Reader

Reader | Sibylline Oracles, Book 8

Sibylline Oracles

Sibylline tradition

Book 8 | Primary edition: Greek source text

Text

Position

Line 0 of 500

Waypoints

Line RefGreek source text | Ancient Greek
0

Primary

Λόγος ὄγδοος

1

Primary

Ἐρχομένης μεγάλης ὀργῆς ἐπὶ κόσμον ἀπειθῆ

2

Primary

ἔσχατον εἰς αἰῶνα θεοῦ μηνίματα φαίνω

3

Primary

πᾶσι προφητεύουσα κατὰ πτόλιν ἀνθρώποισιν.

4

Primary

ἐξότε δὴ πύργος τ᾽ ἔπεσεν γλῶσσαί τ᾽ ἀνθρώπων

5

Primary

ἐς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους,

6

Primary

πρῶτα μὲν Αἰγύπτου βασιλήιον, εἶτα τὸ Περσῶν

7

Primary

Μήδων Αἰθιόπων τε καὶ Ἀσσυρίης Βαβυλῶνος,

8

Primary

εἶτα Μακηδονίης τῦφον μέγαν αὐχησάσης,

9

Primary

πέμπτον δ᾽ εἶτ᾽ Ἰταλῶν κλεινὴ βασιλεία ἄθεσμος

10

Primary

ὑστάτιον πᾶσιν δείξει κακὰ πολλὰ βροτοῖσιν

11

Primary

καὶ πάσης γαίης ἀνδρῶν μόχθους δαπανήσει.

12

Primary

ἄξει δ᾽ ἀκμῆτας βασιλεῖς ἐθνῶν ἐπὶ δυσμάς

13

Primary

καὶ θεσμοὺς θήσει λαοῖς καὶ πάνθ᾽ ὑποτάξει.

14

Primary

ὀψὲ θεοῦ μύλοι *γ᾽* ἀλέουσι τὸ λεπτὸν ἄλευρον.

15

Primary

πῦρ τότε πάντ᾽ ὀλέσει καὶ λεπτὸν χοῦν ἀποδώσει

16

Primary

ὑψικόμων ὀρέων κορυφὰς καὶ σαρκὸς ἁπάσης.

17

Primary

ἀρχὴ πᾶσι κακῶν φιλοχρημοσύνη καὶ ἄνοια.

18

Primary

χρυσοῦ γὰρ δολίοιο καὶ ἀργυρίου πόθος ἔσται·

19

Primary

οὐδὲν γὰρ τούτων θνητοὶ μεῖζον προέκριναν,

20

Primary

οὐ φάος ἠελίου, οὐκ οὐρανόν, οὐδὲ θάλασσαν,

21

Primary

οὐ γαῖαν πλατύνωτον, ὅθεν φύουσιν ἅπαντα,

22

Primary

οὐ τὸν πάντα διδόντα θεόν, γεννήτορα πάντων,

23

Primary

οὐ πίστιν τούτων καὶ εὐσεβίην προέκριναν.

24

Primary

πηγὴ δυσσεβίης καὶ ἀταξίης προοδηγός,

25

Primary

μηχανίη πολέμων, εἰρήνης ἐχθρὰ ἀνία

26

Primary

ἐχθραίνουσα τέκνοις γονέας καὶ τέκνα γονεῦσιν.

27

Primary

κοὐδὲ γάμος δίχα χρυσοῦ ὅλως ποτὲ τίμιος ἔσται.

28

Primary

γαῖά θ᾽ ὅρους ἕξει καὶ φρουροὺς πᾶσα θάλασσα

29

Primary

πᾶσι μεριζομένη δολίως τοῖς χρυσὸν ἔχουσιν·

30

Primary

ὡς αἰῶσι θέλοντες ἔχειν πολυθρέμμονα γαῖαν

31

Primary

πορθήσουσι πένητας, ἵν᾽ αὐτοὶ πλείονα χῶρον

32

Primary

προσπορίσαντες ἀλαζονίῃ καταδουλώσωσιν.

33

Primary

κεἰ μὴ γαῖα πέλωρος ἀπ᾽ οὐρανοῦ ἀστερόεντος

34

Primary

τὸν θρόνον εἶχε μακρήν, οὐκ ἦν ἴσον ἀνδράσι φέγγος,

35

Primary

ἀλλ᾽ ἀγοραζόμενον χρυσῷ πλουτοῦσιν ὑπῆρχεν

36

Primary

καὶ πτωχοῖς αἰῶν᾽ ἕτερον θεὸς ἡτοίμαζεν.

37

Primary

ἥξει σοί ποτ᾽ ἄνωθεν ἴση, ὑψαύχενε Ῥώμη,

38

Primary

οὐράνιος πληγὴ καὶ κάμψεις αὐχένα πρώτη

39

Primary

κἀξεδαφισθήσῃ καὶ πῦρ σε ὅλην δαπανήσει

40

Primary

κεκλιμένην ἐδάφεσσιν ἑοῖς, καὶ πλοῦτος ὀλεῖται

41

Primary

καὶ σὰ θέμειλα λύκοι καὶ ἀλώπεκες οἰκήσουσιν.

42

Primary

καὶ τότ᾽ ἔσῃ πανέρημος ὅλως, ὡς μὴ γεγονυῖα.

43

Primary

ποῦ τότε Παλλάδιον; ποῖός σε θεὸς διασώσει,

44

Primary

χρυσοῦς ἢ λίθινος ἢ χάλκεος; ἢ τότε ποῦ σοι

45

Primary

δόγματα συγκλήτου; ποῦ Ῥείης ἠὲ Κρόνοιο

46

Primary

ἠὲ Διὸς γενεὴ καὶ πάντων, ὧν ἐσεβάσθης,

47

Primary

δαίμονας ἀψύχους, νεκύων εἴδωλα καμόντων,

48

Primary

ὧν Κρήτη καύχημα τάφους ἡ δύσμορος ἕξει,

49

Primary

θρησκεύουσα θρόνωσιν ἀναισθήτοις νεκύεσσιν.

50

Primary

ἀλλ᾽ ὅτε σοι βασιλεῖς, χλιδανή, τρὶς πέντε γένωνται

51

Primary

κόσμον δουλώσαντες ἀπ᾽ ἀντολίης μέχρι δυσμῶν,

52

Primary

*ἔσσετ᾽ ἄναξ πολιόκρανος ἔχων πέλας οὔνομα πόντου*,

53

Primary

κόσμον ἐποπτεύων μιαρῷ ποδί, δῶρα πορίζων,

54

Primary

χρυσὸν μὲν πάμπλειστον ἔχων καὶ ἄργυρον ἐχθρῶν

55

Primary

πλείονα συλλέξας καὶ γυμνώσας ἀναλύσει.

56

Primary

καὶ μαγικῶν ἀδύτων μυστήρια πάντα μεθέξει,

57

Primary

παῖδα θεὸν δεικνύσει, ἅπαντα σεβάσματα λύσει,

58

Primary

*κἀξ ἀρχῆς * τὰ πλάνης μυστήρια πᾶσιν ἀνοίξει.

59

Primary

αἴλινος ἔκτοτε καιρός, ὅτ᾽ Αἴλινος αὐτὸς ὀλεῖται.

60

Primary

καί ποτε δῆμος ἐρεῖ· "μέγα σὸν κράτος, ἄστυ, πεσεῖται·"

61

Primary

εἰδὼς εὐθὺ τὸ μέλλον ἐπερχόμενον κακὸν ἦμαρ.

62

Primary

καὶ τότε πενθήσουσιν ὁμοῦ τὴν σὴν προβλέποντες

63

Primary

οἰκτροτάτην μοῖραν πατέρες καὶ νήπια τέκνα·

64

Primary

αἴλινα θρηνήσουσι λυγροὶ παρὰ Θύμβριδος ὄχθαις.

65

Primary

τὸν μέτα τρεῖς ἄρξουσι πανύστατον ἦμαρ ἔχοντες,

66

Primary

οὔνομα πληρώσαντες ἐπουρανίοιο θεοῖο,

67

Primary

οὗ τὸ κράτος καὶ νῦν καὶ εἰς αἰῶνας ἅπαντας.

68

Primary

εἷς μὲν πρέσβυς ἐὼν σκήπτρων ἐπὶ πουλὺ κρατήσει,

69

Primary

οἰκτρότατος βασιλεύς, ὃς χρήματα κόσμου ἅπαντα

70

Primary

δώμασιν ἐγκλείσει τηρῶν, ἵν᾽, ὅταν γ᾽ ἐπανέλθῃ

71

Primary

ἐκ περάτων γαίης ὁ φυγὰς μητροκτόνος αἴθων,

72

Primary

ταῦτα ἅπασι διδοὺς πλοῦτον μέγαν Ἀσίδι θήσει.

73

Primary

καὶ τότε πενθήσεις πλατυπόρφυρον ἡγεμονήων

74

Primary

*φῶς* ἐκδυσαμένη καὶ πένθιμον εἷμα φοροῦσα,

75

Primary

ὦ βασιλὶς μεγάλαυχε, Λατινίδος ἔκγονε Ῥώμης·

76

Primary

οὐκέτι σοι τῆς σῆς μεγαλαυχενίης κλέος ἔσται,

77

Primary

οὐδ᾽ ὀρθωθήσῃ ποτὲ δύσμορος, ἀλλὰ κλιθήσῃ·

78

Primary

καὶ γὰρ ἀετοφόρων λεγεώνων δόξα πεσεῖται.

79

Primary

ποῦ τότε σοι τὸ κράτος; ποία γῆ σύμμαχος ἔσται

80

Primary

δουλωθεῖσα τεαῖς ματαιοφροσύνῃσιν ἀθέσμως;

81

Primary

πάσης γὰρ γαίης θνητῶν τότε σύγχυσις ἔσται,

82

Primary

αὐτὸς ὁ παντοκράτωρ ὅταν ἐλθὼν βήματι κρίνῃ

83

Primary

ζώντων καὶ νεκύων ψυχὰς καὶ κόσμον ἅπαντα.

84

Primary

κοὔτε γονεῖς τέκνοισι φίλοι, οὐ τέκνα γονεῦσιν

85

Primary

ἔσσονται διὰ δυσσεβίην καὶ θλῖψιν ἄελπτον.

86

Primary

ἔκτοτέ σοι βρυγμὸς καὶ σκορπισμὸς καὶ ἅλωσις,

87

Primary

πτῶσις ὅταν ἔλθῃ πόλεων καὶ χάσματα γαίης·

88

Primary

πορφύρεός τε δράκων ὁπόταν ἐπὶ κύμασιν ἔλθῃ

89

Primary

γαστέρι πλῆθος ἔχων καὶ θρέψει σεῖο τὰ τέκνα

90

Primary

ἐσσομένου λιμοῦ τε καὶ ἐμφυλίου πολέμοιο,

91

Primary

ἐγγὺς μὲν κόσμου τὸ τέλος καὶ ἔσχατον ἦμαρ

92

Primary

καὶ *δοκίμοις* κλητοῖς κρίσις ἀθανάτοιο θεοῖο.

93

Primary

πρῶτα δὲ Ῥωμαίων ἀπαραίτητος χόλος ἔσται,

94

Primary

αἱμοπότης καιρὸς καὶ δύστηνος βίος ἥξει.

95

Primary

αἰαῖ σοι, Ἰταλὴ χώρη, μέγα βάρβαρον ἔθνος,

96

Primary

οὐκ ἐνόησας, ὅθεν γυμνὴ καὶ ἀνάξιος ἦλθες

97

Primary

πρὸς φάος ἠελίοιο, ἵν᾽ εἰς αὐτὸν πάλι χῶρον

98

Primary

γυμνὴ χωρήσῃς καὶ ὕστερον ἐς κρίσιν ἔλθῃς

99

Primary

ὡς ἀδίκως κρίνουσα...............

100

Primary

χερσὶ γιγαντείῃσι μόνη κατὰ κόσμον ἅπαντα

101

Primary

ἐξ ὕψους ἐλθοῦσα κατοικήσεις ὑπὸ γαῖαν.

102

Primary

νάφθῃ κἀσφάλτῳ καὶ θείῳ καὶ πυρὶ πολλῷ

103

Primary

ἐξαφανισθήσῃ καὶ ἔσῃ κόνις αἰώνεσσιν

104

Primary

αἰθομένη· καὶ πᾶς ὁ βλέπων μυκηθμὸν ἀκούσει

105

Primary

πένθιμον ἐξ Ἀίδαο μέγαν καὶ βρυγμὸν ὀδόντων

106

Primary

καὶ ταῖς σαῖς παλάμαις ἄθεα στήθη παταγοῦσαν.

107

Primary

πᾶσιν ὁμοῦ νύξ ἐστιν ἴση τοῖς πλοῦτον ἔχουσιν

108

Primary

καὶ πτωχοῖς· γυμνοὶ δ᾽ ἀπὸ γῆς, γυμνοὶ πάλιν ἐς γῆν

109

Primary

ἥξαντες λήγουσι βίου χρόνον ἐκτελέσαντες.

110

Primary

οὐδεὶς δοῦλος ἐκεῖ, οὐ κύριος, οὐδὲ τύραννος,

111

Primary

οὐ βασιλεῖς, οὐχ ἡγεμόνες μάλα τῦφον ἔχοντες,

112

Primary

οὐ νομικὸς ῥήτωρ, οὐκ ἄρχων χρήμασι κρίνων·

113

Primary

οὐ θυσιῶν σπονδαῖς ἐπὶ βωμοῖς αἷμα χέουσιν·

114

Primary

τύμπανον οὐκ ἠχεῖ, οὐ κύμβαλον..........

115

Primary

οὐκ αὐλὸς πολύτρητος, ἔχοντα φρενοβλάβον αὐδήν,

116

Primary

οὐ σκολιοῦ σύριγμα φέρον μίμημα δράκοντος,

117

Primary

οὐ σάλπιγξ πολέμων ἀγγέλτρια βαρβαρόφωνος·

118

Primary

οὐ κώμοις μεθύοντες ἀθέσμοις, οὐχὶ χορείαις·

119

Primary

οὐ φθόγγος κιθάρης, οὐ μηχανίη κακοεργός·

120

Primary

οὐκ ἔρις, οὐκ ὀργὴ πολυποίκιλος, οὐδὲ μάχαιρα

121

Primary

ἔστι παρὰ φθιμένοις, ἀλλ᾽ αἰὼν κοινὸς ἅπασιν. ―

122

Primary

κλειδοφύλαξ εἱρκτῆς μεγάλης ἐπὶ βῆμα θεοῖο. ―

123

Primary

χρυσοῖς τε *ξοάνοισιν ἀργυρέοις λιθίνοισιν*

124

Primary

ὡραῖαι γίνεσθε, ἵν᾽ ἔλθητ᾽ εἰς πικρὸν ἦμαρ

125

Primary

σὴν πρώτην κόλασιν, Ῥώμη, καὶ βρυγμὸν ὁρῶσαι.

126

Primary

κοὐκέτι σοι δούλειον ὑπὸ ζυγὸν αὐχένα θήσει

127

Primary

οὐ Σύρος, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐκ ἔθνος ἄλλο.

128

Primary

ἐκπορθηθήσῃ κἀκπραχθήσῃ ὅσ᾽ ἔπραξας,

129

Primary

δώσεις τ᾽ οἰμώξασα φόβῳ, μέχρι πάντ᾽ ἀποτίσεις·

130

Primary

καὶ σὺ θρίαμβος ἔσῃ κόσμῳ καὶ ὄνειδος ἁπάντων. ―

131

Primary

ἔκτοτε Λατίνων ἕκτη γενεὴ βασιλήων

132

Primary

ὑστάτιον βίον ἐκτελέσει καὶ σκῆπτρα προλείψει.

133

Primary

τῆς αὐτῆς γενεῆς ἕτερος βασιλεὺς βασιλεύσει,

134

Primary

ὃς πάσης γαίης ἄρξει καὶ σκῆπτρα κρατήσει,

135

Primary

ἄρξει δ᾽ αὐτοκέραστα θεοῦ βουλαῖσι μεγίστου·

136

Primary

παῖδες καὶ παίδων τούτου γενεὴ *ἀσαλεύτων*·

137

Primary

ὣς γὰρ θέσφατόν ἐστι περιπλομένοιο χρόνοιο,

138

Primary

ὁππόταν Αἰγύπτου βασιλεῖς τρὶς πέντε γένωνται.

139

Primary

ἔνθεν ὅταν φοίνικος ἐπέλθῃ πενταχρόνοιο ―

140

Primary

ἥξει πορθήσων λαῶν γένος, ἄκριτα φῦλα,

141

Primary

Ἑβραίων ἔθνος. τότ᾽ Ἄρης Ἄρεα προνομεύσει,

142

Primary

Ῥωμαίων ὑπέροπλον ἀπειλὴν αὐτὸς ὀλέσσει.

143

Primary

ὤλετο { γὰρ } Ῥώμης ἀρχὴ τότε τηλεθόωσα,

144

Primary

ἀρχαίη πολέεσσι περικτιόνεσσιν ἄνασσα.

145

Primary

οὐκέτι νικήσειε πέδον Ῥώμης ἐριθήλου,

146

Primary

ὁππόταν ἐξ Ἀσίης κρατέων ἔλθῃ σὺν Ἄρηι.

147

Primary

ταῦτα δὲ πάντ᾽ ἔρξας ἥξει κρηπισθὲν ἐς ἄστυ.

148

Primary

τρὶς δὲ τριηκοσίους καὶ τεσσαράκοντα καὶ ὀκτώ

149

Primary

πληρώσεις λυκάβαντας, ὅταν σοι δύσμορος ἥξῃ

150

Primary

μοῖρα βιαζομένη τεὸν οὔνομα πληρώσασα.

151

Primary

οἴμοι ἐγὼ τριτάλαινα, πότ᾽ ὄψομαι ἦμαρ ἐκεῖνο

152

Primary

*σεῖό ποτε *, Ῥώμη, πᾶσιν δὲ μάλιστα Λατίνοις;

153

Primary

κώμαζ᾽, εἰ βούλει σύ, τὸν ἐν κρυφίαισι λοχείαις

154

Primary

Ἀσίδος ἐκ γαίης ἐπὶ Τρωικὸν ἅρμ᾽ ἐπιβάντα,

155

Primary

θυμὸν ἔχοντ᾽ αἴθωνος. ὅταν δ᾽ ἰσθμὸν διακόψῃ

156

Primary

παπταίνων, ἐπὶ πάντας ἰών, πέλαγος διαμείψας,

157

Primary

καὶ τότε θῆρα μέγαν μετελεύσεται αἷμα κελαινόν.

158

Primary

τὸν δὲ λέοντ᾽ ἐδίωξε κύων ὀλέκοντα νομῆας.

159

Primary

σκῆπτρα δ᾽ ἀφαιρήσουσι καὶ εἰς Ἀίδαο περήσει.

160

Primary

ἥξει καὶ Ῥοδίοις κακὸν ὕστατον, ἀλλὰ μέγιστον,

161

Primary

καὶ Θήβῃσι κακή γε μένει μετόπισθεν ἅλωσις.

162

Primary

Αἴγυπτος δ᾽ ἀπολεῖται ὑφ᾽ ἡγεμόνων κακότητος.

163

Primary

[ὡς δὲ καὶ οἳ μετόπισθ᾽ ἔφυγον βροτοὶ αἰπὺν ὄλεθρον,

164

Primary

τρὶς μακαριστὸς ἔην καὶ τετράκις ὄλβιος ἀνήρ.]

165

Primary

ἔσται καὶ Ῥώμη ῥύμη καὶ Δῆλος ἄδηλος

166

Primary

καὶ Σάμος ἄμμος — — — — — — —

167

Primary

ὕστερον *αὖ καὶ ἔπειτά γε τοὺς Πέρσας κακὸν ἥξει*

168

Primary

ἀνθ᾽ ὑπερηφανίης, ἀπολεῖται ὕβρις ἅπασα.

169

Primary

καὶ τότε { δ᾽ } ἁγνὸς ἄναξ πάσης γῆς σκῆπτρα κρατήσει

170

Primary

εἰς αἰῶνας ἅπαντας {ὁ} τοὺς φθιμένους ἀνεγείρας

171

Primary

τρεῖς Ῥώμῃ Ὕψιστος ἄγοι οἰκτρῇ τότε μοίρῃ,

172

Primary

πάντες δ᾽ ἄνθρωποι μελάθροις ἰδίοισιν ὀλοῦνται·

173

Primary

ἀλλ᾽ οὐ μὴ πεισθῶσιν, ὅ κεν πολὺ λώιον εἴη.

174

Primary

ἀλλ᾽ ὁπόταν δὴ πᾶσιν ἐπαυξήσῃ κακὸν ἦμαρ

175

Primary

λιμοῦ καὶ λοιμοῦ δυσανασχέτου ἠδὲ κυδοιμοῦ,

176

Primary

καὶ τότ᾽ ἔπειτ᾽ αὖτις κρείων ἔμπροσθεν ὁ τλήμων

177

Primary

συγκαλέσας βουλὴν βουλεύσεται, ὡς ἀπολέσσει ―

178

Primary

ξηρὰ μὲν ἀνθήσουσιν ὁμοῦ φύλλοισι φανέντα·

179

Primary

οὐράνιον δ᾽ ἔδαφος *δείξει* στερεᾷ ἐπὶ πέτρῃ

180

Primary

ὄμβρον τε φλογμόν τε πολύπνοιάν τ᾽ ἐπὶ γαῖαν

181

Primary

καὶ σπορίμων πληθὺν ἰῶν κατὰ γαῖαν ἅπασαν. ―

182

Primary

ἀλλὰ πάλιν πράξουσιν ἀναιδέα θυμὸν ἔχοντες,

183

Primary

οὐ μήνιμα θεοῦ δειδιότες οὐδ᾽ ἀνθρώπων,

184

Primary

αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες,

185

Primary

ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι

186

Primary

ψεῦσται ἀπιστόφιλοι κακοπράγμονες οὐδὲν ἀληθεῖς

187

Primary

πιστολέται εὑρεσσίλογοι δύσφημα χέοντες·

188

Primary

οὐδέ σφιν πλούτου κόρος ἔσσεται· ἀλλά τ᾽ ἀναιδῶς

189

Primary

πλείονα συλλέξουσι· τυραννωθέντες ὀλοῦνται.

190

Primary

ἄστρα πεσεῖται ἅπαντα θαλάσσης ἀντίπρῳρα,

191

Primary

*πολλὰ μὲν ἑξῆς ἄστρα*, καὶ ἀκτινόεντα κομήτην

192

Primary

ἄνθρωποι καλέουσι τὸν ἀστέρα, σῆμα πόνοιο

193

Primary

πολλοῦ ἐπερχομένου, πολέμου καὶ δηιοτῆτος.

194

Primary

μή ποτ᾽ ἐγὼ ζῴην, ὅτε ἡ μιαρὰ βασιλεύσει,

195

Primary

ἀλλὰ τότ᾽, οὐρανίη ὅταν ἡ χάρις ἐμβασιλεύσῃ,

196

Primary

καὶ ὁπόταν ἱερός ποτε παῖς *δολοφῶν* ἁπάντων

197

Primary

ἐξολέσῃ δεσμοῖς ὀλοόφρονα βυσσὸν ἀνοίγων,

198

Primary

αἰφνίδιος δὲ βροτοὺς ξύλινος δόμος ἀμφικαλύψῃ.

199

Primary

ἀλλ᾽ ὅταν ἡ δεκάτη γενεὴ δόμον Ἄιδος εἴσω,

200

Primary

θηλυτέρης μετέπειτα μέγα κράτος· ᾗ κακὰ πολλά

201

Primary

αὐξήσει θεὸς αὐτός, ὅταν βασιληίδα τιμήν

202

Primary

στεψαμένη τετύχῃ· σύμπαν δ᾽ ἔτος *ἥπιος* αἰών.

203

Primary

ἠέλιος [μὲν] αὐχμηρὰ τρέχων νυκτερινὰ φαίνει,

204

Primary

λείψει δ᾽ ἄστρα πόλον· πολλῇ δέ τε λαίλαπι θύων

205

Primary

γαῖαν ἐρημώσει· νεκρῶν δ᾽ ἐπανάστασις ἔσται·

206

Primary

καὶ χωλῶν δρόμος ὠκύτατος καὶ κωφὸς ἀκούσει

207

Primary

καὶ τυφλοὶ βλέψουσι, λαλήσουσ᾽ οὐ λαλέοντες,

208

Primary

καὶ κοινὸς πάντεσσι βίος καὶ πλοῦτος ἐσεῖται.

209

Primary

γαῖα δ᾽ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς

210

Primary

διαμεριζομένη καρπούς ποτε πλείονας οἴσει,

211

Primary

πηγὰς δὲ γλυκεροῦ οἴνου λευκοῦ τε γάλακτος

212

Primary

καὶ μέλιτος δώσει.................. ―

213

Primary

καὶ *κρίσιν* ἀθανάτοιο θεοῦ............

214

Primary

ἀλλ᾽ ὅταν ἀλλάξῃ θεὸς καιροὺς..........

215

Primary

χεῖμα θέρος ποιῶν, τότε θέσφατα { πάντα τελεῖται }.

216

Primary

ἀλλ᾽ ὅτε κόσμος ὄλωλεν.............. ⁂

217

Primary

Ἱδρώσει δὲ χθών, κρίσεως σημεῖον ὅτ᾽ ἔσται.

218

Primary

Ἥξει δ᾽ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων,

219

Primary

Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἅπαντα.

220

Primary

Ὄψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι

221

Primary

Ὕψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο.

222

Primary

Σαρκοφόρων δ᾽ ἀνδρῶν ψυχὰς ἐπὶ βήματι κρίνει,

223

Primary

Χέρσος ὅταν ποτὲ κόσμος ὅλος καὶ ἄκανθα γένηται.

224

Primary

Ῥίψουσιν δ᾽ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα.

225

Primary

Ἐκκαύσει δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν

226

Primary

Ἰχνεῦον, ῥήξει τε πύλας εἱρκτῆς Ἀίδαο.

227

Primary

Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει

228

Primary

Τῶν ἁγίων· ἀνόμους δὲ τὸ πῦρ αἰῶσιν ἐλέγξει.

229

Primary

Ὁππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει·

230

Primary

Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει.

231

Primary

Θρῆνος δ᾽ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων.

232

Primary

Ἐκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι.

233

Primary

Οὐρανὸν εἱλίξει· μήνης δέ τε φέγγος ὀλεῖται.

234

Primary

Ὑψώσει δὲ φάραγγας, ὀλεῖ δ᾽ ὑψώματα βουνῶν,

235

Primary

Ὕψος δ᾽ οὐκέτι λυγρὸν ἐν ἀνθρώποισι φανεῖται.

236

Primary

Ἶσα δ᾽ ὄρη πεδίοις ἔσται καὶ πᾶσα θάλασσα

237

Primary

Οὐκέτι πλοῦν ἕξει. γῆ γὰρ φρυχθεῖσα τότ᾽ ἔσται

238

Primary

Σὺν πηγαῖς, ποταμοί τε καχλάζοντες λείψουσιν.

239

Primary

Σάλπιγξ δ᾽ οὐρανόθεν φωνὴν πολύθρηνον ἀφήσει

240

Primary

Ὠρύουσα μύσος μελέων καὶ πήματα κόσμου.

241

Primary

Ταρτάρεον δὲ χάος δείξει τότε γαῖα χανοῦσα.

242

Primary

Ἥξουσιν δ᾽ ἐπὶ βῆμα θεοῦ βασιλῆος ἅπαντες.

243

Primary

Ῥεύσει δ᾽ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου.

244

Primary

Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς, σφρηγὶς ἐπίσημος

245

Primary

Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται,

246

Primary

Ἀνδρῶν εὐσεβέων ζωή, πρόσκομμα δὲ κόσμου,

247

Primary

Ὕδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς·

248

Primary

Ῥάβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει.

249

Primary

Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν

250

Primary

Σωτὴρ ἀθάνατος βασιλεύς, ὁ παθὼν ἕνεχ᾽ ἡμῶν.

251

Primary

ὃν Μωσῆς ἐτύπωσε προτείνας ὠλένας ἁγνάς

252

Primary

νικῶν τὸν Ἀμαλὴκ πίστει, ἵνα λαὸς ἐπιγνῷ

253

Primary

ἐκλεκτὸν παρὰ πατρὶ θεῷ καὶ τίμιον εἶναι

254

Primary

τὴν ῥάβδον Δαυὶδ καὶ τὸν λίθον, ὅνπερ ὑπέστη,

255

Primary

εἰς ὃν ὁ πιστεύσας ζωὴν αἰώνιον ἕξει.

256

Primary

οὐδὲ γὰρ ἐν δόξῃ, ἀλλ᾽ ὡς βροτὸς εἰς κτίσιν ἥξει

257

Primary

οἰκτρὸς ἄτιμος ἄμορφος, ἵν᾽ οἰκτροῖς ἐλπίδα δώσει·

258

Primary

καὶ φθαρτῇ σαρκὶ μορφὴν καὶ πίστιν ἀπίστοις

259

Primary

οὐράνιον δώσει καὶ μορφώσει τὸν ἀπ᾽ ἀρχῆς

260

Primary

ἄνθρωπον πλασθέντα θεοῦ παλάμαις ἁγίαισιν,

261

Primary

ὅν τ᾽ ἐπλάνησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν

262

Primary

τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε,

263

Primary

ὥστε θεὸν προλιπόντα λατρεύειν ἤθεσι θνητοῖς.

264

Primary

αὐτὸν γὰρ πρώτιστα λαβὼν σύμβουλον ἀπ᾽ ἀρχῆς

265

Primary

εἶπεν ὁ παντοκράτωρ· "ποιήσωμεν, τέκνον, ἄμφω

266

Primary

εἰκόνος ἡμετέρης ἀπομαξάμενοι βροτὰ φῦλα·

267

Primary

νῦν μὲν ἐγὼ χερσίν, σὺ δ᾽ ἔπειτα λόγῳ θεραπεύσεις

268

Primary

μορφὴν ἡμετέρην, ἵνα κοινὸν ἀνάστεμα δῶμεν."

269

Primary

γνώμης οὖν ταύτης μεμνημένος ἐς κτίσιν ἥξει

270

Primary

ἀντίτυπον μίμημα φέρων εἰς παρθένον ἁγνήν,

271

Primary

ὕδατι φωτίζων διὰ πρεσβυτέρων ἅμα χειρῶν,

272

Primary

πάντα λόγῳ πράσσων, πᾶσαν δὲ νόσον θεραπεύων.

273

Primary

τοὺς ἀνέμους παύσειε λόγῳ, στορέσει δὲ θάλασσαν

274

Primary

μαινομένην ποσὶν εἰρήνης πίστει τε πατήσας.

275

Primary

ἐκ δ᾽ ἄρτων ἅμα πέντε καὶ ἰχθύος εἰναλίοιο

276

Primary

ἀνδρῶν χιλιάδας ἐν ἐρήμῳ πέντε κορέσσει,

277

Primary

καὶ τὰ περισσεύοντα λαβὼν τότε κλάσματα πάντα

278

Primary

δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν.

279

Primary

καὶ καλέσει ψυχὰς μακάρων, οἰκτροὺς δ᾽ ἀγαπήσει,

280

Primary

οἳ καλὸν ἀντὶ κακοῦ χλευαζόμενοι πρήξουσιν

281

Primary

τυπτόμενοι μαστιζόμενοι πενίην ποθέοντες.

282

Primary

πάντα νοῶν καὶ πάντα βλέπων καὶ πάντ᾽ ἐπακούων

283

Primary

σπλάγχνα κατοπτεύσει καὶ γυμνώσει πρὸς ἔλεγχον·

284

Primary

αὐτὸς γὰρ πάντων ἀκοὴ καὶ νοῦς καὶ ὅρασις

285

Primary

καὶ λόγος ὁ κτίζων μορφάς, ᾧ πάνθ᾽ ὑπακούει,

286

Primary

καὶ νέκυας σῴζων, πᾶσαν δὲ νόσον θεραπεύων.

287

Primary

εἰς ἀνόμων χεῖρας καὶ ἀπίστων ὕστερον ἥξει,

288

Primary

δώσουσιν δὲ θεῷ ῥαπίσματα χερσὶν ἀνάγνοις

289

Primary

καὶ στόμασιν μιαροῖς ἐμπτύσματα φαρμακόεντα.

290

Primary

δώσει δ᾽ εἰς μάστιγας ἀναπλώσας τότε νῶτον·

291

Primary

[αὐτὸς γὰρ κόσμῳ παραδώσει παρθένον ἁγνήν.]

292

Primary

καὶ κολαφιζόμενος σιγήσει, μή τις ἐπιγνῷ,

293

Primary

τίς τίνος ὢν πόθεν ἦλθεν, ἵνα φθιμένοισι λαλήσει.

294

Primary

καὶ στέφανον φορέσει τὸν ἀκάνθινον· ἐκ γὰρ ἀκανθῶν

295

Primary

τὸ στέφος ἐκλεκτῶν αἰώνιόν ἐστιν ἄγαλμα.

296

Primary

πλευρὰς νύξουσιν καλάμῳ διὰ τὸν νόμον αὐτῶν·

297

Primary

ἐκ καλάμων γὰρ σειομένων ὑπὸ πνεύματος *ἄλλου*

298

Primary

πρὸς κρίματα * ψυχῆς * ἐτράφη ὀργῆς καὶ ἀμοιβῆς.

299

Primary

ἀλλ᾽ ὅτε ταῦτά γε πάντα τελειωθῇ ἅπερ εἶπον.

300

Primary

εἰς αὐτὸν τότε πᾶς λύεται νόμος, ὅστις ἀπ᾽ ἀρχῆς

301

Primary

δόγμασιν ἀνθρώποις ἐδόθη διὰ λαὸν ἀπειθῆ.

302

Primary

ἐκπετάσει χεῖρας καὶ κόσμον ἅπαντα μετρήσει.

303

Primary

εἰς δὲ τὸ βρῶμα χολὴν καὶ πιεῖν ὄξος ἔδωκαν·

304

Primary

τῆς ἀφιλοξενίης ταύτην δείξουσι τράπεζαν.

305

Primary

ναοῦ δὲ σχισθῇ τὸ πέτασμα καὶ ἤματι μέσσῳ

306

Primary

νὺξ ἔσται σκοτόεσσα πελώριος ἐν τρισὶν ὥραις.

307

Primary

οὐκέτι γὰρ κρυφίῳ τε νόμῳ ναῷ τε λατρεύειν

308

Primary

φαντασίαις κόσμου κεκαλυμμένον αὖτις ἐδείχθη

309

Primary

αὐθέντου καταβάντος ἐπὶ χθονὸς ἀενάοιο.

310

Primary

ἥξει δ᾽ εἰς Ἀίδην ἀγγέλλων ἐλπίδα πᾶσιν

311

Primary

τοῖς ἁγίοις, τέλος αἰώνων καὶ ἔσχατον ἦμαρ,

312

Primary

καὶ θανάτου μοῖραν τελέσει τρίτον ἦμαρ ὑπνώσας·

313

Primary

καὶ τότ᾽ ἀπὸ φθιμένων ἀναλύσας εἰς φάος ἥξει

314

Primary

πρῶτος ἀναστάσεως κλητοῖς ἀρχὴν ὑποδείξας,

315

Primary

ἀθανάτου πηγῆς ἀπολουσάμενος ὑδάτεσσιν

316

Primary

τὰς πρότερον κακίας, ἵνα γεννηθέντες ἄνωθεν

317

Primary

μηκέτι δουλεύσωσιν ἀθέσμοις ἤθεσι κόσμου.

318

Primary

πρῶτα δὲ τοῖς ἰδίοις φανερῶς τότε κύριος ὀφθῇ

319

Primary

σάρκινος, ὡς πάρος ἦν, χερσίν τε ποσίν τ᾽ ἐπιδείξει

320

Primary

τέσσαρα τοῖς ἰδίοις ἴχνη πηχθέντα μέλεσσιν,

321

Primary

ἀντολίην τε δύσιν τε μεσημβρίην τε καὶ ἄρκτον·

322

Primary

τόσσαι γὰρ κόσμου βασιληίδες ἐκτελέσουσιν

323

Primary

πρᾶξιν τὴν ἀθέμιστον ἐπίψογον εἰς τύπον ἡμῶν.

324

Primary

χαῖρ᾽, ἁγνὴ θύγατερ Σιών, -. -. πολλὰ παθοῦσα·

325

Primary

αὐτός σου βασιλεὺς ἐπιβὰς ἐπὶ πῶλον ἐσάγει

326

Primary

*πρᾶος πᾶσι φανείς, ἵνα τὸ(ν) ζυγὸν ἡμῶν*

327

Primary

δοῦλον δυσβάστακτον ἐπ᾽ αὐχένι κείμενον ἄρῃ

328

Primary

καὶ θεσμοὺς ἀθέους λύσῃ δεσμούς τε βιαίους.

329

Primary

αὐτόν σου γίνωσκε θεὸν θεοῦ υἱὸν ἐόντα·

330

Primary

τοῦτον δοξάζουσα καὶ ἐν στέρνοισιν ἔχουσα

331

Primary

ἐκ ψυχῆς ἀγάπα καὶ τοὔνομα βάστασον αὐτοῦ.

332

Primary

τοὺς προτέρους δ᾽ ἀπόθου καὶ λοῦσον ἀφ᾽ αἵματος αὐτοῦ·

333

Primary

οὐ γὰρ σαῖς οἴμαις ἱλάσκεται οὐδὲ λιταῖσιν,

334

Primary

οὐ θυσίαις προσέχει φθαρταῖς ἄφθαρτος ὑπάρχων·

335

Primary

*ἀλλ᾽ ὕμνον στομάτων συνετῶν τότε ἐκπροφέροντες*

336

Primary

γνῶθι, τίς ἔσθ᾽ οὗτος, καὶ τὸν γενετῆρα τότ᾽ ὄψει. ⁂

337

Primary

χηρεύσει τότε πάντα χρόνῳ στοιχεῖα τὰ κόσμου,

338

Primary

ἀὴρ γαῖα θάλασσα φάος πυρὸς αἰθομένοιο·

339

Primary

καὶ πόλος οὐράνιος καὶ νὺξ καὶ ἤματα πάντα

340

Primary

εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον.

341

Primary

ἄστρα γὰρ οὐρανόθεν φωστήρων πάντα πεσεῖται.

342

Primary

κοὐκέτι δὴ πτήσονται ἐπ᾽ ἀέρος εὔπτεροι ὄρνεις

343

Primary

οὐδὲ βάσις γαίης· θῆρες γὰρ ἅπαντες ὀλοῦνται.

344

Primary

κοὐκ ἀνδρῶν φωναί, οὐ θηρῶν, οὐ πετεηνῶν.

345

Primary

κόσμος ἄτακτος ἐὼν οὐ χρήσιμον ἦχον ἀκούσει·

346

Primary

ἠχήσει δὲ βαθὺς πόντος μέγαν ἦχον ἀπειλῆς

347

Primary

ζῷά τε νηκτὰ τρέμοντα θαλάσσης πάντα θανεῖται·

348

Primary

καὶ ναῦς φόρτον ἔχουσ᾽ ἐπὶ κύμασιν οὐκέτι πλεύσει.

349

Primary

μυκήσει δὲ χθὼν αἱμασσομένη πολέμοισιν·

350

Primary

πᾶσαι δ᾽ ἀνθρώπων ψυχαὶ βρύξουσιν ὀδοῦσιν

351

Primary

[τῶν ἀνόμων *ψυχῶν* ὀλολυγμοῖσίν τε φόβῳ τε,]

352

Primary

τηκόμεναι δίψει λιμῷ λοιμῷ τε φόνοις τε

353

Primary

καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετ᾽ ἀπ᾽ αὐτῶν·

354

Primary

οὐκέτι γὰρ θάνατος κείνους, οὐ νὺξ ἀναπαύσει·

355

Primary

πολλὰ δ᾽ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα,

356

Primary

καὶ τότ᾽ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπ᾽ αὐτῶν.

357

Primary

ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματ᾽ ἔδωκεν

358

Primary

ἀνδράσι πλαζομένοις διὰ χειρῶν παρθένου ἁγνῆς.

359

Primary

αὐτός μοι τάδε πάντα θεὸς νόῳ ἐγκατέδειξεν

360

Primary

καὶ δι᾽ ἐμοῦ στόματος τὰ λελεγμένα πάντα τελέσσει·

361

Primary

Οἶδα δ᾽ ἐγὼ ψάμμου τ᾽ ἀριθμὸν καὶ μέτρα θαλάσσης,

362

Primary

οἶδα μυχοὺς γαίης καὶ Τάρταρον ἠερόεντα,

363

Primary

οἶδ᾽ ἀριθμοὺς ἄστρων καὶ δένδρεα καὶ πόσα φῦλα

364

Primary

τετραπόδων νηκτῶν τε καὶ ὀρνίθων πετεηνῶν

365

Primary

καὶ μερόπων ὄντων τε καὶ ἐσσομένων νεκύων τε·

366

Primary

αὐτὸς γὰρ μορφὰς καὶ νοῦν ἀνδρῶν ἐτύπωσα,

367

Primary

καὶ λόγον ὀρθὸν ἔδωκα ἐπιστήμην τ᾽ ἐδίδαξα,

368

Primary

ὀφθαλμοὺς ὁ πλάσας καὶ ὦτα, βλέπων καὶ ἀκούων

369

Primary

καὶ πᾶν ἐνθύμημα νοῶν καὶ πᾶσι συνίστωρ

370

Primary

ἐντὸς ἐὼν σιγῶ καὶ ὕστερον αὐτὸς ἐλέγξω

371

Primary

[κἀκπράξων -.-. ὅσσα λαθών γε βροτῶν τις ἔπραξεν,

372

Primary

*ἐλθὼν καὶ* ἐπὶ βῆμα θεοῦ θνητοῖσι λαλήσων.]·

373

Primary

καὶ κωφοῦ ξυνίημι καὶ οὐ λαλέοντος ἀκούω

374

Primary

καὶ πόσον ἐστὶ τὸ πᾶν ἀπὸ γῆς εἰς οὐρανὸν ὕψος,

375

Primary

ἀρχὴν καὶ τέλος οἶδα, ὃς οὐρανὸν ἔκτισα καὶ γῆν.

376

Primary

[πάντα γὰρ ἐξ αὐτοῦ, τὰ ἀπ᾽ ἀρχῆς εἰς τέλος οἶδε.]

377

Primary

μοῦνος γὰρ θεός εἰμι καὶ οὐκ ἔστιν θεὸς ἄλλος.

378

Primary

εἰκόνα θεσπίζουσιν ἐμὴν πλασθεῖσαν ἀφ᾽ ὕλης,

379

Primary

χερσί τε μορφώσαντες ἑαῖς εἴδωλον ἄναυδον

380

Primary

δοξάζουσι λιταῖς καὶ θρησκείῃσιν ἀνάγνοις.

381

Primary

τὸν κτίστην προλιπόντες ἀσελγείαις ἐλάτρευσαν

382

Primary

*πάντες δ᾽ αὐτοῦ* ἔχοντες ἀχρήστοις δῶρα διδοῦσιν

383

Primary

*καὶ ὡς ἐμὰς * τιμὰς τάδε χρήσιμα πάντα δοκοῦσιν

384

Primary

θοίνῃ κνισσοῦντες, ὡς τοῖς ἰδίοις νεκύεσσιν.

385

Primary

σάρκας γὰρ καίουσι καὶ ὀστέα μυελόεντα

386

Primary

θύοντες βωμοῖς καὶ δαίμοσιν αἷμα χέουσιν

387

Primary

καὶ λύχνους ἅπτουσιν ἐμοὶ τῷ φῶτα διδόντι,

388

Primary

χὡς διψῶντι θεῷ θνητοὶ σπένδουσι τὸν οἶνον

389

Primary

εἰς οὐδὲν μεθύοντες ἐπ᾽ εἰδώλοισιν ἀχρήστοις.

390

Primary

οὐ χρῄζω θυσίης ἢ σπονδῆς ὑμετέρηφιν,

391

Primary

οὐ κνίσσης μιαρῆς, οὐχ αἵματος ἐχθίστοιο.

392

Primary

ταῦτα γὰρ ἐς μνήμην βασιλήων ἠδὲ τυράννων

393

Primary

δαίμοσι ποιήσουσι νεκροῖς, ὡς οὐρανίοισιν,

394

Primary

θρησκείαν ἄθεον καὶ ὀλέθριον ἐκτελέοντες.

395

Primary

καὶ καλέουσι θεοὺς ἄθεοι τὰς εἰκόνας αὐτῶν

396

Primary

τὸν κτίστην προλιπόντες, ἀπ᾽ αὐτῶν ἐλπίδα πᾶσαν

397

Primary

καὶ ζωὴν νομίσαντες ἔχειν, κωφοῖς καὶ ἀναύδοις

398

Primary

ἐς τὸ κακὸν πιστοὶ ἀγαθὸν τέλος ἀγνοιοῦσιν.

399

Primary

αὐτὸς ὁδοὺς προέθηκα δύο, ζωῆς θανάτου τε,

400

Primary

καὶ γνώμῃ προέθηκ᾽ ἀγαθὴν ζωὴν προελέσθαι·

401

Primary

αὐτοὶ δ᾽ ἐς θάνατον καὶ πῦρ αἰώνιον ᾖξαν.

402

Primary

εἰκών ἐστ᾽ ἄνθρωπος ἐμὴ λόγον ὀρθὸν ἔχουσα

403

Primary

τούτῳ θὲς καθαρὰν καὶ ἀναίμακτον σὺ τράπεζαν

404

Primary

πληρώσας ἀγαθῶν καὶ δὸς πεινῶντι τὸν ἄρτον

405

Primary

καὶ διψῶντι ποτὸν καὶ εἵματα σώματι γυμνῷ

406

Primary

ἐκ μόχθων ἰδίων πορίσας ἁγναῖς παλάμῃσιν.

407

Primary

θλιβόμενον κτῆσαι καὶ τῷ κάμνοντι παράστα

408

Primary

καὶ ζῶσαν θυσίαν ἐμοὶ τῷ ζῶντι πόριζε,

409

Primary

σπείρων νῦν ἐς ὕδωρ, ἵνα σοι κἀγώ ποτε δώσω

410

Primary

καρποὺς ἀθανάτους, καὶ φῶς αἰώνιον ἕξεις

411

Primary

καὶ ζωὴν ἀμάραντον, ὅταν πυρὶ πάντας ἐλέγξω.

412

Primary

χωνεύσω γὰρ ἅπαντα καὶ εἰς καθαρὸν διαλέξω,

413

Primary

οὐρανὸν εἱλίξω, γαίης κευθμῶνας ἀνοίξω,

414

Primary

καὶ τότ᾽ ἀναστήσω νεκροὺς μοῖραν ἀναλύσας

415

Primary

καὶ θανάτου κέντρον, καὶ ὕστερον εἰς κρίσιν ἥξω

416

Primary

κρίνων εὐσεβέων καὶ δυσσεβέων βίον ἀνδρῶν·

417

Primary

καὶ κριὸν κριῷ καὶ ποιμένι ποιμένα θήσω

418

Primary

καὶ μόσχον μόσχῳ πέλας ἀλλήλων ἐς ἔλεγχον·

419

Primary

οἵτινες ὑψώθησαν ἐλεγχόμενοι ὑπ᾽ ἐλέγχῳ

420

Primary

καὶ στόμα παντὸς ἔφραξαν, ἵν᾽ αὐτοὶ ζηλώσαντες

421

Primary

τοὺς ὁσίως πράσσοντας ἴσως καταδουλώσουσιν

422

Primary

σιγᾶν προστάσσοντες, ἐπειγόμενοι διὰ κέρδος.

423

Primary

*καὶ δόκιμοι παρ᾽ ἐμοὶ τότε χωρήσουσιν ἅπαντες*,

424

Primary

κοὐκέτι λοιπὸν ἐρεῖς λυπούμενος, "αὔριον ἔσται",

425

Primary

οὐκ "ἐχθὲς γέγονεν"· οὐκ ἤματα πολλὰ μεριμνᾷς,

426

Primary

οὐκ ἔαρ, οὐ χειμῶν᾽, οὔτ᾽ ἂρ θέρος, οὐ μετόπωρον,

427

Primary

οὐ δύσιν ἀντολίην· ποιήσω γὰρ μακρὸν ἦμαρ.

428

Primary

εἰς δ᾽ αἰῶνα τὸ φῶς -.-. -- πεποθημένον ἔσται. ―

429

Primary

αὐτογένητος, ἄχραντος, ἀένναος ἀίδιός τε,

430

Primary

*οὐρανοῦχος ἰσχύι μετρῶν* πυρόεσσαν αὐτμήν

431

Primary

καὶ πατάγου σκῆπτρον κατέχει σὺν ἀπηνέι πυρσῷ,

432

Primary

πρηΰνει τε βαρυκτυπέων δουπήματα βροντῶν,

433

Primary

γῆν κλονέων κατέχει ῥοιζήματα......

434

Primary

κἀστεροπῶν μάστιγας ἀπαμβλύνει πυροφεγγεῖς

435

Primary

ὄμβρων δ᾽ ἄσπετα χεύματ᾽ ἔχει ῥιπάς τε χαλάζης

436

Primary

κρυμαλέης νεφελῶν τε βολὰς καὶ χείματος ὁρμάς. ―

437

Primary

αὐτοὶ μὲν γὰρ ἕκαστα νόῳ διατεκμαίρονται,

438

Primary

ὅσσα περ αὐτῷ σοι δοκέει πρήσσειν τ᾽ ἐπινεύεις. ―

439

Primary

*σῷ παιδὶ πρὸ κτίσεως πάσης στέρνοις ἴσοισι πεφυκώς*

440

Primary

σύμβουλος, πλάστης μερόπων κτίστης τε βίοιο.

441

Primary

ὃν πρώτῃ στόματος γλυκερῇ προσφθέγξαο φωνῇ·

442

Primary

"ποιήσωμεν ἰδοὺ πανομοίιον ἀνέρα μορφῇ

443

Primary

ἡμετέρῃ καὶ δῶμεν ἔχειν ζωαρκέα πνοιήν·

444

Primary

ᾧ θνητῷ περ ἐόντι τὰ κοσμικὰ πάντα λατρεύσει

445

Primary

καὶ χοικῷ πλασθέντι τὰ πάνθ᾽ ὑποτάξομεν αὐτῷ".

446

Primary

ταῦτα δ᾽ ἔφησθα Λόγῳ, τῇ σῇ φρενὶ πάντα δ᾽ ἐτύχθη·

447

Primary

πάντα δ᾽ ὁμοῦ στοιχεῖα κελεύσματι πείθετο τῷ σῷ,

448

Primary

καὶ κτίσις ἀίδιος συνετάσσετο πλάσματι θνητῷ,

449

Primary

οὐρανὸς ἀὴρ πῦρ χθὼν γῆ καὶ χεῦμα θαλάσσης,

450

Primary

ἠέλιος μήνη, χορὸς ἄστρων *οὔρεα...*

451

Primary

εὐφρόνη ἡμέρη ὕπνος ἔγερσις πνεῦμα καὶ ὁρμή,

452

Primary

ψυχὴ καὶ σύνεσις, τέχνη φωνή τε καὶ ἀλκή

453

Primary

ζῴων τ᾽ ἄγρια φῦλα τὰ νηκτῶν καὶ πετεηνῶν

454

Primary

πεζῶν τ᾽ ἀμφιβίων τε καὶ ἑρπυστῶν διφυῶν τε·

455

Primary

πάντα γὰρ αὐτός σοι συνετάσσετο σῇ ὑπ᾽ ἀγωγῇ.

456

Primary

ὑστατίοις τε χρόνοις χθόν᾽ ἀμείψατο καὶ βραχὺς ἐλθών

457

Primary

παρθένου ἐκ Μαρίας λαγόνων ἀνέτειλε νέον φῶς,

458

Primary

οὐρανόθεν δὲ μολὼν βροτέην ἐνεδύσατο μορφήν.

459

Primary

πρῶτα μὲν οὖν Γαβριὴλ σθεναρὸν δέμας ἁγνὸν ἐδείχθη·

460

Primary

δεύτερα καὶ κούρην ἀρχάγγελος ἔννεπε φωνῇ·

461

Primary

"δέξαι ἀχράντοισι θεὸν σοῖς, παρθένε, κόλποις".

462

Primary

ὣς εἰπὼν ἔμπνευσε θεὸς χάριν *ἠδ᾽ αἰεὶ* κούρῃ·

463

Primary

τὴν δ᾽ ἄρα τάρβος ὁμοῦ θάμβος θ᾽ ἕλεν εἰσαΐουσαν,

464

Primary

στῆ δ᾽ ἄρ᾽ ὑποτρομέουσα· νόος δέ οἱ ἐπτοίητο

465

Primary

παλλομένης κραδίης ὑπ᾽ ἀγνώστοισιν ἀκουαῖς.

466

Primary

αὖτις δ᾽ εὐφράνθη καὶ ἰάνθη κέαρ αὐδῇ,

467

Primary

κουρίδιον δ᾽ ἐγέλασσεν, ἑὴν δ᾽ ἐρύθηνε παρειήν

468

Primary

χάρματι τερπομένη καὶ θελγομένη φρένας αἰδοῖ,

469

Primary

καί οἱ θάρσος ἐπῆλθεν. ἔπος δ᾽ εἰσέπτατο νηδύν,

470

Primary

σαρκωθὲν δὲ χρόνῳ καὶ γαστέρι ζῳογονηθέν

471

Primary

ἐπλάσθη βροτέην ἰδέην καὶ κοῦρος ἐτύχθη

472

Primary

παρθενικοῖς τοκετοῖς· τόδε γὰρ μέγα θαῦμα βροτοῖσιν,

473

Primary

ἀλλ᾽ οὐδὲν μέγα θαῦμα θεῷ πατρὶ καὶ θεῷ υἱῷ.

474

Primary

τικτόμενον δὲ βρέφος ποτὶ δ᾽ ἔπτατο γηθοσύνη χθών,

475

Primary

οὐράνιος δ᾽ ἐγέλασσε θρόνος καὶ ἀγάλλετο κόσμος.

476

Primary

καινοφαὴς δὲ μάγοισι σεβάσθη θέσφατος ἀστήρ,

477

Primary

σπειρωθὲν δὲ βρέφος δείχθη θεοπειθέσι φάτνῃ

478

Primary

βουπελάταις τε καὶ αἰγονόμοις καὶ ποιμέσιν ἀρνῶν·

479

Primary

καὶ Λόγου ἡ Βηθλεὲμ πατρὶς θεόκλητος ἐλέχθη. ⁂

480

Primary

ἐν κραδίῃ τε ταπεινοφρονεῖν, πικρὰ τέρματα μισεῖν

481

Primary

καὶ πάντων ἀγαπᾶν τὸν πλησίον ὥσπερ ἑαυτόν·

482

Primary

καὶ θεὸν ἐκ ψυχῆς φιλέειν, αὐτῷ δὲ λατρεύειν.

483

Primary

τοὔνεκ᾽ ἄρ᾽ ἡμεῖς καὶ ὁσίης Χριστοῖο γενέθλης

484

Primary

οὐρανίης πεφυῶτες ἐπικλεόμεσθα σύναιμοι

485

Primary

μνῆστιν ἐυφροσύνης ἐπὶ θρησκείῃσιν ἔχοντες,

486

Primary

εὐσεβίης τε καὶ ἀτρεκίης βαίνοντες ἀταρπούς.

487

Primary

οὔποτε πρὸς νηῶν ἀδύτοις ἐώμεσθα πελάζειν,

488

Primary

οὐ ξοάνοις σπένδειν, οὐδ᾽ εὐχωλῇσι γεραίρειν,

489

Primary

οὐδ᾽ ὀδμαῖς ἀνθῶν πολυτερπέσιν οὐδὲ μὲν αὐγαῖς

490

Primary

λαμπτήρων, ἀτὰρ οὐδ᾽ *ἄρα τοὺς* ἀναθήμασι κοσμεῖν,

491

Primary

οὐ λιβάνου ἀτμοῖσιν ἀνιεῖσιν φλόγα *βωμόν*·

492

Primary

οὐδ᾽ ἐπὶ ταυροθύτοις μηλόσφαγα αἵματα λοιβαῖς

493

Primary

λυτροχαρεῖς πέμπειν, χθονίας μειλίγματα ποινῆς·

494

Primary

οὐδ᾽ ἀπὸ σαρκοβόροιο πυρῆς κνισσώδεϊ καπνῷ

495

Primary

καὶ μιαραῖς πνοιῇσι μιαίνειν αἰθέρος αὐγήν·

496

Primary

ἀλλ᾽ ἁγναῖς πραπίδεσσι γεγηθότες εὔφρονι θυμῷ

497

Primary

ἀφνειαῖς τ᾽ ἀγάπῃσι καὶ εὐδώροις παλάμῃσιν

498

Primary

μειλιχίοις ψαλμοῖσι θεοπρεπέεσσί τε μολπαῖς

499

Primary

ἄφθιτον ἐξυμνεῖν σε καὶ ἄψευστον κελόμεσθα,

500

Primary

παγγενετῆρα θεόν, πινυτόφρονα......... ⁂

Text notes and edition context

Work

Sibylline Oracles

The extant Sibylline corpus is mixed, layered, and often severe in tone; the current reading layer now carries the full public-domain Terry witness and a pinned Greek Geffcken/OCP source across books 1-8 and 11-14.

Oracular poetry | Original language: Ancient Greek

Hellenistic to late antique Greek oracular anthology

You are reading Book 8.

Primary Edition

Greek source text

Ancient Greek | Verse

Greek OCP / Geffcken 1902 witness

This edition preserves the Greek OCP transcription of Geffcken's 1902 Sibylline text, pinned to the public OCP GitHub source and NFC-normalized for corpus use.

Greek ritual witness for direct reading and coarse compare mode against Terry, including books 1-8 and 11-14 with the source's zero-based line numbering preserved.

Source family: Greek ritual source texts

Wikisource / Internet Archive | Public-domain source texts

Greek hymn and oracle witnesses staged where page-level provenance is clean enough to support direct reading.

Pinned source commit: 456ef828834a

Source path: static/docs/SibOr.xml

Primary source: Greek ritual source texts | Wikisource / Internet Archive.

Canonical pilot note: this original-language edition is currently imported for Book 8 only and carries line-level CTS URNs in the runtime corpus.