Reader
Reader | Iliad, Book 10
Iliad
Homer
Text
Position
Line 1 of 579
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν |
| 2 | Primary εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ· |
| 3 | Primary ἀλλʼ οὐκ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν |
| 4 | Primary ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα. |
| 5 | Primary ὡς δʼ ὅτʼ ἂν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο |
| 6 | Primary τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν |
| 7 | Primary ἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας, |
| 8 | Primary ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο, |
| 9 | Primary ὣς πυκίνʼ ἐν στήθεσσιν ἀνεστενάχιζʼ Ἀγαμέμνων |
| 10 | Primary νειόθεν ἐκ κραδίης, τρομέοντο δέ οἱ φρένες ἐντός. |
| 11 | Primary ἤτοι ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειε, |
| 12 | Primary θαύμαζεν πυρὰ πολλὰ τὰ καίετο Ἰλιόθι πρὸ |
| 13 | Primary αὐλῶν συρίγγων τʼ ἐνοπὴν ὅμαδόν τʼ ἀνθρώπων. |
| 14 | Primary αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι καὶ λαὸν Ἀχαιῶν, |
| 15 | Primary πολλὰς ἐκ κεφαλῆς προθελύμνους ἕλκετο χαίτας |
| 16 | Primary ὑψόθʼ ἐόντι Διί, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ. |
| 17 | Primary ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ |
| 18 | Primary Νέστορʼ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, |
| 19 | Primary εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο, |
| 20 | Primary ἥ τις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. |
| 21 | Primary ὀρθωθεὶς δʼ ἔνδυνε περὶ στήθεσσι χιτῶνα, |
| 22 | Primary ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, |
| 23 | Primary ἀμφὶ δʼ ἔπειτα δαφοινὸν ἑέσσατο δέρμα λέοντος |
| 24 | Primary αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος. |
| 25 | Primary ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος· οὐδὲ γὰρ αὐτῷ |
| 26 | Primary ὕπνος ἐπὶ βλεφάροισιν ἐφίζανε· μή τι πάθοιεν |
| 27 | Primary Ἀργεῖοι, τοὶ δὴ ἕθεν εἵνεκα πουλὺν ἐφʼ ὑγρὴν |
| 28 | Primary ἤλυθον ἐς Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. |
| 29 | Primary παρδαλέῃ μὲν πρῶτα μετάφρενον εὐρὺ κάλυψε |
| 30 | Primary ποικίλῃ, αὐτὰρ ἐπὶ στεφάνην κεφαλῆφιν ἀείρας |
| 31 | Primary θήκατο χαλκείην, δόρυ δʼ εἵλετο χειρὶ παχείῃ. |
| 32 | Primary βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν, ὃς μέγα πάντων |
| 33 | Primary Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ. |
| 34 | Primary τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλὰ |
| 35 | Primary νηῒ πάρα πρύμνῃ· τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών. |
| 36 | Primary τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· |
| 37 | Primary τίφθʼ οὕτως ἠθεῖε κορύσσεαι; ἦ τινʼ ἑταίρων |
| 38 | Primary ὀτρυνέεις Τρώεσσιν ἐπίσκοπον; ἀλλὰ μάλʼ αἰνῶς |
| 39 | Primary δείδω μὴ οὔ τίς τοι ὑπόσχηται τόδε ἔργον |
| 40 | Primary ἄνδρας δυσμενέας σκοπιαζέμεν οἶος ἐπελθὼν |
| 41 | Primary νύκτα διʼ ἀμβροσίην· μάλα τις θρασυκάρδιος ἔσται. |
| 42 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· |
| 43 | Primary χρεὼ βουλῆς ἐμὲ καὶ σὲ διοτρεφὲς ὦ Μενέλαε |
| 44 | Primary κερδαλέης, ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει |
| 45 | Primary Ἀργείους καὶ νῆας, ἐπεὶ Διὸς ἐτράπετο φρήν. |
| 46 | Primary Ἑκτορέοις ἄρα μᾶλλον ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν· |
| 47 | Primary οὐ γάρ πω ἰδόμην, οὐδʼ ἔκλυον αὐδήσαντος |
| 48 | Primary ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ ἐπʼ ἤματι μητίσασθαι, |
| 49 | Primary ὅσσʼ Ἕκτωρ ἔρρεξε Διῒ φίλος υἷας Ἀχαιῶν |
| 50 | Primary αὔτως, οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο. |
| 51 | Primary ἔργα δʼ ἔρεξʼ ὅσα φημὶ μελησέμεν Ἀργείοισι |
| 52 | Primary δηθά τε καὶ δολιχόν· τόσα γὰρ κακὰ μήσατʼ Ἀχαιούς. |
| 53 | Primary ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον |
| 54 | Primary ῥίμφα θέων παρὰ νῆας· ἐγὼ δʼ ἐπὶ Νέστορα δῖον |
| 55 | Primary εἶμι, καὶ ὀτρυνέω ἀνστήμεναι, αἴ κʼ ἐθέλῃσιν |
| 56 | Primary ἐλθεῖν ἐς φυλάκων ἱερὸν τέλος ἠδʼ ἐπιτεῖλαι. |
| 57 | Primary κείνῳ γάρ κε μάλιστα πιθοίατο· τοῖο γὰρ υἱὸς |
| 58 | Primary σημαίνει φυλάκεσσι καὶ Ἰδομενῆος ὀπάων |
| 59 | Primary Μηριόνης· τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα. |
| 60 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· |
| 61 | Primary πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις; |
| 62 | Primary αὖθι μένω μετὰ τοῖσι δεδεγμένος εἰς ὅ κεν ἔλθῃς, |
| 63 | Primary ἦε θέω μετὰ σʼ αὖτις, ἐπὴν εὖ τοῖς ἐπιτείλω; |
| 64 | Primary τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, |
| 65 | Primary αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιιν |
| 66 | Primary ἐρχομένω· πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι. |
| 67 | Primary φθέγγεο δʼ ᾗ κεν ἴῃσθα καὶ ἐγρήγορθαι ἄνωχθι |
| 68 | Primary πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον |
| 69 | Primary πάντας κυδαίνων· μηδὲ μεγαλίζεο θυμῷ, |
| 70 | Primary ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα· ὧδέ που ἄμμι |
| 71 | Primary Ζεὺς ἐπὶ γιγνομένοισιν ἵει κακότητα βαρεῖαν. |
| 72 | Primary ὣς εἰπὼν ἀπέπεμπεν ἀδελφεὸν εὖ ἐπιτείλας· |
| 73 | Primary αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Νέστορα ποιμένα λαῶν· |
| 74 | Primary τὸν δʼ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ |
| 75 | Primary εὐνῇ ἔνι μαλακῇ· παρὰ δʼ ἔντεα ποικίλʼ ἔκειτο |
| 76 | Primary ἀσπὶς καὶ δύο δοῦρε φαεινή τε τρυφάλεια. |
| 77 | Primary πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος, ᾧ ῥʼ ὁ γεραιὸς |
| 78 | Primary ζώννυθʼ ὅτʼ ἐς πόλεμον φθισήνορα θωρήσσοιτο |
| 79 | Primary λαὸν ἄγων, ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ. |
| 80 | Primary ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας |
| 81 | Primary Ἀτρεΐδην προσέειπε καὶ ἐξερεείνετο μύθῳ· |
| 82 | Primary τίς δʼ οὗτος κατὰ νῆας ἀνὰ στρατὸν ἔρχεαι οἶος |
| 83 | Primary νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, |
| 84 | Primary ἠέ τινʼ οὐρήων διζήμενος, ἤ τινʼ ἑταίρων; |
| 85 | Primary φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ; |
| 86 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
| 87 | Primary ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν |
| 88 | Primary γνώσεαι Ἀτρεΐδην Ἀγαμέμνονα, τὸν περὶ πάντων |
| 89 | Primary Ζεὺς ἐνέηκε πόνοισι διαμπερὲς εἰς ὅ κʼ ἀϋτμὴ |
| 90 | Primary ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατʼ ὀρώρῃ. |
| 91 | Primary πλάζομαι ὧδʼ ἐπεὶ οὔ μοι ἐπʼ ὄμμασι νήδυμος ὕπνος |
| 92 | Primary ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν. |
| 93 | Primary αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐδέ μοι ἦτορ |
| 94 | Primary ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω |
| 95 | Primary στηθέων ἐκθρῴσκει, τρομέει δʼ ὑπὸ φαίδιμα γυῖα. |
| 96 | Primary ἀλλʼ εἴ τι δραίνεις, ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει, |
| 97 | Primary δεῦρʼ ἐς τοὺς φύλακας καταβήομεν, ὄφρα ἴδωμεν |
| 98 | Primary μὴ τοὶ μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ |
| 99 | Primary κοιμήσωνται, ἀτὰρ φυλακῆς ἐπὶ πάγχυ λάθωνται. |
| 100 | Primary δυσμενέες δʼ ἄνδρες σχεδὸν εἵαται· οὐδέ τι ἴδμεν |
| 101 | Primary μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι. |
| 102 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 103 | Primary Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον |
| 104 | Primary οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεὺς |
| 105 | Primary ἐκτελέει, ὅσα πού νυν ἐέλπεται· ἀλλά μιν οἴω |
| 106 | Primary κήδεσι μοχθήσειν καὶ πλείοσιν, εἴ κεν Ἀχιλλεὺς |
| 107 | Primary ἐκ χόλου ἀργαλέοιο μεταστρέψῃ φίλον ἦτορ. |
| 108 | Primary σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ· ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους |
| 109 | Primary ἠμὲν Τυδεΐδην δουρὶ κλυτὸν ἠδʼ Ὀδυσῆα |
| 110 | Primary ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν. |
| 111 | Primary ἀλλʼ εἴ τις καὶ τούσδε μετοιχόμενος καλέσειεν |
| 112 | Primary ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα· |
| 113 | Primary τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω, οὐδὲ μάλʼ ἐγγύς. |
| 114 | Primary ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον |
| 115 | Primary νεικέσω, εἴ πέρ μοι νεμεσήσεαι, οὐδʼ ἐπικεύσω |
| 116 | Primary ὡς εὕδει, σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι. |
| 117 | Primary νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας πονέεσθαι |
| 118 | Primary λισσόμενος· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. |
| 119 | Primary τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
| 120 | Primary ὦ γέρον ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα· |
| 121 | Primary πολλάκι γὰρ μεθιεῖ τε καὶ οὐκ ἐθέλει πονέεσθαι |
| 122 | Primary οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο, |
| 123 | Primary ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν. |
| 124 | Primary νῦν δʼ ἐμέο πρότερος μάλʼ ἐπέγρετο καί μοι ἐπέστη· |
| 125 | Primary τὸν μὲν ἐγὼ προέηκα καλήμεναι οὓς σὺ μεταλλᾷς. |
| 126 | Primary ἀλλʼ ἴομεν· κείνους δὲ κιχησόμεθα πρὸ πυλάων |
| 127 | Primary ἐν φυλάκεσσʼ, ἵνα γάρ σφιν ἐπέφραδον ἠγερέθεσθαι. |
| 128 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 129 | Primary οὕτως οὔ τίς οἱ νεμεσήσεται οὐδʼ ἀπιθήσει |
| 130 | Primary Ἀργείων, ὅτε κέν τινʼ ἐποτρύνῃ καὶ ἀνώγῃ. |
| 131 | Primary ὣς εἰπὼν ἔνδυνε περὶ στήθεσσι χιτῶνα, |
| 132 | Primary ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, |
| 133 | Primary ἀμφὶ δʼ ἄρα χλαῖναν περονήσατο φοινικόεσσαν |
| 134 | Primary διπλῆν ἐκταδίην, οὔλη δʼ ἐπενήνοθε λάχνη. |
| 135 | Primary εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, |
| 136 | Primary βῆ δʼ ἰέναι κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων. |
| 137 | Primary πρῶτον ἔπειτʼ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον |
| 138 | Primary ἐξ ὕπνου ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ |
| 139 | Primary φθεγξάμενος· τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, |
| 140 | Primary ἐκ δʼ ἦλθε κλισίης καί σφεας πρὸς μῦθον ἔειπε· |
| 141 | Primary τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε |
| 142 | Primary νύκτα διʼ ἀμβροσίην, ὅ τι δὴ χρειὼ τόσον ἵκει; |
| 143 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 144 | Primary διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ |
| 145 | Primary μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς. |
| 146 | Primary ἀλλʼ ἕπεʼ, ὄφρα καὶ ἄλλον ἐγείρομεν ὅν τʼ ἐπέοικε |
| 147 | Primary βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι. |
| 148 | Primary ὣς φάθʼ, ὃ δὲ κλισίην δὲ κιὼν πολύμητις Ὀδυσσεὺς |
| 149 | Primary ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο, βῆ δὲ μετʼ αὐτούς. |
| 150 | Primary βὰν δʼ ἐπὶ Τυδεΐδην Διομήδεα· τὸν δὲ κίχανον |
| 151 | Primary ἐκτὸς ἀπὸ κλισίης σὺν τεύχεσιν· ἀμφὶ δʼ ἑταῖροι |
| 152 | Primary εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας· ἔγχεα δέ σφιν |
| 153 | Primary ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο, τῆλε δὲ χαλκὸς |
| 154 | Primary λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διός· αὐτὰρ ὅ γʼ ἥρως |
| 155 | Primary εὗδʼ, ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο, |
| 156 | Primary αὐτὰρ ὑπὸ κράτεσφι τάπης τετάνυστο φαεινός. |
| 157 | Primary τὸν παρστὰς ἀνέγειρε Γερήνιος ἱππότα Νέστωρ, |
| 158 | Primary λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην· |
| 159 | Primary ἔγρεο Τυδέος υἱέ· τί πάννυχον ὕπνον ἀωτεῖς; |
| 160 | Primary οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο |
| 161 | Primary εἵαται ἄγχι νεῶν, ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει; |
| 162 | Primary ὣς φάθʼ, ὃ δʼ ἐξ ὕπνοιο μάλα κραιπνῶς ἀνόρουσε, |
| 163 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 164 | Primary σχέτλιός ἐσσι γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις. |
| 165 | Primary οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν |
| 166 | Primary οἵ κεν ἔπειτα ἕκαστον ἐγείρειαν βασιλήων |
| 167 | Primary πάντῃ ἐποιχόμενοι; σὺ δʼ ἀμήχανός ἐσσι γεραιέ. |
| 168 | Primary τὸν δʼ αὖτε προσέειπε Γερήνιος ἱππότα Νέστωρ· |
| 169 | Primary ναὶ δὴ ταῦτά γε πάντα φίλος κατὰ μοῖραν ἔειπες. |
| 170 | Primary εἰσὶν μέν μοι παῖδες ἀμύμονες, εἰσὶ δὲ λαοὶ |
| 171 | Primary καὶ πολέες, τῶν κέν τις ἐποιχόμενος καλέσειεν· |
| 172 | Primary ἀλλὰ μάλα μεγάλη χρειὼ βεβίηκεν Ἀχαιούς. |
| 173 | Primary νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς |
| 174 | Primary ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖς ἠὲ βιῶναι. |
| 175 | Primary ἀλλʼ ἴθι νῦν Αἴαντα ταχὺν καὶ Φυλέος υἱὸν |
| 176 | Primary ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις. |
| 177 | Primary ὣς φάθʼ, ὃ δʼ ἀμφʼ ὤμοισιν ἑέσσατο δέρμα λέοντος |
| 178 | Primary αἴθωνος μεγάλοιο ποδηνεκές, εἵλετο δʼ ἔγχος. |
| 179 | Primary βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως. |
| 180 | Primary οἳ δʼ ὅτε δὴ φυλάκεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν, |
| 181 | Primary οὐδὲ μὲν εὕδοντας φυλάκων ἡγήτορας εὗρον, |
| 182 | Primary ἀλλʼ ἐγρηγορτὶ σὺν τεύχεσιν εἵατο πάντες. |
| 183 | Primary ὡς δὲ κύνες περὶ μῆλα δυσωρήσωνται ἐν αὐλῇ |
| 184 | Primary θηρὸς ἀκούσαντες κρατερόφρονος, ὅς τε καθʼ ὕλην |
| 185 | Primary ἔρχηται διʼ ὄρεσφι· πολὺς δʼ ὀρυμαγδὸς ἐπʼ αὐτῷ |
| 186 | Primary ἀνδρῶν ἠδὲ κυνῶν, ἀπό τέ σφισιν ὕπνος ὄλωλεν· |
| 187 | Primary ὣς τῶν νήδυμος ὕπνος ἀπὸ βλεφάροιιν ὀλώλει |
| 188 | Primary νύκτα φυλασσομένοισι κακήν· πεδίον δὲ γὰρ αἰεὶ |
| 189 | Primary τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων. |
| 190 | Primary τοὺς δʼ ὃ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ |
| 191 | Primary καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 192 | Primary οὕτω νῦν φίλα τέκνα φυλάσσετε· μηδέ τινʼ ὕπνος |
| 193 | Primary αἱρείτω, μὴ χάρμα γενώμεθα δυσμενέεσσιν. |
| 194 | Primary ὣς εἰπὼν τάφροιο διέσσυτο· τοὶ δʼ ἅμʼ ἕποντο |
| 195 | Primary Ἀργείων βασιλῆες ὅσοι κεκλήατο βουλήν. |
| 196 | Primary τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱὸς |
| 197 | Primary ἤϊσαν· αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι. |
| 198 | Primary τάφρον δʼ ἐκδιαβάντες ὀρυκτὴν ἑδριόωντο |
| 199 | Primary ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος |
| 200 | Primary πιπτόντων· ὅθεν αὖτις ἀπετράπετʼ ὄβριμος Ἕκτωρ |
| 201 | Primary ὀλλὺς Ἀργείους, ὅτε δὴ περὶ νὺξ ἐκάλυψεν. |
| 202 | Primary ἔνθα καθεζόμενοι ἔπεʼ ἀλλήλοισι πίφαυσκον· |
| 203 | Primary τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· |
| 204 | Primary ὦ φίλοι οὐκ ἂν δή τις ἀνὴρ πεπίθοιθʼ ἑῷ αὐτοῦ |
| 205 | Primary θυμῷ τολμήεντι μετὰ Τρῶας μεγαθύμους |
| 206 | Primary ἐλθεῖν, εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, |
| 207 | Primary ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο, |
| 208 | Primary ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν |
| 209 | Primary αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ |
| 210 | Primary ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. |
| 211 | Primary ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι |
| 212 | Primary ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη |
| 213 | Primary πάντας ἐπʼ ἀνθρώπους, καί οἱ δόσις ἔσσεται ἐσθλή· |
| 214 | Primary ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν ἄριστοι |
| 215 | Primary τῶν πάντων οἱ ἕκαστος ὄϊν δώσουσι μέλαιναν |
| 216 | Primary θῆλυν ὑπόρρηνον· τῇ μὲν κτέρας οὐδὲν ὁμοῖον, |
| 217 | Primary αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται. |
| 218 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. |
| 219 | Primary τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
| 220 | Primary Νέστορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ |
| 221 | Primary ἀνδρῶν δυσμενέων δῦναι στρατὸν ἐγγὺς ἐόντων |
| 222 | Primary Τρώων· ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος |
| 223 | Primary μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται. |
| 224 | Primary σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησεν |
| 225 | Primary ὅππως κέρδος ἔῃ· μοῦνος δʼ εἴ πέρ τε νοήσῃ |
| 226 | Primary ἀλλά τέ οἱ βράσσων τε νόος, λεπτὴ δέ τε μῆτις. |
| 227 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἔθελον Διομήδεϊ πολλοὶ ἕπεσθαι. |
| 228 | Primary ἠθελέτην Αἴαντε δύω θεράποντες Ἄρηος, |
| 229 | Primary ἤθελε Μηριόνης, μάλα δʼ ἤθελε Νέστορος υἱός, |
| 230 | Primary ἤθελε δʼ Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος, |
| 231 | Primary ἤθελε δʼ ὁ τλήμων Ὀδυσεὺς καταδῦναι ὅμιλον |
| 232 | Primary Τρώων· αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα. |
| 233 | Primary τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
| 234 | Primary Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ |
| 235 | Primary τὸν μὲν δὴ ἕταρόν γʼ αἱρήσεαι ὅν κʼ ἐθέλῃσθα, |
| 236 | Primary φαινομένων τὸν ἄριστον, ἐπεὶ μεμάασί γε πολλοί. |
| 237 | Primary μηδὲ σύ γʼ αἰδόμενος σῇσι φρεσὶ τὸν μὲν ἀρείω |
| 238 | Primary καλλείπειν, σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων |
| 239 | Primary ἐς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν. |
| 240 | Primary ὣς ἔφατʼ, ἔδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ. |
| 241 | Primary τοῖς δʼ αὖτις μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
| 242 | Primary εἰ μὲν δὴ ἕταρόν γε κελεύετέ μʼ αὐτὸν ἑλέσθαι, |
| 243 | Primary πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, |
| 244 | Primary οὗ πέρι μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ |
| 245 | Primary ἐν πάντεσσι πόνοισι, φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη. |
| 246 | Primary τούτου γʼ ἑσπομένοιο καὶ ἐκ πυρὸς αἰθομένοιο |
| 247 | Primary ἄμφω νοστήσαιμεν, ἐπεὶ περίοιδε νοῆσαι. |
| 248 | Primary τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· |
| 249 | Primary Τυδεΐδη μήτʼ ἄρ με μάλʼ αἴνεε μήτέ τι νείκει· |
| 250 | Primary εἰδόσι γάρ τοι ταῦτα μετʼ Ἀργείοις ἀγορεύεις. |
| 251 | Primary ἀλλʼ ἴομεν· μάλα γὰρ νὺξ ἄνεται, ἐγγύθι δʼ ἠώς, |
| 252 | Primary ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νὺξ |
| 253 | Primary τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται. |
| 254 | Primary ὣς εἰπόνθʼ ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην. |
| 255 | Primary Τυδεΐδῃ μὲν δῶκε μενεπτόλεμος Θρασυμήδης |
| 256 | Primary φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο· |
| 257 | Primary καὶ σάκος· ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε |
| 258 | Primary ταυρείην, ἄφαλόν τε καὶ ἄλλοφον, ἥ τε καταῖτυξ |
| 259 | Primary κέκληται, ῥύεται δὲ κάρη θαλερῶν αἰζηῶν. |
| 260 | Primary Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην |
| 261 | Primary καὶ ξίφος, ἀμφὶ δέ οἱ κυνέην κεφαλῆφιν ἔθηκε |
| 262 | Primary ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν |
| 263 | Primary ἐντέτατο στερεῶς· ἔκτοσθε δὲ λευκοὶ ὀδόντες |
| 264 | Primary ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα |
| 265 | Primary εὖ καὶ ἐπισταμένως· μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει. |
| 266 | Primary τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο |
| 267 | Primary ἐξέλετʼ Αὐτόλυκος πυκινὸν δόμον ἀντιτορήσας, |
| 268 | Primary Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι· |
| 269 | Primary Ἀμφιδάμας δὲ Μόλῳ δῶκε ξεινήϊον εἶναι, |
| 270 | Primary αὐτὰρ ὃ Μηριόνῃ δῶκεν ᾧ παιδὶ φορῆναι· |
| 271 | Primary δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη ἀμφιτεθεῖσα. |
| 272 | Primary τὼ δʼ ἐπεὶ οὖν ὅπλοισιν ἔνι δεινοῖσιν ἐδύτην, |
| 273 | Primary βάν ῥʼ ἰέναι, λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους. |
| 274 | Primary τοῖσι δὲ δεξιὸν ἧκεν ἐρῳδιὸν ἐγγὺς ὁδοῖο |
| 275 | Primary Παλλὰς Ἀθηναίη· τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσι |
| 276 | Primary νύκτα διʼ ὀρφναίην, ἀλλὰ κλάγξαντος ἄκουσαν. |
| 277 | Primary χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς, ἠρᾶτο δʼ Ἀθήνῃ· |
| 278 | Primary κλῦθί μευ αἰγιόχοιο Διὸς τέκος, ἥ τέ μοι αἰεὶ |
| 279 | Primary ἐν πάντεσσι πόνοισι παρίστασαι, οὐδέ σε λήθω |
| 280 | Primary κινύμενος· νῦν αὖτε μάλιστά με φῖλαι Ἀθήνη, |
| 281 | Primary δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι |
| 282 | Primary ῥέξαντας μέγα ἔργον, ὅ κε Τρώεσσι μελήσῃ. |
| 283 | Primary δεύτερος αὖτʼ ἠρᾶτο βοὴν ἀγαθὸς Διομήδης· |
| 284 | Primary κέκλυθι νῦν καὶ ἐμεῖο Διὸς τέκος Ἀτρυτώνη· |
| 285 | Primary σπεῖό μοι ὡς ὅτε πατρὶ ἅμʼ ἕσπεο Τυδέϊ δίῳ |
| 286 | Primary ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει. |
| 287 | Primary τοὺς δʼ ἄρʼ ἐπʼ Ἀσωπῷ λίπε χαλκοχίτωνας Ἀχαιούς, |
| 288 | Primary αὐτὰρ ὃ μειλίχιον μῦθον φέρε Καδμείοισι |
| 289 | Primary κεῖσʼ· ἀτὰρ ἂψ ἀπιὼν μάλα μέρμερα μήσατο ἔργα |
| 290 | Primary σὺν σοὶ δῖα θεά, ὅτε οἱ πρόφρασσα παρέστης. |
| 291 | Primary ὣς νῦν μοι ἐθέλουσα παρίσταο καί με φύλασσε. |
| 292 | Primary σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον |
| 293 | Primary ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· |
| 294 | Primary τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. |
| 295 | Primary ὣς ἔφαν εὐχόμενοι, τῶν δʼ ἔκλυε Παλλὰς Ἀθήνη. |
| 296 | Primary οἳ δʼ ἐπεὶ ἠρήσαντο Διὸς κούρῃ μεγάλοιο, |
| 297 | Primary βάν ῥʼ ἴμεν ὥς τε λέοντε δύω διὰ νύκτα μέλαιναν |
| 298 | Primary ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα. |
| 299 | Primary οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ |
| 300 | Primary εὕδειν, ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους, |
| 301 | Primary ὅσσοι ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες· |
| 302 | Primary τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν· |
| 303 | Primary τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε |
| 304 | Primary δώρῳ ἔπι μεγάλῳ; μισθὸς δέ οἱ ἄρκιος ἔσται. |
| 305 | Primary δώσω γὰρ δίφρόν τε δύω τʼ ἐριαύχενας ἵππους |
| 306 | Primary οἵ κεν ἄριστοι ἔωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν |
| 307 | Primary ὅς τίς κε τλαίη, οἷ τʼ αὐτῷ κῦδος ἄροιτο, |
| 308 | Primary νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι |
| 309 | Primary ἠέ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, |
| 310 | Primary ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες |
| 311 | Primary φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι |
| 312 | Primary νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. |
| 313 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. |
| 314 | Primary ἦν δέ τις ἐν Τρώεσσι Δόλων Εὐμήδεος υἱὸς |
| 315 | Primary κήρυκος θείοιο πολύχρυσος πολύχαλκος, |
| 316 | Primary ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης· |
| 317 | Primary αὐτὰρ ὃ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν. |
| 318 | Primary ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν· |
| 319 | Primary Ἕκτορ ἔμʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ |
| 320 | Primary νηῶν ὠκυπόρων σχεδὸν ἐλθέμεν ἔκ τε πυθέσθαι. |
| 321 | Primary ἀλλʼ ἄγε μοι τὸ σκῆπτρον ἀνάσχεο, καί μοι ὄμοσσον |
| 322 | Primary ἦ μὲν τοὺς ἵππους τε καὶ ἅρματα ποικίλα χαλκῷ |
| 323 | Primary δωσέμεν, οἳ φορέουσιν ἀμύμονα Πηλεΐωνα, |
| 324 | Primary σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι οὐδʼ ἀπὸ δόξης· |
| 325 | Primary τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερὲς ὄφρʼ ἂν ἵκωμαι |
| 326 | Primary νῆʼ Ἀγαμεμνονέην, ὅθι που μέλλουσιν ἄριστοι |
| 327 | Primary βουλὰς βουλεύειν ἢ φευγέμεν ἠὲ μάχεσθαι. |
| 328 | Primary ὣς φάθʼ, ὃ δʼ ἐν χερσὶ σκῆπτρον λάβε καί οἱ ὄμοσσεν· |
| 329 | Primary ἴστω νῦν Ζεὺς αὐτὸς ἐρίγδουπος πόσις Ἥρης |
| 330 | Primary μὴ μὲν τοῖς ἵπποισιν ἀνὴρ ἐποχήσεται ἄλλος |
| 331 | Primary Τρώων, ἀλλά σέ φημι διαμπερὲς ἀγλαϊεῖσθαι. |
| 332 | Primary ὣς φάτο καί ῥʼ ἐπίορκον ἐπώμοσε, τὸν δʼ ὀρόθυνεν· |
| 333 | Primary αὐτίκα δʼ ἀμφʼ ὤμοισιν ἐβάλλετο καμπύλα τόξα, |
| 334 | Primary ἕσσατο δʼ ἔκτοσθεν ῥινὸν πολιοῖο λύκοιο, |
| 335 | Primary κρατὶ δʼ ἐπὶ κτιδέην κυνέην, ἕλε δʼ ὀξὺν ἄκοντα, |
| 336 | Primary βῆ δʼ ἰέναι προτὶ νῆας ἀπὸ στρατοῦ· οὐδʼ ἄρʼ ἔμελλεν |
| 337 | Primary ἐλθὼν ἐκ νηῶν ἂψ Ἕκτορι μῦθον ἀποίσειν. |
| 338 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον, |
| 339 | Primary βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς· τὸν δὲ φράσατο προσιόντα |
| 340 | Primary διογενὴς Ὀδυσεύς, Διομήδεα δὲ προσέειπεν· |
| 341 | Primary οὗτός τις Διόμηδες ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ, |
| 342 | Primary οὐκ οἶδʼ ἢ νήεσσιν ἐπίσκοπος ἡμετέρῃσιν, |
| 343 | Primary ἦ τινα συλήσων νεκύων κατατεθνηώτων. |
| 344 | Primary ἀλλʼ ἐῶμέν μιν πρῶτα παρεξελθεῖν πεδίοιο |
| 345 | Primary τυτθόν· ἔπειτα δέ κʼ αὐτὸν ἐπαΐξαντες ἕλοιμεν |
| 346 | Primary καρπαλίμως· εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν, |
| 347 | Primary αἰεί μιν ἐπὶ νῆας ἀπὸ στρατόφι προτιειλεῖν |
| 348 | Primary ἔγχει ἐπαΐσσων, μή πως προτὶ ἄστυ ἀλύξῃ. |
| 349 | Primary ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι |
| 350 | Primary κλινθήτην· ὃ δʼ ἄρʼ ὦκα παρέδραμεν ἀφραδίῃσιν. |
| 351 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἀπέην ὅσσόν τʼ ἐπὶ οὖρα πέλονται |
| 352 | Primary ἡμιόνων· αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν |
| 353 | Primary ἑλκέμεναι νειοῖο βαθείης πηκτὸν ἄροτρον· |
| 354 | Primary τὼ μὲν ἐπεδραμέτην, ὃ δʼ ἄρʼ ἔστη δοῦπον ἀκούσας. |
| 355 | Primary ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους |
| 356 | Primary ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος. |
| 357 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἄπεσαν δουρηνεκὲς ἢ καὶ ἔλασσον, |
| 358 | Primary γνῶ ῥʼ ἄνδρας δηΐους, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα |
| 359 | Primary φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν. |
| 360 | Primary ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε εἰδότε θήρης |
| 361 | Primary ἢ κεμάδʼ ἠὲ λαγωὸν ἐπείγετον ἐμμενὲς αἰεὶ |
| 362 | Primary χῶρον ἀνʼ ὑλήενθʼ, ὃ δέ τε προθέῃσι μεμηκώς, |
| 363 | Primary ὣς τὸν Τυδεΐδης ἠδʼ ὃ πτολίπορθος Ὀδυσσεὺς |
| 364 | Primary λαοῦ ἀποτμήξαντε διώκετον ἐμμενὲς αἰεί. |
| 365 | Primary ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι |
| 366 | Primary φεύγων ἐς νῆας, τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη |
| 367 | Primary Τυδεΐδῃ, ἵνα μή τις Ἀχαιῶν χαλκοχιτώνων |
| 368 | Primary φθαίη ἐπευξάμενος βαλέειν, ὃ δὲ δεύτερος ἔλθοι. |
| 369 | Primary δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· |
| 370 | Primary ἠὲ μένʼ ἠέ σε δουρὶ κιχήσομαι, οὐδέ σέ φημι |
| 371 | Primary δηρὸν ἐμῆς ἀπὸ χειρὸς ἀλύξειν αἰπὺν ὄλεθρον. |
| 372 | Primary ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός· |
| 373 | Primary δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐΰξου δουρὸς ἀκωκὴ |
| 374 | Primary ἐν γαίῃ ἐπάγη· ὃ δʼ ἄρʼ ἔστη τάρβησέν τε |
| 375 | Primary βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίγνετʼ ὀδόντων· |
| 376 | Primary χλωρὸς ὑπαὶ δείους· τὼ δʼ ἀσθμαίνοντε κιχήτην, |
| 377 | Primary χειρῶν δʼ ἁψάσθην· ὃ δὲ δακρύσας ἔπος ηὔδα· |
| 378 | Primary ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι· ἔστι γὰρ ἔνδον |
| 379 | Primary χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, |
| 380 | Primary τῶν κʼ ὔμμιν χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα |
| 381 | Primary εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. |
| 382 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 383 | Primary θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω. |
| 384 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
| 385 | Primary πῇ δὴ οὕτως ἐπὶ νῆας ἀπὸ στρατοῦ ἔρχεαι οἶος |
| 386 | Primary νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι; |
| 387 | Primary ἤ τινα συλήσων νεκύων κατατεθνηώτων; |
| 388 | Primary ἦ σʼ Ἕκτωρ προέηκε διασκοπιᾶσθαι ἕκαστα |
| 389 | Primary νῆας ἔπι γλαφυράς; ἦ σʼ αὐτὸν θυμὸς ἀνῆκε; |
| 390 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων, ὑπὸ δʼ ἔτρεμε γυῖα· |
| 391 | Primary πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ, |
| 392 | Primary ὅς μοι Πηλεΐωνος ἀγαυοῦ μώνυχας ἵππους |
| 393 | Primary δωσέμεναι κατένευσε καὶ ἅρματα ποικίλα χαλκῷ, |
| 394 | Primary ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα μέλαιναν |
| 395 | Primary ἀνδρῶν δυσμενέων σχεδὸν ἐλθέμεν, ἔκ τε πυθέσθαι |
| 396 | Primary ἠὲ φυλάσσονται νῆες θοαὶ ὡς τὸ πάρος περ, |
| 397 | Primary ἦ ἤδη χείρεσσιν ὑφʼ ἡμετέρῃσι δαμέντες |
| 398 | Primary φύξιν βουλεύουσι μετὰ σφίσιν, οὐδʼ ἐθέλουσι |
| 399 | Primary νύκτα φυλασσέμεναι, καμάτῳ ἀδηκότες αἰνῷ. |
| 400 | Primary τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· |
| 401 | Primary ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμὸς |
| 402 | Primary ἵππων Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ |
| 403 | Primary ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι |
| 404 | Primary ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. |
| 405 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
| 406 | Primary ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα ποιμένα λαῶν; |
| 407 | Primary ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι; |
| 408 | Primary πῶς δαὶ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί; |
| 409 | Primary ἅσσά τε μητιόωσι μετὰ σφίσιν, ἢ μεμάασιν |
| 410 | Primary αὖθι μένειν παρὰ νηυσὶν ἀπόπροθεν, ἦε πόλιν δὲ |
| 411 | Primary ἂψ ἀναχωρήσουσιν, ἐπεὶ δαμάσαντό γʼ Ἀχαιούς. |
| 412 | Primary τὸν δʼ αὖτε προσέειπε Δόλων Εὐμήδεος υἱός· |
| 413 | Primary τοὶ γὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. |
| 414 | Primary Ἕκτωρ μὲν μετὰ τοῖσιν, ὅσοι βουληφόροι εἰσί, |
| 415 | Primary βουλὰς βουλεύει θείου παρὰ σήματι Ἴλου |
| 416 | Primary νόσφιν ἀπὸ φλοίσβου· φυλακὰς δʼ ἃς εἴρεαι ἥρως |
| 417 | Primary οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει. |
| 418 | Primary ὅσσαι μὲν Τρώων πυρὸς ἐσχάραι, οἷσιν ἀνάγκη |
| 419 | Primary οἷ δʼ ἐγρηγόρθασι φυλασσέμεναί τε κέλονται |
| 420 | Primary ἀλλήλοις· ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι |
| 421 | Primary εὕδουσι· Τρωσὶν γὰρ ἐπιτραπέουσι φυλάσσειν· |
| 422 | Primary οὐ γάρ σφιν παῖδες σχεδὸν εἵαται οὐδὲ γυναῖκες. |
| 423 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 424 | Primary πῶς γὰρ νῦν Τρώεσσι μεμιγμένοι ἱπποδάμοισιν |
| 425 | Primary εὕδουσʼ ἦ ἀπάνευθε; δίειπέ μοι ὄφρα δαείω. |
| 426 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Δόλων Εὐμήδεος υἱός· |
| 427 | Primary τοὶ γὰρ ἐγὼ καὶ ταῦτα μάλʼ ἀτρεκέως καταλέξω. |
| 428 | Primary πρὸς μὲν ἁλὸς Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι |
| 429 | Primary καὶ Λέλεγες καὶ Καύκωνες δῖοί τε Πελασγοί, |
| 430 | Primary πρὸς Θύμβρης δʼ ἔλαχον Λύκιοι Μυσοί τʼ ἀγέρωχοι |
| 431 | Primary καὶ Φρύγες ἱππόμαχοι καὶ Μῄονες ἱπποκορυσταί. |
| 432 | Primary ἀλλὰ τί ἢ ἐμὲ ταῦτα διεξερέεσθε ἕκαστα; |
| 433 | Primary εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον |
| 434 | Primary Θρήϊκες οἷδʼ ἀπάνευθε νεήλυδες ἔσχατοι ἄλλων· |
| 435 | Primary ἐν δέ σφιν Ῥῆσος βασιλεὺς πάϊς Ἠϊονῆος. |
| 436 | Primary τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· |
| 437 | Primary λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι· |
| 438 | Primary ἅρμα δέ οἱ χρυσῷ τε καὶ ἀργύρῳ εὖ ἤσκηται· |
| 439 | Primary τεύχεα δὲ χρύσεια πελώρια θαῦμα ἰδέσθαι |
| 440 | Primary ἤλυθʼ ἔχων· τὰ μὲν οὔ τι καταθνητοῖσιν ἔοικεν |
| 441 | Primary ἄνδρεσσιν φορέειν, ἀλλʼ ἀθανάτοισι θεοῖσιν. |
| 442 | Primary ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν, |
| 443 | Primary ἠέ με δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ, |
| 444 | Primary ὄφρά κεν ἔλθητον καὶ πειρηθῆτον ἐμεῖο |
| 445 | Primary ἠὲ κατʼ αἶσαν ἔειπον ἐν ὑμῖν, ἦε καὶ οὐκί. |
| 446 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· |
| 447 | Primary μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ· |
| 448 | Primary ἐσθλά περ ἀγγείλας, ἐπεὶ ἵκεο χεῖρας ἐς ἁμάς. |
| 449 | Primary εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν ἠὲ μεθῶμεν, |
| 450 | Primary ἦ τε καὶ ὕστερον εἶσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν |
| 451 | Primary ἠὲ διοπτεύσων ἢ ἐναντίβιον πολεμίξων· |
| 452 | Primary εἰ δέ κʼ ἐμῇς ὑπὸ χερσὶ δαμεὶς ἀπὸ θυμὸν ὀλέσσῃς, |
| 453 | Primary οὐκέτʼ ἔπειτα σὺ πῆμά ποτʼ ἔσσεαι Ἀργείοισιν. |
| 454 | Primary ἦ, καὶ ὃ μέν μιν ἔμελλε γενείου χειρὶ παχείῃ |
| 455 | Primary ἁψάμενος λίσσεσθαι, ὃ δʼ αὐχένα μέσσον ἔλασσε |
| 456 | Primary φασγάνῳ ἀΐξας, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· |
| 457 | Primary φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. |
| 458 | Primary τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην κεφαλῆφιν ἕλοντο |
| 459 | Primary καὶ λυκέην καὶ τόξα παλίντονα καὶ δόρυ μακρόν· |
| 460 | Primary καὶ τά γʼ Ἀθηναίῃ ληΐτιδι δῖος Ὀδυσσεὺς |
| 461 | Primary ὑψόσʼ ἀνέσχεθε χειρὶ καὶ εὐχόμενος ἔπος ηὔδα· |
| 462 | Primary χαῖρε θεὰ τοῖσδεσσι· σὲ γὰρ πρώτην ἐν Ὀλύμπῳ |
| 463 | Primary πάντων ἀθανάτων ἐπιδωσόμεθʼ· ἀλλὰ καὶ αὖτις |
| 464 | Primary πέμψον ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους τε καὶ εὐνάς. |
| 465 | Primary ὣς ἄρʼ ἐφώνησεν, καὶ ἀπὸ ἕθεν ὑψόσʼ ἀείρας |
| 466 | Primary θῆκεν ἀνὰ μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε |
| 467 | Primary συμμάρψας δόνακας μυρίκης τʼ ἐριθηλέας ὄζους, |
| 468 | Primary μὴ λάθοι αὖτις ἰόντε θοὴν διὰ νύκτα μέλαιναν. |
| 469 | Primary τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα, |
| 470 | Primary αἶψα δʼ ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος ἷξον ἰόντες. |
| 471 | Primary οἳ δʼ εὗδον καμάτῳ ἀδηκότες, ἔντεα δέ σφιν |
| 472 | Primary καλὰ παρʼ αὐτοῖσι χθονὶ κέκλιτο εὖ κατὰ κόσμον |
| 473 | Primary τριστοιχί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι. |
| 474 | Primary Ῥῆσος δʼ ἐν μέσῳ εὗδε, παρʼ αὐτῷ δʼ ὠκέες ἵπποι |
| 475 | Primary ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο. |
| 476 | Primary τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδὼν Διομήδεϊ δεῖξεν· |
| 477 | Primary οὗτός τοι Διόμηδες ἀνήρ, οὗτοι δέ τοι ἵπποι, |
| 478 | Primary οὓς νῶϊν πίφαυσκε Δόλων ὃν ἐπέφνομεν ἡμεῖς. |
| 479 | Primary ἀλλʼ ἄγε δὴ πρόφερε κρατερὸν μένος· οὐδέ τί σε χρὴ |
| 480 | Primary ἑστάμεναι μέλεον σὺν τεύχεσιν, ἀλλὰ λύʼ ἵππους· |
| 481 | Primary ἠὲ σύ γʼ ἄνδρας ἔναιρε, μελήσουσιν δʼ ἐμοὶ ἵπποι. |
| 482 | Primary ὣς φάτο, τῷ δʼ ἔμπνευσε μένος γλαυκῶπις Ἀθήνη, |
| 483 | Primary κτεῖνε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς |
| 484 | Primary ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι γαῖα. |
| 485 | Primary ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθὼν |
| 486 | Primary αἴγεσιν ἢ ὀΐεσσι κακὰ φρονέων ἐνορούσῃ, |
| 487 | Primary ὣς μὲν Θρήϊκας ἄνδρας ἐπῴχετο Τυδέος υἱὸς |
| 488 | Primary ὄφρα δυώδεκʼ ἔπεφνεν· ἀτὰρ πολύμητις Ὀδυσσεὺς |
| 489 | Primary ὅν τινα Τυδεΐδης ἄορι πλήξειε παραστὰς |
| 490 | Primary τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκε, |
| 491 | Primary τὰ φρονέων κατὰ θυμὸν ὅπως καλλίτριχες ἵπποι |
| 492 | Primary ῥεῖα διέλθοιεν μηδὲ τρομεοίατο θυμῷ |
| 493 | Primary νεκροῖς ἀμβαίνοντες· ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν. |
| 494 | Primary ἀλλʼ ὅτε δὴ βασιλῆα κιχήσατο Τυδέος υἱός, |
| 495 | Primary τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα |
| 496 | Primary ἀσθμαίνοντα· κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη |
| 497 | Primary τὴν νύκτʼ Οἰνεΐδαο πάϊς διὰ μῆτιν Ἀθήνης. |
| 498 | Primary τόφρα δʼ ἄρʼ ὃ τλήμων Ὀδυσεὺς λύε μώνυχας ἵππους, |
| 499 | Primary σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου |
| 500 | Primary τόξῳ ἐπιπλήσσων, ἐπεὶ οὐ μάστιγα φαεινὴν |
| 501 | Primary ποικίλου ἐκ δίφροιο νοήσατο χερσὶν ἑλέσθαι· |
| 502 | Primary ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ δίῳ. |
| 503 | Primary αὐτὰρ ὃ μερμήριζε μένων ὅ τι κύντατον ἕρδοι, |
| 504 | Primary ἢ ὅ γε δίφρον ἑλών, ὅθι ποικίλα τεύχεʼ ἔκειτο, |
| 505 | Primary ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, |
| 506 | Primary ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν ἀπὸ θυμὸν ἕλοιτο. |
| 507 | Primary εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα, τόφρα δʼ Ἀθήνη |
| 508 | Primary ἐγγύθεν ἱσταμένη προσέφη Διομήδεα δῖον· |
| 509 | Primary νόστου δὴ μνῆσαι μεγαθύμου Τυδέος υἱὲ |
| 510 | Primary νῆας ἔπι γλαφυράς, μὴ καὶ πεφοβημένος ἔλθῃς, |
| 511 | Primary μή πού τις καὶ Τρῶας ἐγείρῃσιν θεὸς ἄλλος. |
| 512 | Primary ὣς φάθʼ, ὃ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης, |
| 513 | Primary καρπαλίμως δʼ ἵππων ἐπεβήσετο· κόψε δʼ Ὀδυσσεὺς |
| 514 | Primary τόξῳ· τοὶ δʼ ἐπέτοντο θοὰς ἐπὶ νῆας Ἀχαιῶν. |
| 515 | Primary οὐδʼ ἀλαοσκοπιὴν εἶχʼ ἀργυρότοξος Ἀπόλλων |
| 516 | Primary ὡς ἴδʼ Ἀθηναίην μετὰ Τυδέος υἱὸν ἕπουσαν· |
| 517 | Primary τῇ κοτέων Τρώων κατεδύσετο πουλὺν ὅμιλον, |
| 518 | Primary ὦρσεν δὲ Θρῃκῶν βουληφόρον Ἱπποκόωντα |
| 519 | Primary Ῥήσου ἀνεψιὸν ἐσθλόν· ὃ δʼ ἐξ ὕπνου ἀνορούσας |
| 520 | Primary ὡς ἴδε χῶρον ἐρῆμον, ὅθʼ ἕστασαν ὠκέες ἵπποι, |
| 521 | Primary ἄνδράς τʼ ἀσπαίροντας ἐν ἀργαλέῃσι φονῇσιν, |
| 522 | Primary ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον. |
| 523 | Primary Τρώων δὲ κλαγγή τε καὶ ἄσπετος ὦρτο κυδοιμὸς |
| 524 | Primary θυνόντων ἄμυδις· θηεῦντο δὲ μέρμερα ἔργα |
| 525 | Primary ὅσσʼ ἄνδρες ῥέξαντες ἔβαν κοίλας ἐπὶ νῆας. |
| 526 | Primary οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σκοπὸν Ἕκτορος ἔκταν, |
| 527 | Primary ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε Διῒ φίλος ὠκέας ἵππους, |
| 528 | Primary Τυδεΐδης δὲ χαμᾶζε θορὼν ἔναρα βροτόεντα |
| 529 | Primary ἐν χείρεσσʼ Ὀδυσῆϊ τίθει, ἐπεβήσετο δʼ ἵππων· |
| 530 | Primary μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην |
| 531 | Primary νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. |
| 532 | Primary Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε φώνησέν τε· |
| 533 | Primary ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες |
| 534 | Primary ψεύσομαι, ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. |
| 535 | Primary ἵππων μʼ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει. |
| 536 | Primary αἲ γὰρ δὴ Ὀδυσεύς τε καὶ ὃ κρατερὸς Διομήδης |
| 537 | Primary ὧδʼ ἄφαρ ἐκ Τρώων ἐλασαίατο μώνυχας ἵππους· |
| 538 | Primary ἀλλʼ αἰνῶς δείδοικα κατὰ φρένα μή τι πάθωσιν |
| 539 | Primary Ἀργείων οἳ ἄριστοι ὑπὸ Τρώων ὀρυμαγδοῦ. |
| 540 | Primary οὔ πω πᾶν εἴρητο ἔπος ὅτʼ ἄρʼ ἤλυθον αὐτοί. |
| 541 | Primary καί ῥʼ οἳ μὲν κατέβησαν ἐπὶ χθόνα, τοὶ δὲ χαρέντες |
| 542 | Primary δεξιῇ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· |
| 543 | Primary πρῶτος δʼ ἐξερέεινε Γερήνιος ἱππότα Νέστωρ· |
| 544 | Primary εἴπʼ ἄγε μʼ ὦ πολύαινʼ Ὀδυσεῦ μέγα κῦδος Ἀχαιῶν |
| 545 | Primary ὅππως τοῦσδʼ ἵππους λάβετον καταδύντες ὅμιλον |
| 546 | Primary Τρώων, ἦ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας. |
| 547 | Primary αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. |
| 548 | Primary αἰεὶ μὲν Τρώεσσʼ ἐπιμίσγομαι, οὐδέ τί φημι |
| 549 | Primary μιμνάζειν παρὰ νηυσὶ γέρων περ ἐὼν πολεμιστής· |
| 550 | Primary ἀλλʼ οὔ πω τοίους ἵππους ἴδον οὐδὲ νόησα. |
| 551 | Primary ἀλλά τινʼ ὔμμʼ ὀΐω δόμεναι θεὸν ἀντιάσαντα· |
| 552 | Primary ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεὺς |
| 553 | Primary κούρη τʼ αἰγιόχοιο Διὸς γλαυκῶπις Ἀθήνη. |
| 554 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 555 | Primary ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν |
| 556 | Primary ῥεῖα θεός γʼ ἐθέλων καὶ ἀμείνονας ἠέ περ οἵδε |
| 557 | Primary ἵππους δωρήσαιτʼ, ἐπεὶ ἢ πολὺ φέρτεροί εἰσιν. |
| 558 | Primary ἵπποι δʼ οἵδε γεραιὲ νεήλυδες οὓς ἐρεείνεις |
| 559 | Primary Θρηΐκιοι· τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης |
| 560 | Primary ἔκτανε, πὰρ δʼ ἑτάρους δυοκαίδεκα πάντας ἀρίστους. |
| 561 | Primary τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν ἐγγύθι νηῶν, |
| 562 | Primary τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο |
| 563 | Primary Ἕκτωρ τε προέηκε καὶ ἄλλοι Τρῶες ἀγαυοί. |
| 564 | Primary ὣς εἰπὼν τάφροιο διήλασε μώνυχας ἵππους |
| 565 | Primary καγχαλόων· ἅμα δʼ ἄλλοι ἴσαν χαίροντες Ἀχαιοί. |
| 566 | Primary οἳ δʼ ὅτε Τυδεΐδεω κλισίην εὔτυκτον ἵκοντο, |
| 567 | Primary ἵππους μὲν κατέδησαν ἐϋτμήτοισιν ἱμᾶσι |
| 568 | Primary φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι |
| 569 | Primary ἕστασαν ὠκύποδες μελιηδέα πυρὸν ἔδοντες· |
| 570 | Primary νηῒ δʼ ἐνὶ πρυμνῇ ἔναρα βροτόεντα Δόλωνος |
| 571 | Primary θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ. |
| 572 | Primary αὐτοὶ δʼ ἱδρῶ πολλὸν ἀπενίζοντο θαλάσσῃ |
| 573 | Primary ἐσβάντες κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς. |
| 574 | Primary αὐτὰρ ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλὸν |
| 575 | Primary νίψεν ἀπὸ χρωτὸς καὶ ἀνέψυχθεν φίλον ἦτορ, |
| 576 | Primary ἔς ῥʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. |
| 577 | Primary τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ |
| 578 | Primary δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ |
| 579 | Primary πλείου ἀφυσσόμενοι λεῖβον μελιηδέα οἶνον. |