων φῦλον, αὐτίκα δεινοί* |
| 42 | Primary ἔσσονται θάλαμοι νυμφῶν διὰ δύσνομα φῦλα. |
| 43 | Primary ἕξει γὰρ μήτηρ ἑὸν υἱέα καὶ πόσιν· υἱός |
| 44 | Primary μητέρα δηλήσει· θυγάτηρ δ᾽ ἐπὶ πατρὶ κλιθεῖσα |
| 45 | Primary βάρβαρον ὑπνώσει τοῦτον νόμον· ὕστερα δ᾽ αὐτοῖς |
| 46 | Primary ἐκλάμψει Ῥωμαῖος Ἄρης πολλῆς ἀπὸ λόγχης· |
| 47 | Primary αἵματι δ᾽ ἀνδρομέῳ πολλὴν χθόνα φυρήσουσιν. |
| 48 | Primary Ἰταλίης δὲ πρόμος τότε φεύξεται ἐκ δορὸς ἀλκῆς. |
| 49 | Primary λείψουσιν δ᾽ ἐπὶ γῆς χρυσῷ κεχαραγμένον ἄνθος |
| 50 | Primary *ἐκπρομολόντα φέρον γε ἀεὶ σημεῖον ἀνάγκης *. |
| 51 | Primary ἔσται μάν, ὅτε πᾶσα κακὴ καὶ δύσμορος οἰκτρῶς |
| 52 | Primary Ἰλιὰς ἐκπίεται τάφον, οὐ γάμον, ἔνθα βαθεῖα |
| 53 | Primary κλαύσουσιν νύμφαι, ὅτι δὴ θεὸν οὐκ ἐνόησαν, |
| 54 | Primary ἀλλ᾽ αἰεὶ τυπάνοις *καὶ κρότοις τ᾽* ἦχον ἔδωκαν. |
| 55 | Primary μαντεύου, Κολοφών· μέγα σοι κρέμαται φοβερὸν πῦρ. |
| 56 | Primary Θεσσαλίη δύσνυμφε, σὲ δ᾽ ὄψεται οὐκέτι γαῖα |
| 57 | Primary οὐδὲ τέφρην, πλεύσῃ δὲ μόνη φυγὰς ἠπείροιο. |
| 58 | Primary *αὐτοῖς* ὦ τλῆμον, σκύβαλον πολέμου λυγρὸν ἔσσῃ, |
| 59 | Primary *ὦ κυσὶ καὶ ποταμοῖς καὶ* ῥομφαίαισι πεσοῦσα. |
| 60 | Primary ὦ τλῆμόν γε Κόρινθε, σὺ δ᾽ ἀμφ᾽ αὐτὴν βαρὺν Ἄρην |
| 61 | Primary δέξῃ, δειλαίη, καὶ ἐν ἀλλήλοις ἀπολεῖσθε. |
| 62 | Primary Τύρε, σὺ δ᾽ ἡλίκα { δὴ } λήψῃ μόνη· εὐσεβέων γάρ |
| 63 | Primary ἀνδρῶν χηρεύουσ᾽ ὀλιγηφρενίῃσι διοίσει. |
| 64 | Primary ἆ Συρίη κοίλη, Φοινίκων ὕστατον ἀνδρῶν, |
| 65 | Primary οἷς ἐπερευγομένη κεῖται Βηρυτιὰς ἅλμη, |
| 66 | Primary τλήμων, οὐκ ἔγνως τὸν σὸν θεόν, ὅν ποτ᾽ ἔλουσεν |
| 67 | Primary Ἰόρδανος ἐν *τριτάτοισι* καὶ ἔπτατο πνεῦμα πελείῃ, |
| 68 | Primary ὃς πρὶν καὶ γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος |
| 69 | Primary αὐθέντης γένετο λόγος πατρὶ πνεύματί θ᾽ ἁγνῷ |
| 70 | Primary σάρκα τε δυσάμενος ταχὺς ἵπτατο πατρὸς ἐς οἴκους. |
| 71 | Primary τρεῖς δ᾽ αὐτῷ πύργους μέγας Οὐρανὸς ἐστήριξεν, |
| 72 | Primary ἐν τῷ δὴ ναίουσι θεοῦ νῦν μητέρες ἐσθλαί, |
| 73 | Primary Ἐλπίς τ᾽ Εὐσεβίη τε Σεβασμοσύνη τε ποθεινή, |
| 74 | Primary οὐ χρυσῷ χαίρουσαι ἢ ἀργύρῳ, ἀλλὰ σεβασμοῖς |
| 75 | Primary ἀνθρώπων θυσίαις τε δικαιοτάτοις τε λογισμοῖς. |
| 76 | Primary θύσεις δ᾽ ἀθανάτῳ θεῷ μεγάλῳ ἀγερώχῳ |
| 77 | Primary οὐ χόνδρον τήξας λιβάνου πυρὶ οὐδὲ μαχαίρῃ |
| 78 | Primary ἀρνειὸν κόψας λασιότριχα, ἀλλ᾽ ἅμα πᾶσιν, |
| 79 | Primary οἳ τεὸν αἷμα φέρουσι, λαβὼν *ἀγρίηνα πετεινά* |
| 80 | Primary εὐξάμενος πέμψεις εἰς οὐρανὸν ὄμματα τείνας· |
| 81 | Primary ὕδωρ δὲ σπείσεις καθαρῷ πυρὶ τοῖα βοήσας· |
| 82 | Primary "ὥς σε λόγον γέννησε πατήρ *πάτερ* ὄρνιν ἀφῆκα, |
| 83 | Primary ὀξὺν ἀπαγγελτῆρα λόγων λόγον, ὕδασιν ἁγνοῖς |
| 84 | Primary ῥαίνων σὸν βάπτισμα, δι᾽ οὗ πυρὸς ἐξεφαάνθης." — |
| 85 | Primary οὐδὲ θύρην κλείσεις, ὅτε τίς σοι ἐπήλυτος ἄλλος |
| 86 | Primary ἥξει δευόμενος πενίην λιμόν τ᾽ ἀπερύκειν. |
| 87 | Primary ἀλλὰ λαβὼν κεφαλὴν τοῦδ᾽ ἀνέρος ὕδατι ῥάνας |
| 88 | Primary εὖξαι τρίς· τῷ σῷ δὲ θεῷ μάλα τοῖα βόησον· |
| 89 | Primary "οὐκ ἔραμαι πλούτου· λιτὸς δέ τε λιτὸν ἐδέγμην· |
| 90 | Primary ἄμφω δὸς σύ, πάτερ, σύ, χορηγητήρ, ἐπάκουσον". |
| 91 | Primary εὐξαμένῳ δώσει σοι· ἀπήγαγεν ἔκτοτε δ᾽ ἀνήρ ⁂ |
| 92 | Primary μὴ θλίψῃς με, θεοῦ ἱερὸν σέβας ἠδὲ δίκαιον, |
| 93 | Primary *ἁγνὸν ἀδούλωτον περὶ γένναν ἐλεγχθὲν...* |
| 94 | Primary τλήμονά μου κραδίην στῆσον, πάτερ· εἰς δὲ δέδορκα, |
| 95 | Primary εἰς σὲ τὸν ἄχραντον, τὸν μὴ χέρες ἐργάσσαντο. ⁂ |
| 96 | Primary Σαρδώ, νῦν σὺ βαρεῖα, μεταλλάξῃ ἐς τέφρην. |
| 97 | Primary ἔσσῃ δ᾽ οὐκέτι νῆσος, ὅταν δέκατος χρόνος ἔλθῃ. |
| 98 | Primary ζητήσουσι πλέοντες ἐν ὕδασιν οὐκέτ᾽ ἐοῦσαν, |
| 99 | Primary ἀλκυόνες δ᾽ ἐπὶ σοὶ οἰκτρὸν γόον αἰάξουσιν. |
| 100 | Primary Μυγδονίη τρηχεῖα, δυσέκβατε πυρσὲ θαλάσσης, |
| 101 | Primary αὐχήσεις αἰῶνα, { δι᾽ } αἰώνων ἀπολέσσῃ |
| 102 | Primary θερμῷ πνεύματι πᾶσα, μανήσῃ δ᾽ ἄλγεσι πολλοῖς. |
| 103 | Primary Κελτὶ γαίη, τὸ δὲ σὸν κατ᾽ ὄρος, παρὰ δύσβατον Ἄλπιν, |
| 104 | Primary ψάμμος ὅλην χώσει σε βαθύς· φόρον οὐκέτι δώσεις, |
| 105 | Primary οὐ στάχυν, οὐ βοτάνας· πανέρημος ἔσῃ δ᾽ ἀπὸ λαῶν |
| 106 | Primary αἰεί, κρυμαλέοις δὲ παχυνομένη κρυστάλλοις |
| 107 | Primary λώβην ἐκτίσεις, ἣν οὐκ ἐνόησας, ἄναγνε. |
| 108 | Primary Ῥώμη καρτερόθυμε, Μακηδονίην μετὰ λόγχην |
| 109 | Primary ἀστράψεις ἐς Ὄλυμπον· θεὸς δέ σε πάμπαν ἄπυστον |
| 110 | Primary ποιήσει, ὁπόταν δοκέῃς πολὺ κρεῖσσον ἐς ὄμμα |
| 111 | Primary ἑδραίη μίμνειν· τότε σοι τοιαῦτα βοήσω· |
| 112 | Primary ὀλλυμένη φθέγξῃ λαμπρόν ποτε *καὶ μαρμάραν σε*· |
| 113 | Primary δεύτερά σοι, Ῥώμη, μέλλω πάλι δεύτερα φωνεῖν. |
| 114 | Primary ἄρτι δέ σε, Συρίη τλῆμον, κατοδύρομαι οἰκτρῶς. |
| 115 | Primary Θῆβαι δύσβουλοι, ὑμῖν κακὸς ἦχος ἐπέσται |
| 116 | Primary αὐλῶν φθεγγομένων, ὑμῖν σάλπιγξ κακὸν ἦχον |
| 117 | Primary ἠχήσει, ὄψεσθε δ᾽ ἀπολλυμένην χθόνα πᾶσαν. |
| 118 | Primary αἰαῖ σοι τλῆμον, αἰαῖ κακόθυμε θάλασσα. |
| 119 | Primary βρωθήσῃ πυρὶ πᾶσα καὶ ἐξολέσεις λαὸν ἅλμῃ. |
| 120 | Primary ἔσται γάρ τε τοσοῦτον ἐπὶ χθονὶ μαινόμενον πῦρ, |
| 121 | Primary ὅσσον ὕδωρ, ῥεύσει τε καὶ ἐξολέσει χθόνα πᾶσαν. |
| 122 | Primary φλέξει ὄρη, καύσει ποταμούς, πηγὰς δὲ κενώσει. |
| 123 | Primary ἔσται κόσμος ἄκοσμος ἀπολλυμένων ἀνθρώπων. |
| 124 | Primary καιόμενοι δὲ κακῶς τότε τλήμονες ἐμβλέψουσιν |
| 125 | Primary οὐρανόν, οὐκ ἄστροις, ἀλλ᾽ ἐν πυρὶ κεκμηῶτα. |
| 126 | Primary οὐδὲ θοῶς ὀλέκονται, ἀπολλυμένων δ᾽ ὑπὸ σαρκῶν |
| 127 | Primary πνεύματι καιόμενοι εἰς αἰώνων ἐνιαυτούς |
| 128 | Primary αἰεὶ δυσβασάνιστα θεοῦ νόμον εἰδήσουσιν |
| 129 | Primary οὐκ ἀπαφητὸν ἐόντα, βιαζομένη δ᾽ ἄρα γαῖα, |
| 130 | Primary ὅντινα τολμήσασα θεῶν ἐπεδέξατο βωμοῖς |
| 131 | Primary ψευδομένη, καπνὸν εἶδε δι᾽ αἰθέρος *ἀλγηθέντα* |
| 132 | Primary κεῖνοι δὲ τλήσονται ἄγαν πόνον, οἳ διὰ κέρδος |
| 133 | Primary αἰσχρὰ προφητεύσουσι κακὸν χρόνον ἀλδαίνοντες. |
| 134 | Primary οἳ μὲν δυσάμενοι προβάτων λασιότριχα ῥινά |
| 135 | Primary Ἑβραῖοι ψεύσονται, ὃ μὴ γένος ἔλλαβον αὐτοί, |
| 136 | Primary ἀλλὰ λόγοις λαλέοντες ἐπ᾽ ἄλγεσι κερδαντῆρες |
| 137 | Primary οὐ βίον ἀλλάξουσι καὶ οὐ πείσουσι δικαίους, |
| 138 | Primary οἵτε θεὸν πάμπιστα διὰ φρενὸς ἱλάσκονται. |
| 139 | Primary ἐν δὲ τρίτῳ κλήρῳ περιτελλομένων ἐνιαυτῶν |
| 140 | Primary ὀγδοάδος πρώτης ἄλλος πάλι κόσμος ὁρᾶται. |
| 141 | Primary νὺξ ἔσται πάντη -.-. μακρὴ καὶ ἀπειθής. |
| 142 | Primary καὶ τότε μὲν θείου δεινὴ περιβήσεται ὀδμή |
| 143 | Primary ἀγγέλλουσα φόνους, ὁπόταν κεῖνοι ἀπόλωνται |
| 144 | Primary νυκτί τε καὶ λιμῷ· τότε γεννήσει καθαρὸν νοῦν |
| 145 | Primary ἀνθρώπων, στήσει δὲ τεὸν γένος, ὡς πάρος ἦν σοι· |
| 146 | Primary οὐκέτι τις κόψει βαθὺν αὔλακα γυρῷ ἀρότρῳ· |
| 147 | Primary οὐ βόες ἰθυντῆρα κάτω βάψουσι σίδηρον· |
| 148 | Primary κλήματα δ᾽ οὐκ ἔσται οὐδὲ στάχυς· ἀλλ᾽ ἅμα πάντες |
| 149 | Primary μάννην τὴν δροσερὴν λευκοῖσιν ὀδοῦσι φάγονται. |
| 150 | Primary σὺν δ᾽ αὐτοῖς ἔσται τότε καὶ θεός, ὅς σε διδάξει, |
| 151 | Primary ὡς ἐμὲ τὴν λυγρήν. ὅσα γὰρ κακὰ πρόσθεν ἔρεξα |
| 152 | Primary εἰδυῖ᾽ ἄλλα τε πολλὰ κακῶς ἐπόνησ᾽ ἀμελοῦσα. |
| 153 | Primary μυρία μέν μοι λέκτρα, γάμος δ᾽ οὐδεὶς ἐμελήθη· |
| 154 | Primary πᾶσι δ᾽ ἐγὼ πανάπιστος ἐπήγαγον ἄγριον ὅρκον. |
| 155 | Primary δευομένους ἀπέκλεισα καὶ ἐν *προμολοῦσιν* ἰοῦσα |
| 156 | Primary *ἴκελον* εἰς αὐλῶνα θεοῦ φάτιν οὐκ ἐνόησα. |
| 157 | Primary τοὔνεκα πῦρ μ᾽ ἔφαγεν καὶ βρώσεται· οὐδὲ γὰρ αὐτή |
| 158 | Primary ζήσομαι, ἀλλ᾽ ὀλέσει με κακὸς χρόνος, ἔνθα τάφον μοι |
| 159 | Primary ἄνθρωποι τεύξουσι παρερχόμενοί με θαλάσσῃ. |
| 160 | Primary καί με λίθοις ὀλέσουσ᾽· ἐπ᾽ ἐμῷ γὰρ πατρὶ λαλοῦσα |
| 161 | Primary *υἷα φίλον* μετέδωκα. βάλοιτέ με, βάλλετε πάντες· |
| 162 | Primary οὕτω γὰρ ζήσω καὶ ἐς οὐρανὸν ὄμματα πήξω. |