Reader
Reader | Iliad, Book 11
Iliad
Homer
Text
Position
Line 1 of 848
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο |
| 2 | Primary ὄρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι· |
| 3 | Primary Ζεὺς δʼ Ἔριδα προΐαλλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν |
| 4 | Primary ἀργαλέην, πολέμοιο τέρας μετὰ χερσὶν ἔχουσαν. |
| 5 | Primary στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ, |
| 6 | Primary ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε, |
| 7 | Primary ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο |
| 8 | Primary ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας |
| 9 | Primary εἴρυσαν ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν |
| 10 | Primary ἔνθα στᾶσʼ ἤϋσε θεὰ μέγα τε δεινόν τε |
| 11 | Primary ὄρθιʼ, Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ |
| 12 | Primary καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. |
| 13 | Primary τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι |
| 14 | Primary ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. |
| 15 | Primary Ἀτρεΐδης δʼ ἐβόησεν ἰδὲ ζώννυσθαι ἄνωγεν |
| 16 | Primary Ἀργείους· ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν. |
| 17 | Primary κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε |
| 18 | Primary καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας· |
| 19 | Primary δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε, |
| 20 | Primary τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι. |
| 21 | Primary πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος οὕνεκʼ Ἀχαιοὶ |
| 22 | Primary ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον· |
| 23 | Primary τοὔνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ. |
| 24 | Primary τοῦ δʼ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο, |
| 25 | Primary δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο· |
| 26 | Primary κυάνεοι δὲ δράκοντες ὀρωρέχατο προτὶ δειρὴν |
| 27 | Primary τρεῖς ἑκάτερθʼ ἴρισσιν ἐοικότες, ἅς τε Κρονίων |
| 28 | Primary ἐν νέφεϊ στήριξε, τέρας μερόπων ἀνθρώπων. |
| 29 | Primary ἀμφὶ δʼ ἄρʼ ὤμοισιν βάλετο ξίφος· ἐν δέ οἱ ἧλοι |
| 30 | Primary χρύσειοι πάμφαινον, ἀτὰρ περὶ κουλεὸν ἦεν |
| 31 | Primary ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. |
| 32 | Primary ἂν δʼ ἕλετʼ ἀμφιβρότην πολυδαίδαλον ἀσπίδα θοῦριν |
| 33 | Primary καλήν, ἣν πέρι μὲν κύκλοι δέκα χάλκεοι ἦσαν, |
| 34 | Primary ἐν δέ οἱ ὀμφαλοὶ ἦσαν ἐείκοσι κασσιτέροιο |
| 35 | Primary λευκοί, ἐν δὲ μέσοισιν ἔην μέλανος κυάνοιο. |
| 36 | Primary τῇ δʼ ἐπὶ μὲν Γοργὼ βλοσυρῶπις ἐστεφάνωτο |
| 37 | Primary δεινὸν δερκομένη, περὶ δὲ Δεῖμός τε Φόβος τε. |
| 38 | Primary τῆς δʼ ἐξ ἀργύρεος τελαμὼν ἦν· αὐτὰρ ἐπʼ αὐτοῦ |
| 39 | Primary κυάνεος ἐλέλικτο δράκων, κεφαλαὶ δέ οἱ ἦσαν |
| 40 | Primary τρεῖς ἀμφιστρεφέες ἑνὸς αὐχένος ἐκπεφυυῖαι. |
| 41 | Primary κρατὶ δʼ ἐπʼ ἀμφίφαλον κυνέην θέτο τετραφάληρον |
| 42 | Primary ἵππουριν· δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν. |
| 43 | Primary εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ |
| 44 | Primary ὀξέα· τῆλε δὲ χαλκὸς ἀπʼ αὐτόφιν οὐρανὸν εἴσω |
| 45 | Primary λάμπʼ· ἐπὶ δʼ ἐγδούπησαν Ἀθηναίη τε καὶ Ἥρη |
| 46 | Primary τιμῶσαι βασιλῆα πολυχρύσοιο Μυκήνης. |
| 47 | Primary ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος |
| 48 | Primary ἵππους εὖ κατὰ κόσμον ἐρυκέμεν αὖθʼ ἐπὶ τάφρῳ, |
| 49 | Primary αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι θωρηχθέντες |
| 50 | Primary ῥώοντʼ· ἄσβεστος δὲ βοὴ γένετʼ ἠῶθι πρό. |
| 51 | Primary φθὰν δὲ μέγʼ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες, |
| 52 | Primary ἱππῆες δʼ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν |
| 53 | Primary ὦρσε κακὸν Κρονίδης, κατὰ δʼ ὑψόθεν ἧκεν ἐέρσας |
| 54 | Primary αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκʼ ἔμελλε |
| 55 | Primary πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. |
| 56 | Primary Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο |
| 57 | Primary Ἕκτορά τʼ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα |
| 58 | Primary Αἰνείαν θʼ, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ, |
| 59 | Primary τρεῖς τʼ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον |
| 60 | Primary ἠΐθεόν τʼ Ἀκάμαντʼ ἐπιείκελον ἀθανάτοισιν. |
| 61 | Primary Ἕκτωρ δʼ ἐν πρώτοισι φέρʼ ἀσπίδα πάντοσʼ ἐΐσην, |
| 62 | Primary οἷος δʼ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ |
| 63 | Primary παμφαίνων, τοτὲ δʼ αὖτις ἔδυ νέφεα σκιόεντα, |
| 64 | Primary ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν, |
| 65 | Primary ἄλλοτε δʼ ἐν πυμάτοισι κελεύων· πᾶς δʼ ἄρα χαλκῷ |
| 66 | Primary λάμφʼ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο. |
| 67 | Primary οἳ δʼ, ὥς τʼ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν |
| 68 | Primary ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατʼ ἄρουραν |
| 69 | Primary πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει· |
| 70 | Primary ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπʼ ἀλλήλοισι θορόντες |
| 71 | Primary δῄουν, οὐδʼ ἕτεροι μνώοντʼ ὀλοοῖο φόβοιο. |
| 72 | Primary ἴσας δʼ ὑσμίνη κεφαλὰς ἔχεν, οἳ δὲ λύκοι ὣς |
| 73 | Primary θῦνον· Ἔρις δʼ ἄρʼ ἔχαιρε πολύστονος εἰσορόωσα· |
| 74 | Primary οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν, |
| 75 | Primary οἳ δʼ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι |
| 76 | Primary σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ |
| 77 | Primary δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο. |
| 78 | Primary πάντες δʼ ᾐτιόωντο κελαινεφέα Κρονίωνα |
| 79 | Primary οὕνεκʼ ἄρα Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι. |
| 80 | Primary τῶν μὲν ἄρʼ οὐκ ἀλέγιζε πατήρ· ὃ δὲ νόσφι λιασθεὶς |
| 81 | Primary τῶν ἄλλων ἀπάνευθε καθέζετο κύδεϊ γαίων |
| 82 | Primary εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν |
| 83 | Primary χαλκοῦ τε στεροπήν, ὀλλύντάς τʼ ὀλλυμένους τε. |
| 84 | Primary ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, |
| 85 | Primary τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός· |
| 86 | Primary ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὁπλίσσατο δεῖπνον |
| 87 | Primary οὔρεος ἐν βήσσῃσιν, ἐπεί τʼ ἐκορέσσατο χεῖρας |
| 88 | Primary τάμνων δένδρεα μακρά, ἅδος τέ μιν ἵκετο θυμόν, |
| 89 | Primary σίτου τε γλυκεροῖο περὶ φρένας ἵμερος αἱρεῖ, |
| 90 | Primary τῆμος σφῇ ἀρετῇ Δαναοὶ ῥήξαντο φάλαγγας |
| 91 | Primary κεκλόμενοι ἑτάροισι κατὰ στίχας· ἐν δʼ Ἀγαμέμνων |
| 92 | Primary πρῶτος ὄρουσʼ, ἕλε δʼ ἄνδρα Βιάνορα ποιμένα λαῶν |
| 93 | Primary αὐτόν, ἔπειτα δʼ ἑταῖρον Ὀϊλῆα πλήξιππον. |
| 94 | Primary ἤτοι ὅ γʼ ἐξ ἵππων κατεπάλμενος ἀντίος ἔστη· |
| 95 | Primary τὸν δʼ ἰθὺς μεμαῶτα μετώπιον ὀξέϊ δουρὶ |
| 96 | Primary νύξʼ, οὐδὲ στεφάνη δόρυ οἱ σχέθε χαλκοβάρεια, |
| 97 | Primary ἀλλὰ διʼ αὐτῆς ἦλθε καὶ ὀστέου, ἐγκέφαλος δὲ |
| 98 | Primary ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα. |
| 99 | Primary καὶ τοὺς μὲν λίπεν αὖθι ἄναξ ἀνδρῶν Ἀγαμέμνων |
| 100 | Primary στήθεσι παμφαίνοντας, ἐπεὶ περίδυσε χιτῶνας· |
| 101 | Primary αὐτὰρ ὃ βῆ Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίξων |
| 102 | Primary υἷε δύω Πριάμοιο νόθον καὶ γνήσιον ἄμφω |
| 103 | Primary εἰν ἑνὶ δίφρῳ ἐόντας· ὃ μὲν νόθος ἡνιόχευεν, |
| 104 | Primary Ἄντιφος αὖ παρέβασκε περικλυτός· ὥ ποτʼ Ἀχιλλεὺς |
| 105 | Primary Ἴδης ἐν κνημοῖσι δίδη μόσχοισι λύγοισι, |
| 106 | Primary ποιμαίνοντʼ ἐπʼ ὄεσσι λαβών, καὶ ἔλυσεν ἀποίνων. |
| 107 | Primary δὴ τότε γʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων |
| 108 | Primary τὸν μὲν ὑπὲρ μαζοῖο κατὰ στῆθος βάλε δουρί, |
| 109 | Primary Ἄντιφον αὖ παρὰ οὖς ἔλασε ξίφει, ἐκ δʼ ἔβαλʼ ἵππων. |
| 110 | Primary σπερχόμενος δʼ ἀπὸ τοῖιν ἐσύλα τεύχεα καλὰ |
| 111 | Primary γιγνώσκων· καὶ γάρ σφε πάρος παρὰ νηυσὶ θοῇσιν |
| 112 | Primary εἶδεν, ὅτʼ ἐξ Ἴδης ἄγαγεν πόδας ὠκὺς Ἀχιλλεύς. |
| 113 | Primary ὡς δὲ λέων ἐλάφοιο ταχείης νήπια τέκνα |
| 114 | Primary ῥηϊδίως συνέαξε λαβὼν κρατεροῖσιν ὀδοῦσιν |
| 115 | Primary ἐλθὼν εἰς εὐνήν, ἁπαλόν τέ σφʼ ἦτορ ἀπηύρα· |
| 116 | Primary ἣ δʼ εἴ πέρ τε τύχῃσι μάλα σχεδόν, οὐ δύναταί σφι |
| 117 | Primary χραισμεῖν· αὐτὴν γάρ μιν ὑπὸ τρόμος αἰνὸς ἱκάνει· |
| 118 | Primary καρπαλίμως δʼ ἤϊξε διὰ δρυμὰ πυκνὰ καὶ ὕλην |
| 119 | Primary σπεύδουσʼ ἱδρώουσα κραταιοῦ θηρὸς ὑφʼ ὁρμῆς· |
| 120 | Primary ὣς ἄρα τοῖς οὔ τις δύνατο χραισμῆσαι ὄλεθρον |
| 121 | Primary Τρώων, ἀλλὰ καὶ αὐτοὶ ὑπʼ Ἀργείοισι φέβοντο. |
| 122 | Primary αὐτὰρ ὃ Πείσανδρόν τε καὶ Ἱππόλοχον μενεχάρμην |
| 123 | Primary υἱέας Ἀντιμάχοιο δαΐφρονος, ὅς ῥα μάλιστα |
| 124 | Primary χρυσὸν Ἀλεξάνδροιο δεδεγμένος ἀγλαὰ δῶρα |
| 125 | Primary οὐκ εἴασχʼ Ἑλένην δόμεναι ξανθῷ Μενελάῳ, |
| 126 | Primary τοῦ περ δὴ δύο παῖδε λάβε κρείων Ἀγαμέμνων |
| 127 | Primary εἰν ἑνὶ δίφρῳ ἐόντας, ὁμοῦ δʼ ἔχον ὠκέας ἵππους· |
| 128 | Primary ἐκ γάρ σφεας χειρῶν φύγον ἡνία σιγαλόεντα, |
| 129 | Primary τὼ δὲ κυκηθήτην· ὃ δʼ ἐναντίον ὦρτο λέων ὣς |
| 130 | Primary Ἀτρεΐδης· τὼ δʼ αὖτʼ ἐκ δίφρου γουναζέσθην· |
| 131 | Primary ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα· |
| 132 | Primary πολλὰ δʼ ἐν Ἀντιμάχοιο δόμοις κειμήλια κεῖται |
| 133 | Primary χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος, |
| 134 | Primary τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα, |
| 135 | Primary εἰ νῶϊ ζωοὺς πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. |
| 136 | Primary ὣς τώ γε κλαίοντε προσαυδήτην βασιλῆα |
| 137 | Primary μειλιχίοις ἐπέεσσιν· ἀμείλικτον δʼ ὄπʼ ἄκουσαν· |
| 138 | Primary εἰ μὲν δὴ Ἀντιμάχοιο δαΐφρονος υἱέες ἐστόν, |
| 139 | Primary ὅς ποτʼ ἐνὶ Τρώων ἀγορῇ Μενέλαον ἄνωγεν |
| 140 | Primary ἀγγελίην ἐλθόντα σὺν ἀντιθέῳ Ὀδυσῆϊ |
| 141 | Primary αὖθι κατακτεῖναι μηδʼ ἐξέμεν ἂψ ἐς Ἀχαιούς, |
| 142 | Primary νῦν μὲν δὴ τοῦ πατρὸς ἀεικέα τίσετε λώβην. |
| 143 | Primary ἦ, καὶ Πείσανδρον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε |
| 144 | Primary δουρὶ βαλὼν πρὸς στῆθος· ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη. |
| 145 | Primary Ἱππόλοχος δʼ ἀπόρουσε, τὸν αὖ χαμαὶ ἐξενάριξε |
| 146 | Primary χεῖρας ἀπὸ ξίφεϊ τμήξας ἀπό τʼ αὐχένα κόψας, |
| 147 | Primary ὅλμον δʼ ὣς ἔσσευε κυλίνδεσθαι διʼ ὁμίλου. |
| 148 | Primary τοὺς μὲν ἔασʼ· ὃ δʼ ὅθι πλεῖσται κλονέοντο φάλαγγες, |
| 149 | Primary τῇ ῥʼ ἐνόρουσʼ, ἅμα δʼ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί. |
| 150 | Primary πεζοὶ μὲν πεζοὺς ὄλεκον φεύγοντας ἀνάγκῃ, |
| 151 | Primary ἱππεῖς δʼ ἱππῆας· ὑπὸ δέ σφισιν ὦρτο κονίη |
| 152 | Primary ἐκ πεδίου, τὴν ὦρσαν ἐρίγδουποι πόδες ἵππων |
| 153 | Primary χαλκῷ δηϊόωντες· ἀτὰρ κρείων Ἀγαμέμνων |
| 154 | Primary αἰὲν ἀποκτείνων ἕπετʼ Ἀργείοισι κελεύων. |
| 155 | Primary ὡς δʼ ὅτε πῦρ ἀΐδηλον ἐν ἀξύλῳ ἐμπέσῃ ὕλῃ, |
| 156 | Primary πάντῃ τʼ εἰλυφόων ἄνεμος φέρει, οἳ δέ τε θάμνοι |
| 157 | Primary πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· |
| 158 | Primary ὣς ἄρʼ ὑπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι πῖπτε κάρηνα |
| 159 | Primary Τρώων φευγόντων, πολλοὶ δʼ ἐριαύχενες ἵπποι |
| 160 | Primary κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας |
| 161 | Primary ἡνιόχους ποθέοντες ἀμύμονας· οἳ δʼ ἐπὶ γαίῃ |
| 162 | Primary κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. |
| 163 | Primary Ἕκτορα δʼ ἐκ βελέων ὕπαγε Ζεὺς ἔκ τε κονίης |
| 164 | Primary ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ· |
| 165 | Primary Ἀτρεΐδης δʼ ἕπετο σφεδανὸν Δαναοῖσι κελεύων. |
| 166 | Primary οἳ δὲ παρʼ Ἴλου σῆμα παλαιοῦ Δαρδανίδαο |
| 167 | Primary μέσσον κὰπ πεδίον παρʼ ἐρινεὸν ἐσσεύοντο |
| 168 | Primary ἱέμενοι πόλιος· ὃ δὲ κεκλήγων ἕπετʼ αἰεὶ |
| 169 | Primary Ἀτρεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. |
| 170 | Primary ἀλλʼ ὅτε δὴ Σκαιάς τε πύλας καὶ φηγὸν ἵκοντο, |
| 171 | Primary ἔνθʼ ἄρα δὴ ἵσταντο καὶ ἀλλήλους ἀνέμιμνον. |
| 172 | Primary οἳ δʼ ἔτι κὰμ μέσσον πεδίον φοβέοντο βόες ὥς, |
| 173 | Primary ἅς τε λέων ἐφόβησε μολὼν ἐν νυκτὸς ἀμολγῷ |
| 174 | Primary πάσας· τῇ δέ τʼ ἰῇ ἀναφαίνεται αἰπὺς ὄλεθρος· |
| 175 | Primary τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι |
| 176 | Primary πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει· |
| 177 | Primary ὣς τοὺς Ἀτρεΐδης ἔφεπε κρείων Ἀγαμέμνων |
| 178 | Primary αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δʼ ἐφέβοντο. |
| 179 | Primary πολλοὶ δὲ πρηνεῖς τε καὶ ὕπτιοι ἔκπεσον ἵππων |
| 180 | Primary Ἀτρεΐδεω ὑπὸ χερσί· περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν. |
| 181 | Primary ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλεν ὑπὸ πτόλιν αἰπύ τε τεῖχος |
| 182 | Primary ἵξεσθαι, τότε δή ῥα πατὴρ ἀνδρῶν τε θεῶν τε |
| 183 | Primary Ἴδης ἐν κορυφῇσι καθέζετο πιδηέσσης |
| 184 | Primary οὐρανόθεν καταβάς· ἔχε δʼ ἀστεροπὴν μετὰ χερσίν. |
| 185 | Primary Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν· |
| 186 | Primary βάσκʼ ἴθι Ἶρι ταχεῖα, τὸν Ἕκτορι μῦθον ἐνίσπες· |
| 187 | Primary ὄφρʼ ἂν μέν κεν ὁρᾷ Ἀγαμέμνονα ποιμένα λαῶν |
| 188 | Primary θύνοντʼ ἐν προμάχοισιν ἐναίροντα στίχας ἀνδρῶν, |
| 189 | Primary τόφρʼ ἀναχωρείτω, τὸν δʼ ἄλλον λαὸν ἀνώχθω |
| 190 | Primary μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. |
| 191 | Primary αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ |
| 192 | Primary εἰς ἵππους ἅλεται, τότε οἱ κράτος ἐγγυαλίξω |
| 193 | Primary κτείνειν εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηται |
| 194 | Primary δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. |
| 195 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, |
| 196 | Primary βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. |
| 197 | Primary εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον |
| 198 | Primary ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσιν· |
| 199 | Primary ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις· |
| 200 | Primary Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε |
| 201 | Primary Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι. |
| 202 | Primary ὄφρʼ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν |
| 203 | Primary θύνοντʼ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, |
| 204 | Primary τόφρʼ ὑπόεικε μάχης, τὸν δʼ ἄλλον λαὸν ἄνωχθι |
| 205 | Primary μάρνασθαι δηΐοισι κατὰ κρατερὴν ὑσμίνην. |
| 206 | Primary αὐτὰρ ἐπεί κʼ ἢ δουρὶ τυπεὶς ἢ βλήμενος ἰῷ |
| 207 | Primary εἰς ἵππους ἅλεται, τότε τοι κράτος ἐγγυαλίξει |
| 208 | Primary κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκηαι |
| 209 | Primary δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ. |
| 210 | Primary ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, |
| 211 | Primary Ἕκτωρ δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, |
| 212 | Primary πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ |
| 213 | Primary ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. |
| 214 | Primary οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν, |
| 215 | Primary Ἀργεῖοι δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας. |
| 216 | Primary ἀρτύνθη δὲ μάχη, στὰν δʼ ἀντίοι· ἐν δʼ Ἀγαμέμνων |
| 217 | Primary πρῶτος ὄρουσʼ, ἔθελεν δὲ πολὺ προμάχεσθαι ἁπάντων. |
| 218 | Primary ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι |
| 219 | Primary ὅς τις δὴ πρῶτος Ἀγαμέμνονος ἀντίον ἦλθεν |
| 220 | Primary ἢ αὐτῶν Τρώων ἠὲ κλειτῶν ἐπικούρων. |
| 221 | Primary Ἰφιδάμας Ἀντηνορίδης ἠΰς τε μέγας τε |
| 222 | Primary ὃς τράφη ἐν Θρῄκῃ ἐριβώλακι μητέρι μήλων· |
| 223 | Primary Κισσῆς τόν γʼ ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα |
| 224 | Primary μητροπάτωρ, ὃς τίκτε Θεανὼ καλλιπάρῃον· |
| 225 | Primary αὐτὰρ ἐπεί ῥʼ ἥβης ἐρικυδέος ἵκετο μέτρον, |
| 226 | Primary αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν· |
| 227 | Primary γήμας δʼ ἐκ θαλάμοιο μετὰ κλέος ἵκετʼ Ἀχαιῶν |
| 228 | Primary σὺν δυοκαίδεκα νηυσὶ κορωνίσιν, αἵ οἱ ἕποντο. |
| 229 | Primary τὰς μὲν ἔπειτʼ ἐν Περκώτῃ λίπε νῆας ἐΐσας, |
| 230 | Primary αὐτὰρ ὃ πεζὸς ἐὼν ἐς Ἴλιον εἰληλούθει· |
| 231 | Primary ὅς ῥα τότʼ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίον ἦλθεν. |
| 232 | Primary οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, |
| 233 | Primary Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, |
| 234 | Primary Ἰφιδάμας δὲ κατὰ ζώνην θώρηκος ἔνερθε |
| 235 | Primary νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· |
| 236 | Primary οὐδʼ ἔτορε ζωστῆρα παναίολον, ἀλλὰ πολὺ πρὶν |
| 237 | Primary ἀργύρῳ ἀντομένη μόλιβος ὣς ἐτράπετʼ αἰχμή. |
| 238 | Primary καὶ τό γε χειρὶ λαβὼν εὐρὺ κρείων Ἀγαμέμνων |
| 239 | Primary ἕλκʼ ἐπὶ οἷ μεμαὼς ὥς τε λίς, ἐκ δʼ ἄρα χειρὸς |
| 240 | Primary σπάσσατο· τὸν δʼ ἄορι πλῆξʼ αὐχένα, λῦσε δὲ γυῖα. |
| 241 | Primary ὣς ὃ μὲν αὖθι πεσὼν κοιμήσατο χάλκεον ὕπνον |
| 242 | Primary οἰκτρὸς ἀπὸ μνηστῆς ἀλόχου, ἀστοῖσιν ἀρήγων, |
| 243 | Primary κουριδίης, ἧς οὔ τι χάριν ἴδε, πολλὰ δʼ ἔδωκε· |
| 244 | Primary πρῶθʼ ἑκατὸν βοῦς δῶκεν, ἔπειτα δὲ χίλιʼ ὑπέστη |
| 245 | Primary αἶγας ὁμοῦ καὶ ὄϊς, τά οἱ ἄσπετα ποιμαίνοντο. |
| 246 | Primary δὴ τότε γʼ Ἀτρεΐδης Ἀγαμέμνων ἐξενάριξε, |
| 247 | Primary βῆ δὲ φέρων ἀνʼ ὅμιλον Ἀχαιῶν τεύχεα καλά. |
| 248 | Primary τὸν δʼ ὡς οὖν ἐνόησε Κόων ἀριδείκετος ἀνδρῶν |
| 249 | Primary πρεσβυγενὴς Ἀντηνορίδης, κρατερόν ῥά ἑ πένθος |
| 250 | Primary ὀφθαλμοὺς ἐκάλυψε κασιγνήτοιο πεσόντος. |
| 251 | Primary στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθὼν Ἀγαμέμνονα δῖον, |
| 252 | Primary νύξε δέ μιν κατὰ χεῖρα μέσην ἀγκῶνος ἔνερθε, |
| 253 | Primary ἀντικρὺ δὲ διέσχε φαεινοῦ δουρὸς ἀκωκή. |
| 254 | Primary ῥίγησέν τʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
| 255 | Primary ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης ἠδὲ πτολέμοιο, |
| 256 | Primary ἀλλʼ ἐπόρουσε Κόωνι ἔχων ἀνεμοτρεφὲς ἔγχος. |
| 257 | Primary ἤτοι ὃ Ἰφιδάμαντα κασίγνητον καὶ ὄπατρον |
| 258 | Primary ἕλκε ποδὸς μεμαώς, καὶ ἀΰτει πάντας ἀρίστους· |
| 259 | Primary τὸν δʼ ἕλκοντʼ ἀνʼ ὅμιλον ὑπʼ ἀσπίδος ὀμφαλοέσσης |
| 260 | Primary οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα· |
| 261 | Primary τοῖο δʼ ἐπʼ Ἰφιδάμαντι κάρη ἀπέκοψε παραστάς. |
| 262 | Primary ἔνθʼ Ἀντήνορος υἷες ὑπʼ Ἀτρεΐδῃ βασιλῆϊ |
| 263 | Primary πότμον ἀναπλήσαντες ἔδυν δόμον Ἄϊδος εἴσω. |
| 264 | Primary αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν |
| 265 | Primary ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, |
| 266 | Primary ὄφρά οἱ αἷμʼ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς. |
| 267 | Primary αὐτὰρ ἐπεὶ τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα, |
| 268 | Primary ὀξεῖαι δʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. |
| 269 | Primary ὡς δʼ ὅτʼ ἂν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα |
| 270 | Primary δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι |
| 271 | Primary Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι, |
| 272 | Primary ὣς ὀξεῖʼ ὀδύναι δῦνον μένος Ἀτρεΐδαο. |
| 273 | Primary ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε |
| 274 | Primary νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. |
| 275 | Primary ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· |
| 276 | Primary ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες |
| 277 | Primary ὑμεῖς μὲν νῦν νηυσὶν ἀμύνετε ποντοπόροισι |
| 278 | Primary φύλοπιν ἀργαλέην, ἐπεὶ οὐκ ἐμὲ μητίετα Ζεὺς |
| 279 | Primary εἴασε Τρώεσσι πανημέριον πολεμίζειν. |
| 280 | Primary ὣς ἔφαθʼ, ἡνίοχος δʼ ἵμασεν καλλίτριχας ἵππους |
| 281 | Primary νῆας ἔπι γλαφυράς· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην· |
| 282 | Primary ἄφρεον δὲ στήθεα, ῥαίνοντο δὲ νέρθε κονίῃ |
| 283 | Primary τειρόμενον βασιλῆα μάχης ἀπάνευθε φέροντες. |
| 284 | Primary Ἕκτωρ δʼ ὡς ἐνόησʼ Ἀγαμέμνονα νόσφι κιόντα |
| 285 | Primary Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· |
| 286 | Primary Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ |
| 287 | Primary ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. |
| 288 | Primary οἴχετʼ ἀνὴρ ὤριστος, ἐμοὶ δὲ μέγʼ εὖχος ἔδωκε |
| 289 | Primary Ζεὺς Κρονίδης· ἀλλʼ ἰθὺς ἐλαύνετε μώνυχας ἵππους |
| 290 | Primary ἰφθίμων Δαναῶν, ἵνʼ ὑπέρτερον εὖχος ἄρησθε. |
| 291 | Primary ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
| 292 | Primary ὡς δʼ ὅτε πού τις θηρητὴρ κύνας ἀργιόδοντας |
| 293 | Primary σεύῃ ἐπʼ ἀγροτέρῳ συῒ καπρίῳ ἠὲ λέοντι, |
| 294 | Primary ὣς ἐπʼ Ἀχαιοῖσιν σεῦε Τρῶας μεγαθύμους |
| 295 | Primary Ἕκτωρ Πριαμίδης βροτολοιγῷ ἶσος Ἄρηϊ. |
| 296 | Primary αὐτὸς δʼ ἐν πρώτοισι μέγα φρονέων ἐβεβήκει, |
| 297 | Primary ἐν δʼ ἔπεσʼ ὑσμίνῃ ὑπεραέϊ ἶσος ἀέλλῃ, |
| 298 | Primary ἥ τε καθαλλομένη ἰοειδέα πόντον ὀρίνει. |
| 299 | Primary ἔνθα τίνα πρῶτον, τίνα δʼ ὕστατον ἐξενάριξεν |
| 300 | Primary Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκεν; |
| 301 | Primary Ἀσαῖον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ὀπίτην |
| 302 | Primary καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ἠδʼ Ἀγέλαον |
| 303 | Primary Αἴσυμνόν τʼ Ὦρόν τε καὶ Ἱππόνοον μενεχάρμην. |
| 304 | Primary τοὺς ἄρʼ ὅ γʼ ἡγεμόνας Δαναῶν ἕλεν, αὐτὰρ ἔπειτα |
| 305 | Primary πληθύν, ὡς ὁπότε νέφεα Ζέφυρος στυφελίξῃ |
| 306 | Primary ἀργεστᾶο Νότοιο βαθείῃ λαίλαπι τύπτων· |
| 307 | Primary πολλὸν δὲ τρόφι κῦμα κυλίνδεται, ὑψόσε δʼ ἄχνη |
| 308 | Primary σκίδναται ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς· |
| 309 | Primary ὣς ἄρα πυκνὰ καρήαθʼ ὑφʼ Ἕκτορι δάμνατο λαῶν. |
| 310 | Primary ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο, |
| 311 | Primary καί νύ κεν ἐν νήεσσι πέσον φεύγοντες Ἀχαιοί, |
| 312 | Primary εἰ μὴ Τυδεΐδῃ Διομήδεϊ κέκλετʼ Ὀδυσσεύς· |
| 313 | Primary Τυδεΐδη τί παθόντε λελάσμεθα θούριδος ἀλκῆς; |
| 314 | Primary ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵσταο· δὴ γὰρ ἔλεγχος |
| 315 | Primary ἔσσεται εἴ κεν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ. |
| 316 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη κρατερὸς Διομήδης· |
| 317 | Primary ἤτοι ἐγὼ μενέω καὶ τλήσομαι· ἀλλὰ μίνυνθα |
| 318 | Primary ἡμέων ἔσσεται ἦδος, ἐπεὶ νεφεληγερέτα Ζεὺς |
| 319 | Primary Τρωσὶν δὴ βόλεται δοῦναι κράτος ἠέ περ ἡμῖν. |
| 320 | Primary ἦ καὶ Θυμβραῖον μὲν ἀφʼ ἵππων ὦσε χαμᾶζε |
| 321 | Primary δουρὶ βαλὼν κατὰ μαζὸν ἀριστερόν· αὐτὰρ Ὀδυσσεὺς |
| 322 | Primary ἀντίθεον θεράποντα Μολίονα τοῖο ἄνακτος. |
| 323 | Primary τοὺς μὲν ἔπειτʼ εἴασαν, ἐπεὶ πολέμου ἀπέπαυσαν· |
| 324 | Primary τὼ δʼ ἀνʼ ὅμιλον ἰόντε κυδοίμεον, ὡς ὅτε κάπρω |
| 325 | Primary ἐν κυσὶ θηρευτῇσι μέγα φρονέοντε πέσητον· |
| 326 | Primary ὣς ὄλεκον Τρῶας πάλιν ὀρμένω· αὐτὰρ Ἀχαιοὶ |
| 327 | Primary ἀσπασίως φεύγοντες ἀνέπνεον Ἕκτορα δῖον. |
| 328 | Primary ἔνθʼ ἑλέτην δίφρόν τε καὶ ἀνέρε δήμου ἀρίστω |
| 329 | Primary υἷε δύω Μέροπος Περκωσίου, ὃς περὶ πάντων |
| 330 | Primary ᾔδεε μαντοσύνας, οὐδὲ οὓς παῖδας ἔασκε |
| 331 | Primary στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι |
| 332 | Primary πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. |
| 333 | Primary τοὺς μὲν Τυδεΐδης δουρικλειτὸς Διομήδης |
| 334 | Primary θυμοῦ καὶ ψυχῆς κεκαδὼν κλυτὰ τεύχεʼ ἀπηύρα· |
| 335 | Primary Ἱππόδαμον δʼ Ὀδυσεὺς καὶ Ὑπείροχον ἐξενάριξεν. |
| 336 | Primary ἔνθά σφιν κατὰ ἶσα μάχην ἐτάνυσσε Κρονίων |
| 337 | Primary ἐξ Ἴδης καθορῶν· τοὶ δʼ ἀλλήλους ἐνάριζον. |
| 338 | Primary ἤτοι Τυδέος υἱὸς Ἀγάστροφον οὔτασε δουρὶ |
| 339 | Primary Παιονίδην ἥρωα κατʼ ἰσχίον· οὐ δέ οἱ ἵπποι |
| 340 | Primary ἐγγὺς ἔσαν προφυγεῖν, ἀάσατο δὲ μέγα θυμῷ. |
| 341 | Primary τοὺς μὲν γὰρ θεράπων ἀπάνευθʼ ἔχεν, αὐτὰρ ὃ πεζὸς |
| 342 | Primary θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν. |
| 343 | Primary Ἕκτωρ δʼ ὀξὺ νόησε κατὰ στίχας, ὦρτο δʼ ἐπʼ αὐτοὺς |
| 344 | Primary κεκλήγων· ἅμα δὲ Τρώων εἵποντο φάλαγγες. |
| 345 | Primary τὸν δὲ ἰδὼν ῥίγησε βοὴν ἀγαθὸς Διομήδης, |
| 346 | Primary αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· |
| 347 | Primary νῶϊν δὴ τόδε πῆμα κυλίνδεται ὄβριμος Ἕκτωρ· |
| 348 | Primary ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. |
| 349 | Primary ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος |
| 350 | Primary καὶ βάλεν, οὐδʼ ἀφάμαρτε τιτυσκόμενος κεφαλῆφιν, |
| 351 | Primary ἄκρην κὰκ κόρυθα· πλάγχθη δʼ ἀπὸ χαλκόφι χαλκός, |
| 352 | Primary οὐδʼ ἵκετο χρόα καλόν· ἐρύκακε γὰρ τρυφάλεια |
| 353 | Primary τρίπτυχος αὐλῶπις, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων. |
| 354 | Primary Ἕκτωρ δʼ ὦκʼ ἀπέλεθρον ἀνέδραμε, μίκτο δʼ ὁμίλῳ, |
| 355 | Primary στῆ δὲ γνὺξ ἐριπὼν καὶ ἐρείσατο χειρὶ παχείῃ |
| 356 | Primary γαίης· ἀμφὶ δὲ ὄσσε κελαινὴ νὺξ ἐκάλυψεν. |
| 357 | Primary ὄφρα δὲ Τυδεΐδης μετὰ δούρατος ᾤχετʼ ἐρωὴν |
| 358 | Primary τῆλε διὰ προμάχων, ὅθι οἱ καταείσατο γαίης |
| 359 | Primary τόφρʼ Ἕκτωρ ἔμπνυτο, καὶ ἂψ ἐς δίφρον ὀρούσας |
| 360 | Primary ἐξέλασʼ ἐς πληθύν, καὶ ἀλεύατο κῆρα μέλαιναν. |
| 361 | Primary δουρὶ δʼ ἐπαΐσσων προσέφη κρατερὸς Διομήδης· |
| 362 | Primary ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι |
| 363 | Primary ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων |
| 364 | Primary ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων. |
| 365 | Primary ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας, |
| 366 | Primary εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι. |
| 367 | Primary νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω. |
| 368 | Primary ἦ, καὶ Παιονίδην δουρὶ κλυτὸν ἐξενάριζεν. |
| 369 | Primary αὐτὰρ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο |
| 370 | Primary Τυδεΐδῃ ἔπι τόξα τιταίνετο ποιμένι λαῶν, |
| 371 | Primary στήλῃ κεκλιμένος ἀνδροκμήτῳ ἐπὶ τύμβῳ |
| 372 | Primary Ἴλου Δαρδανίδαο, παλαιοῦ δημογέροντος. |
| 373 | Primary ἤτοι ὃ μὲν θώρηκα Ἀγαστρόφου ἰφθίμοιο |
| 374 | Primary αἴνυτʼ ἀπὸ στήθεσφι παναίολον ἀσπίδα τʼ ὤμων |
| 375 | Primary καὶ κόρυθα βριαρήν· ὃ δὲ τόξου πῆχυν ἄνελκε |
| 376 | Primary καὶ βάλεν, οὐδʼ ἄρα μιν ἅλιον βέλος ἔκφυγε χειρός, |
| 377 | Primary ταρσὸν δεξιτεροῖο ποδός· διὰ δʼ ἀμπερὲς ἰὸς |
| 378 | Primary ἐν γαίῃ κατέπηκτο· ὃ δὲ μάλα ἡδὺ γελάσσας |
| 379 | Primary ἐκ λόχου ἀμπήδησε καὶ εὐχόμενος ἔπος ηὔδα· |
| 380 | Primary βέβληαι οὐδʼ ἅλιον βέλος ἔκφυγεν· ὡς ὄφελόν τοι |
| 381 | Primary νείατον ἐς κενεῶνα βαλὼν ἐκ θυμὸν ἑλέσθαι. |
| 382 | Primary οὕτω κεν καὶ Τρῶες ἀνέπνευσαν κακότητος, |
| 383 | Primary οἵ τέ σε πεφρίκασι λέονθʼ ὡς μηκάδες αἶγες. |
| 384 | Primary τὸν δʼ οὐ ταρβήσας προσέφη κρατερὸς Διομήδης· |
| 385 | Primary τοξότα λωβητὴρ κέρᾳ ἀγλαὲ παρθενοπῖπα |
| 386 | Primary εἰ μὲν δὴ ἀντίβιον σὺν τεύχεσι πειρηθείης, |
| 387 | Primary οὐκ ἄν τοι χραίσμῃσι βιὸς καὶ ταρφέες ἰοί· |
| 388 | Primary νῦν δέ μʼ ἐπιγράψας ταρσὸν ποδὸς εὔχεαι αὔτως. |
| 389 | Primary οὐκ ἀλέγω, ὡς εἴ με γυνὴ βάλοι ἢ πάϊς ἄφρων· |
| 390 | Primary κωφὸν γὰρ βέλος ἀνδρὸς ἀνάλκιδος οὐτιδανοῖο. |
| 391 | Primary ἦ τʼ ἄλλως ὑπʼ ἐμεῖο, καὶ εἴ κʼ ὀλίγον περ ἐπαύρῃ, |
| 392 | Primary ὀξὺ βέλος πέλεται, καὶ ἀκήριον αἶψα τίθησι. |
| 393 | Primary τοῦ δὲ γυναικὸς μέν τʼ ἀμφίδρυφοί εἰσι παρειαί, |
| 394 | Primary παῖδες δʼ ὀρφανικοί· ὃ δέ θʼ αἵματι γαῖαν ἐρεύθων |
| 395 | Primary πύθεται, οἰωνοὶ δὲ περὶ πλέες ἠὲ γυναῖκες. |
| 396 | Primary ὣς φάτο, τοῦ δʼ Ὀδυσεὺς δουρικλυτὸς ἐγγύθεν ἐλθὼν |
| 397 | Primary ἔστη πρόσθʼ· ὃ δʼ ὄπισθε καθεζόμενος βέλος ὠκὺ |
| 398 | Primary ἐκ ποδὸς ἕλκʼ, ὀδύνη δὲ διὰ χροὸς ἦλθʼ ἀλεγεινή. |
| 399 | Primary ἐς δίφρον δʼ ἀνόρουσε, καὶ ἡνιόχῳ ἐπέτελλε |
| 400 | Primary νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν· ἤχθετο γὰρ κῆρ. |
| 401 | Primary οἰώθη δʼ Ὀδυσεὺς δουρὶ κλυτός, οὐδέ τις αὐτῷ |
| 402 | Primary Ἀργείων παρέμεινεν, ἐπεὶ φόβος ἔλλαβε πάντας· |
| 403 | Primary ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· |
| 404 | Primary ὤ μοι ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι |
| 405 | Primary πληθὺν ταρβήσας· τὸ δὲ ῥίγιον αἴ κεν ἁλώω |
| 406 | Primary μοῦνος· τοὺς δʼ ἄλλους Δαναοὺς ἐφόβησε Κρονίων. |
| 407 | Primary ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; |
| 408 | Primary οἶδα γὰρ ὅττι κακοὶ μὲν ἀποίχονται πολέμοιο, |
| 409 | Primary ὃς δέ κʼ ἀριστεύῃσι μάχῃ ἔνι τὸν δὲ μάλα χρεὼ |
| 410 | Primary ἑστάμεναι κρατερῶς, ἤ τʼ ἔβλητʼ ἤ τʼ ἔβαλʼ ἄλλον. |
| 411 | Primary εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, |
| 412 | Primary τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων, |
| 413 | Primary ἔλσαν δʼ ἐν μέσσοισι, μετὰ σφίσι πῆμα τιθέντες. |
| 414 | Primary ὡς δʼ ὅτε κάπριον ἀμφὶ κύνες θαλεροί τʼ αἰζηοὶ |
| 415 | Primary σεύωνται, ὃ δέ τʼ εἶσι βαθείης ἐκ ξυλόχοιο |
| 416 | Primary θήγων λευκὸν ὀδόντα μετὰ γναμπτῇσι γένυσσιν, |
| 417 | Primary ἀμφὶ δέ τʼ ἀΐσσονται, ὑπαὶ δέ τε κόμπος ὀδόντων |
| 418 | Primary γίγνεται, οἳ δὲ μένουσιν ἄφαρ δεινόν περ ἐόντα, |
| 419 | Primary ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα Διῒ φίλον ἐσσεύοντο |
| 420 | Primary Τρῶες· ὃ δὲ πρῶτον μὲν ἀμύμονα Δηϊοπίτην |
| 421 | Primary οὔτασεν ὦμον ὕπερθεν ἐπάλμενος ὀξέϊ δουρί, |
| 422 | Primary αὐτὰρ ἔπειτα Θόωνα καὶ Ἔννομον ἐξενάριξε. |
| 423 | Primary Χερσιδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα |
| 424 | Primary δουρὶ κατὰ πρότμησιν ὑπʼ ἀσπίδος ὀμφαλοέσσης |
| 425 | Primary νύξεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. |
| 426 | Primary τοὺς μὲν ἔασʼ, ὃ δʼ ἄρʼ Ἱππασίδην Χάροπʼ οὔτασε δουρὶ |
| 427 | Primary αὐτοκασίγνητον εὐηφενέος Σώκοιο. |
| 428 | Primary τῷ δʼ ἐπαλεξήσων Σῶκος κίεν ἰσόθεος φώς, |
| 429 | Primary στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν |
| 430 | Primary ὦ Ὀδυσεῦ πολύαινε δόλων ἆτʼ ἠδὲ πόνοιο |
| 431 | Primary σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι |
| 432 | Primary τοιώδʼ ἄνδρε κατακτείνας καὶ τεύχεʼ ἀπούρας, |
| 433 | Primary ἤ κεν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃς. |
| 434 | Primary ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην. |
| 435 | Primary διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, |
| 436 | Primary καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, |
| 437 | Primary πάντα δʼ ἀπὸ πλευρῶν χρόα ἔργαθεν, οὐδʼ ἔτʼ ἔασε |
| 438 | Primary Παλλὰς Ἀθηναίη μιχθήμεναι ἔγκασι φωτός. |
| 439 | Primary γνῶ δʼ Ὀδυσεὺς ὅ οἱ οὔ τι τέλος κατακαίριον ἦλθεν, |
| 440 | Primary ἂψ δʼ ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· |
| 441 | Primary ἆ δείλʼ ἦ μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. |
| 442 | Primary ἤτοι μέν ῥʼ ἔμʼ ἔπαυσας ἐπὶ Τρώεσσι μάχεσθαι· |
| 443 | Primary σοὶ δʼ ἐγὼ ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν |
| 444 | Primary ἤματι τῷδʼ ἔσσεσθαι, ἐμῷ δʼ ὑπὸ δουρὶ δαμέντα |
| 445 | Primary εὖχος ἐμοὶ δώσειν, ψυχὴν δʼ Ἄϊδι κλυτοπώλῳ. |
| 446 | Primary ἦ, καὶ ὃ μὲν φύγαδʼ αὖτις ὑποστρέψας ἐβεβήκει, |
| 447 | Primary τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν |
| 448 | Primary ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε, |
| 449 | Primary δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο δῖος Ὀδυσσεύς· |
| 450 | Primary ὦ Σῶχʼ Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο |
| 451 | Primary φθῆ σε τέλος θανάτοιο κιχήμενον, οὐδʼ ὑπάλυξας. |
| 452 | Primary ἆ δείλʼ οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ |
| 453 | Primary ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλʼ οἰωνοὶ |
| 454 | Primary ὠμησταὶ ἐρύουσι, περὶ πτερὰ πυκνὰ βαλόντες. |
| 455 | Primary αὐτὰρ ἔμʼ, εἴ κε θάνω, κτεριοῦσί γε δῖοι Ἀχαιοί. |
| 456 | Primary ὣς εἰπὼν Σώκοιο δαΐφρονος ὄβριμον ἔγχος |
| 457 | Primary ἔξω τε χροὸς ἕλκε καὶ ἀσπίδος ὀμφαλοέσσης· |
| 458 | Primary αἷμα δέ οἱ σπασθέντος ἀνέσσυτο, κῆδε δὲ θυμόν. |
| 459 | Primary Τρῶες δὲ μεγάθυμοι ὅπως ἴδον αἷμʼ Ὀδυσῆος |
| 460 | Primary κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν. |
| 461 | Primary αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, αὖε δʼ ἑταίρους. |
| 462 | Primary τρὶς μὲν ἔπειτʼ ἤϋσεν ὅσον κεφαλὴ χάδε φωτός, |
| 463 | Primary τρὶς δʼ ἄϊεν ἰάχοντος ἄρηι φίλος Μενέλαος. |
| 464 | Primary αἶψα δʼ ἄρʼ Αἴαντα προσεφώνεεν ἐγγὺς ἐόντα· |
| 465 | Primary Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν |
| 466 | Primary ἀμφί μʼ Ὀδυσσῆος ταλασίφρονος ἵκετʼ ἀϋτὴ |
| 467 | Primary τῷ ἰκέλη ὡς εἴ ἑ βιῴατο μοῦνον ἐόντα |
| 468 | Primary Τρῶες ἀποτμήξαντες ἐνὶ κρατερῇ ὑσμίνῃ. |
| 469 | Primary ἀλλʼ ἴομεν καθʼ ὅμιλον· ἀλεξέμεναι γὰρ ἄμεινον. |
| 470 | Primary δείδω μή τι πάθῃσιν ἐνὶ Τρώεσσι μονωθεὶς |
| 471 | Primary ἐσθλὸς ἐών, μεγάλη δὲ ποθὴ Δαναοῖσι γένηται. |
| 472 | Primary ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς. |
| 473 | Primary εὗρον ἔπειτʼ Ὀδυσῆα Διῒ φίλον· ἀμφὶ δʼ ἄρʼ αὐτὸν |
| 474 | Primary Τρῶες ἕπονθʼ ὡς εἴ τε δαφοινοὶ θῶες ὄρεσφιν |
| 475 | Primary ἀμφʼ ἔλαφον κεραὸν βεβλημένον, ὅν τʼ ἔβαλʼ ἀνὴρ |
| 476 | Primary ἰῷ ἀπὸ νευρῆς· τὸν μέν τʼ ἤλυξε πόδεσσι |
| 477 | Primary φεύγων, ὄφρʼ αἷμα λιαρὸν καὶ γούνατʼ ὀρώρῃ· |
| 478 | Primary αὐτὰρ ἐπεὶ δὴ τόν γε δαμάσσεται ὠκὺς ὀϊστός, |
| 479 | Primary ὠμοφάγοι μιν θῶες ἐν οὔρεσι δαρδάπτουσιν |
| 480 | Primary ἐν νέμεϊ σκιερῷ· ἐπί τε λῖν ἤγαγε δαίμων |
| 481 | Primary σίντην· θῶες μέν τε διέτρεσαν, αὐτὰρ ὃ δάπτει· |
| 482 | Primary ὥς ῥα τότʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην |
| 483 | Primary Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι, αὐτὰρ ὅ γʼ ἥρως |
| 484 | Primary ἀΐσσων ᾧ ἔγχει ἀμύνετο νηλεὲς ἦμαρ. |
| 485 | Primary Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον, |
| 486 | Primary στῆ δὲ παρέξ· Τρῶες δὲ διέτρεσαν ἄλλυδις ἄλλος. |
| 487 | Primary ἤτοι τὸν Μενέλαος ἀρήϊος ἔξαγʼ ὁμίλου |
| 488 | Primary χειρὸς ἔχων, εἷος θεράπων σχεδὸν ἤλασεν ἵππους. |
| 489 | Primary Αἴας δὲ Τρώεσσιν ἐπάλμενος εἷλε Δόρυκλον |
| 490 | Primary Πριαμίδην νόθον υἱόν, ἔπειτα δὲ Πάνδοκον οὖτα, |
| 491 | Primary οὖτα δὲ Λύσανδρον καὶ Πύρασον ἠδὲ Πυλάρτην. |
| 492 | Primary ὡς δʼ ὁπότε πλήθων ποταμὸς πεδίον δὲ κάτεισι |
| 493 | Primary χειμάρρους κατʼ ὄρεσφιν ὀπαζόμενος Διὸς ὄμβρῳ, |
| 494 | Primary πολλὰς δὲ δρῦς ἀζαλέας, πολλὰς δέ τε πεύκας |
| 495 | Primary ἐσφέρεται, πολλὸν δέ τʼ ἀφυσγετὸν εἰς ἅλα βάλλει, |
| 496 | Primary ὣς ἔφεπε κλονέων πεδίον τότε φαίδιμος Αἴας, |
| 497 | Primary δαΐζων ἵππους τε καὶ ἀνέρας· οὐδέ πω Ἕκτωρ |
| 498 | Primary πεύθετʼ, ἐπεί ῥα μάχης ἐπʼ ἀριστερὰ μάρνατο πάσης |
| 499 | Primary ὄχθας πὰρ ποταμοῖο Σκαμάνδρου, τῇ ῥα μάλιστα |
| 500 | Primary ἀνδρῶν πῖπτε κάρηνα, βοὴ δʼ ἄσβεστος ὀρώρει |
| 501 | Primary Νέστορά τʼ ἀμφὶ μέγαν καὶ ἀρήϊον Ἰδομενῆα. |
| 502 | Primary Ἕκτωρ μὲν μετὰ τοῖσιν ὁμίλει μέρμερα ῥέζων |
| 503 | Primary ἔγχεΐ θʼ ἱπποσύνῃ τε, νέων δʼ ἀλάπαζε φάλαγγας· |
| 504 | Primary οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ |
| 505 | Primary εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο |
| 506 | Primary παῦσεν ἀριστεύοντα Μαχάονα ποιμένα λαῶν, |
| 507 | Primary ἰῷ τριγλώχινι βαλὼν κατὰ δεξιὸν ὦμον. |
| 508 | Primary τῷ ῥα περίδεισαν μένεα πνείοντες Ἀχαιοὶ |
| 509 | Primary μή πώς μιν πολέμοιο μετακλινθέντος ἕλοιεν. |
| 510 | Primary αὐτίκα δʼ Ἰδομενεὺς προσεφώνεε Νέστορα δῖον· |
| 511 | Primary ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν |
| 512 | Primary ἄγρει σῶν ὀχέων ἐπιβήσεο, πὰρ δὲ Μαχάων |
| 513 | Primary βαινέτω, ἐς νῆας δὲ τάχιστʼ ἔχε μώνυχας ἵππους· |
| 514 | Primary ἰητρὸς γὰρ ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων |
| 515 | Primary ἰούς τʼ ἐκτάμνειν ἐπί τʼ ἤπια φάρμακα πάσσειν. |
| 516 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ. |
| 517 | Primary αὐτίκα δʼ ὧν ὀχέων ἐπεβήσετο, πὰρ δὲ Μαχάων |
| 518 | Primary βαῖνʼ Ἀσκληπιοῦ υἱὸς ἀμύμονος ἰητῆρος· |
| 519 | Primary μάστιξεν δʼ ἵππους, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην |
| 520 | Primary νῆας ἔπι γλαφυράς· τῇ γὰρ φίλον ἔπλετο θυμῷ. |
| 521 | Primary Κεβριόνης δὲ Τρῶας ὀρινομένους ἐνόησεν |
| 522 | Primary Ἕκτορι παρβεβαώς, καί μιν πρὸς μῦθον ἔειπεν· |
| 523 | Primary Ἕκτορ νῶϊ μὲν ἐνθάδʼ ὁμιλέομεν Δαναοῖσιν |
| 524 | Primary ἐσχατιῇ πολέμοιο δυσηχέος· οἳ δὲ δὴ ἄλλοι |
| 525 | Primary Τρῶες ὀρίνονται ἐπιμὶξ ἵπποι τε καὶ αὐτοί. |
| 526 | Primary Αἴας δὲ κλονέει Τελαμώνιος· εὖ δέ μιν ἔγνων· |
| 527 | Primary εὐρὺ γὰρ ἀμφʼ ὤμοισιν ἔχει σάκος· ἀλλὰ καὶ ἡμεῖς |
| 528 | Primary κεῖσʼ ἵππους τε καὶ ἅρμʼ ἰθύνομεν, ἔνθα μάλιστα |
| 529 | Primary ἱππῆες πεζοί τε κακὴν ἔριδα προβαλόντες |
| 530 | Primary ἀλλήλους ὀλέκουσι, βοὴ δʼ ἄσβεστος ὄρωρεν. |
| 531 | Primary ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους |
| 532 | Primary μάστιγι λιγυρῇ· τοὶ δὲ πληγῆς ἀΐοντες |
| 533 | Primary ῥίμφʼ ἔφερον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιοὺς |
| 534 | Primary στείβοντες νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων |
| 535 | Primary νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, |
| 536 | Primary ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον |
| 537 | Primary αἵ τʼ ἀπʼ ἐπισσώτρων. ὃ δὲ ἵετο δῦναι ὅμιλον |
| 538 | Primary ἀνδρόμεον ῥῆξαί τε μετάλμενος· ἐν δὲ κυδοιμὸν |
| 539 | Primary ἧκε κακὸν Δαναοῖσι, μίνυνθα δὲ χάζετο δουρός. |
| 540 | Primary αὐτὰρ ὃ τῶν ἄλλων ἐπεπωλεῖτο στίχας ἀνδρῶν |
| 541 | Primary ἔγχεΐ τʼ ἄορί τε μεγάλοισί τε χερμαδίοισιν, |
| 542 | Primary Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο. |
| 544 | Primary Ζεὺς δὲ πατὴρ Αἴανθʼ ὑψίζυγος ἐν φόβον ὦρσε· |
| 545 | Primary στῆ δὲ ταφών, ὄπιθεν δὲ σάκος βάλεν ἑπταβόειον, |
| 546 | Primary τρέσσε δὲ παπτήνας ἐφʼ ὁμίλου θηρὶ ἐοικὼς |
| 547 | Primary ἐντροπαλιζόμενος ὀλίγον γόνυ γουνὸς ἀμείβων. |
| 548 | Primary ὡς δʼ αἴθωνα λέοντα βοῶν ἀπὸ μεσσαύλοιο |
| 549 | Primary ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται, |
| 550 | Primary οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι |
| 551 | Primary πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων |
| 552 | Primary ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες |
| 553 | Primary ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν |
| 554 | Primary καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· |
| 555 | Primary ἠῶθεν δʼ ἀπὸ νόσφιν ἔβη τετιηότι θυμῷ· |
| 556 | Primary ὣς Αἴας τότʼ ἀπὸ Τρώων τετιημένος ἦτορ |
| 557 | Primary ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. |
| 558 | Primary ὡς δʼ ὅτʼ ὄνος παρʼ ἄρουραν ἰὼν ἐβιήσατο παῖδας |
| 559 | Primary νωθής, ᾧ δὴ πολλὰ περὶ ῥόπαλʼ ἀμφὶς ἐάγῃ, |
| 560 | Primary κείρει τʼ εἰσελθὼν βαθὺ λήϊον· οἳ δέ τε παῖδες |
| 561 | Primary τύπτουσιν ῥοπάλοισι· βίη δέ τε νηπίη αὐτῶν· |
| 562 | Primary σπουδῇ τʼ ἐξήλασσαν, ἐπεί τʼ ἐκορέσσατο φορβῆς· |
| 563 | Primary ὣς τότʼ ἔπειτʼ Αἴαντα μέγαν Τελαμώνιον υἱὸν |
| 564 | Primary Τρῶες ὑπέρθυμοι πολυηγερέες τʼ ἐπίκουροι |
| 565 | Primary νύσσοντες ξυστοῖσι μέσον σάκος αἰὲν ἕποντο. |
| 566 | Primary Αἴας δʼ ἄλλοτε μὲν μνησάσκετο θούριδος ἀλκῆς |
| 567 | Primary αὖτις ὑποστρεφθείς, καὶ ἐρητύσασκε φάλαγγας |
| 568 | Primary Τρώων ἱπποδάμων· ὁτὲ δὲ τρωπάσκετο φεύγειν. |
| 569 | Primary πάντας δὲ προέεργε θοὰς ἐπὶ νῆας ὁδεύειν, |
| 570 | Primary αὐτὸς δὲ Τρώων καὶ Ἀχαιῶν θῦνε μεσηγὺ |
| 571 | Primary ἱστάμενος· τὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν |
| 572 | Primary ἄλλα μὲν ἐν σάκεϊ μεγάλῳ πάγεν ὄρμενα πρόσσω, |
| 573 | Primary πολλὰ δὲ καὶ μεσσηγύ, πάρος χρόα λευκὸν ἐπαυρεῖν, |
| 574 | Primary ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. |
| 575 | Primary τὸν δʼ ὡς οὖν ἐνόησʼ Εὐαίμονος ἀγλαὸς υἱὸς |
| 576 | Primary Εὐρύπυλος πυκινοῖσι βιαζόμενον βελέεσσι, |
| 577 | Primary στῆ ῥα παρʼ αὐτὸν ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, |
| 578 | Primary καὶ βάλε Φαυσιάδην Ἀπισάονα ποιμένα λαῶν |
| 579 | Primary ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν· |
| 580 | Primary Εὐρύπυλος δʼ ἐπόρουσε καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων. |
| 581 | Primary τὸν δʼ ὡς οὖν ἐνόησεν Ἀλέξανδρος θεοειδὴς |
| 582 | Primary τεύχεʼ ἀπαινύμενον Ἀπισάονος, αὐτίκα τόξον |
| 583 | Primary ἕλκετʼ ἐπʼ Εὐρυπύλῳ, καί μιν βάλε μηρὸν ὀϊστῷ |
| 584 | Primary δεξιόν· ἐκλάσθη δὲ δόναξ, ἐβάρυνε δὲ μηρόν. |
| 585 | Primary ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων, |
| 586 | Primary ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· |
| 587 | Primary ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες |
| 588 | Primary στῆτʼ ἐλελιχθέντες καὶ ἀμύνετε νηλεὲς ἦμαρ |
| 589 | Primary Αἴανθʼ, ὃς βελέεσσι βιάζεται, οὐδέ ἕ φημι |
| 590 | Primary φεύξεσθʼ ἐκ πολέμοιο δυσηχέος· ἀλλὰ μάλʼ ἄντην |
| 591 | Primary ἵστασθʼ ἀμφʼ Αἴαντα μέγαν Τελαμώνιον υἱόν. |
| 592 | Primary ὣς ἔφατʼ Εὐρύπυλος βεβλημένος· οἳ δὲ παρʼ αὐτὸν |
| 593 | Primary πλησίοι ἔστησαν σάκεʼ ὤμοισι κλίναντες |
| 594 | Primary δούρατʼ ἀνασχόμενοι· τῶν δʼ ἀντίος ἤλυθεν Αἴας. |
| 595 | Primary στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. |
| 596 | Primary ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· |
| 597 | Primary Νέστορα δʼ ἐκ πολέμοιο φέρον Νηλήϊαι ἵπποι |
| 598 | Primary ἱδρῶσαι, ἦγον δὲ Μαχάονα ποιμένα λαῶν. |
| 599 | Primary τὸν δὲ ἰδὼν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεύς· |
| 600 | Primary ἑστήκει γὰρ ἐπὶ πρυμνῇ μεγακήτεϊ νηῒ |
| 601 | Primary εἰσορόων πόνον αἰπὺν ἰῶκά τε δακρυόεσσαν. |
| 602 | Primary αἶψα δʼ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε |
| 603 | Primary φθεγξάμενος παρὰ νηός· ὃ δὲ κλισίηθεν ἀκούσας |
| 604 | Primary ἔκμολεν ἶσος Ἄρηϊ, κακοῦ δʼ ἄρα οἱ πέλεν ἀρχή. |
| 605 | Primary τὸν πρότερος προσέειπε Μενοιτίου ἄλκιμος υἱός· |
| 606 | Primary τίπτέ με κικλήσκεις Ἀχιλεῦ; τί δέ σε χρεὼ ἐμεῖο; |
| 607 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 608 | Primary δῖε Μενοιτιάδη τῷ ἐμῷ κεχαρισμένε θυμῷ |
| 609 | Primary νῦν ὀΐω περὶ γούνατʼ ἐμὰ στήσεσθαι Ἀχαιοὺς |
| 610 | Primary λισσομένους· χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός. |
| 611 | Primary ἀλλʼ ἴθι νῦν Πάτροκλε Διῒ φίλε Νέστορʼ ἔρειο |
| 612 | Primary ὅν τινα τοῦτον ἄγει βεβλημένον ἐκ πολέμοιο· |
| 613 | Primary ἤτοι μὲν τά γʼ ὄπισθε Μαχάονι πάντα ἔοικε |
| 614 | Primary τῷ Ἀσκληπιάδῃ, ἀτὰρ οὐκ ἴδον ὄμματα φωτός· |
| 615 | Primary ἵπποι γάρ με παρήϊξαν πρόσσω μεμαυῖαι. |
| 616 | Primary ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, |
| 617 | Primary βῆ δὲ θέειν παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν. |
| 618 | Primary οἳ δʼ ὅτε δὴ κλισίην Νηληϊάδεω ἀφίκοντο, |
| 619 | Primary αὐτοὶ μέν ῥʼ ἀπέβησαν ἐπὶ χθόνα πουλυβότειραν, |
| 620 | Primary ἵππους δʼ Εὐρυμέδων θεράπων λύε τοῖο γέροντος |
| 621 | Primary ἐξ ὀχέων· τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώνων |
| 622 | Primary στάντε ποτὶ πνοιὴν παρὰ θῖνʼ ἁλός· αὐτὰρ ἔπειτα |
| 623 | Primary ἐς κλισίην ἐλθόντες ἐπὶ κλισμοῖσι κάθιζον. |
| 624 | Primary τοῖσι δὲ τεῦχε κυκειῶ ἐϋπλόκαμος Ἑκαμήδη, |
| 625 | Primary τὴν ἄρετʼ ἐκ Τενέδοιο γέρων, ὅτε πέρσεν Ἀχιλλεύς, |
| 626 | Primary θυγατέρʼ Ἀρσινόου μεγαλήτορος, ἥν οἱ Ἀχαιοὶ |
| 627 | Primary ἔξελον οὕνεκα βουλῇ ἀριστεύεσκεν ἁπάντων. |
| 628 | Primary ἥ σφωϊν πρῶτον μὲν ἐπιπροΐηλε τράπεζαν |
| 629 | Primary καλὴν κυανόπεζαν ἐΰξοον, αὐτὰρ ἐπʼ αὐτῆς |
| 630 | Primary χάλκειον κάνεον, ἐπὶ δὲ κρόμυον ποτῷ ὄψον, |
| 631 | Primary ἠδὲ μέλι χλωρόν, παρὰ δʼ ἀλφίτου ἱεροῦ ἀκτήν, |
| 632 | Primary πὰρ δὲ δέπας περικαλλές, ὃ οἴκοθεν ἦγʼ ὁ γεραιός, |
| 633 | Primary χρυσείοις ἥλοισι πεπαρμένον· οὔατα δʼ αὐτοῦ |
| 634 | Primary τέσσαρʼ ἔσαν, δοιαὶ δὲ πελειάδες ἀμφὶς ἕκαστον |
| 635 | Primary χρύσειαι νεμέθοντο, δύω δʼ ὑπὸ πυθμένες ἦσαν. |
| 636 | Primary ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης |
| 637 | Primary πλεῖον ἐόν, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. |
| 638 | Primary ἐν τῷ ῥά σφι κύκησε γυνὴ ἐϊκυῖα θεῇσιν |
| 639 | Primary οἴνῳ Πραμνείῳ, ἐπὶ δʼ αἴγειον κνῆ τυρὸν |
| 640 | Primary κνήστι χαλκείῃ, ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνε, |
| 641 | Primary πινέμεναι δʼ ἐκέλευσεν, ἐπεί ῥʼ ὥπλισσε κυκειῶ. |
| 642 | Primary τὼ δʼ ἐπεὶ οὖν πίνοντʼ ἀφέτην πολυκαγκέα δίψαν |
| 643 | Primary μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες, |
| 644 | Primary Πάτροκλος δὲ θύρῃσιν ἐφίστατο ἰσόθεος φώς. |
| 645 | Primary τὸν δὲ ἰδὼν ὁ γεραιὸς ἀπὸ θρόνου ὦρτο φαεινοῦ, |
| 646 | Primary ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε. |
| 647 | Primary Πάτροκλος δʼ ἑτέρωθεν ἀναίνετο εἶπέ τε μῦθον· |
| 648 | Primary οὐχ ἕδος ἐστὶ γεραιὲ διοτρεφές, οὐδέ με πείσεις. |
| 649 | Primary αἰδοῖος νεμεσητὸς ὅ με προέηκε πυθέσθαι |
| 650 | Primary ὅν τινα τοῦτον ἄγεις βεβλημένον· ἀλλὰ καὶ αὐτὸς |
| 651 | Primary γιγνώσκω, ὁρόω δὲ Μαχάονα ποιμένα λαῶν. |
| 652 | Primary νῦν δὲ ἔπος ἐρέων πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ. |
| 653 | Primary εὖ δὲ σὺ οἶσθα γεραιὲ διοτρεφές, οἷος ἐκεῖνος |
| 654 | Primary δεινὸς ἀνήρ· τάχα κεν καὶ ἀναίτιον αἰτιόῳτο. |
| 655 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 656 | Primary τίπτε τὰρ ὧδʼ Ἀχιλεὺς ὀλοφύρεται υἷας Ἀχαιῶν, |
| 657 | Primary ὅσσοι δὴ βέλεσιν βεβλήαται; οὐδέ τι οἶδε |
| 658 | Primary πένθεος, ὅσσον ὄρωρε κατὰ στρατόν· οἳ γὰρ ἄριστοι |
| 659 | Primary ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε. |
| 660 | Primary βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης, |
| 661 | Primary οὔτασται δʼ Ὀδυσεὺς δουρὶ κλυτὸς ἠδʼ Ἀγαμέμνων· |
| 662 | Primary βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ· |
| 663 | Primary τοῦτον δʼ ἄλλον ἐγὼ νέον ἤγαγον ἐκ πολέμοιο |
| 664 | Primary ἰῷ ἀπὸ νευρῆς βεβλημένον. αὐτὰρ Ἀχιλλεὺς |
| 665 | Primary ἐσθλὸς ἐὼν Δαναῶν οὐ κήδεται οὐδʼ ἐλεαίρει. |
| 666 | Primary ἦ μένει εἰς ὅ κε δὴ νῆες θοαὶ ἄγχι θαλάσσης |
| 667 | Primary Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται, |
| 668 | Primary αὐτοί τε κτεινώμεθʼ ἐπισχερώ; οὐ γὰρ ἐμὴ ἲς |
| 669 | Primary ἔσθʼ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν. |
| 670 | Primary εἴθʼ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη |
| 671 | Primary ὡς ὁπότʼ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη |
| 672 | Primary ἀμφὶ βοηλασίῃ, ὅτʼ ἐγὼ κτάνον Ἰτυμονῆα |
| 673 | Primary ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε, |
| 674 | Primary ῥύσιʼ ἐλαυνόμενος· ὃ δʼ ἀμύνων ᾗσι βόεσσιν |
| 675 | Primary ἔβλητʼ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, |
| 676 | Primary κὰδ δʼ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται. |
| 677 | Primary ληΐδα δʼ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν |
| 678 | Primary πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, |
| 679 | Primary τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν, |
| 680 | Primary ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα |
| 681 | Primary πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν. |
| 682 | Primary καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω |
| 683 | Primary ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς, |
| 684 | Primary οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι. |
| 685 | Primary κήρυκες δʼ ἐλίγαινον ἅμʼ ἠοῖ φαινομένηφι |
| 686 | Primary τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετʼ ἐν Ἤλιδι δίῃ· |
| 687 | Primary οἳ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες |
| 688 | Primary δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον, |
| 689 | Primary ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν· |
| 690 | Primary ἐλθὼν γάρ ῥʼ ἐκάκωσε βίη Ἡρακληείη |
| 691 | Primary τῶν προτέρων ἐτέων, κατὰ δʼ ἔκταθεν ὅσσοι ἄριστοι· |
| 692 | Primary δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν· |
| 693 | Primary τῶν οἶος λιπόμην, οἳ δʼ ἄλλοι πάντες ὄλοντο. |
| 694 | Primary ταῦθʼ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες |
| 695 | Primary ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. |
| 696 | Primary ἐκ δʼ ὃ γέρων ἀγέλην τε βοῶν καὶ πῶϋ μέγʼ οἰῶν |
| 697 | Primary εἵλετο κρινάμενος τριηκόσιʼ ἠδὲ νομῆας. |
| 698 | Primary καὶ γὰρ τῷ χρεῖος μέγʼ ὀφείλετʼ ἐν Ἤλιδι δίῃ |
| 699 | Primary τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν |
| 700 | Primary ἐλθόντες μετʼ ἄεθλα· περὶ τρίποδος γὰρ ἔμελλον |
| 701 | Primary θεύσεσθαι· τοὺς δʼ αὖθι ἄναξ ἀνδρῶν Αὐγείας |
| 702 | Primary κάσχεθε, τὸν δʼ ἐλατῆρʼ ἀφίει ἀκαχήμενον ἵππων. |
| 703 | Primary τῶν ὃ γέρων ἐπέων κεχολωμένος ἠδὲ καὶ ἔργων |
| 704 | Primary ἐξέλετʼ ἄσπετα πολλά· τὰ δʼ ἄλλʼ ἐς δῆμον ἔδωκε |
| 705 | Primary δαιτρεύειν, μή τίς οἱ ἀτεμβόμενος κίοι ἴσης. |
| 706 | Primary ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν, ἀμφί τε ἄστυ |
| 707 | Primary ἕρδομεν ἱρὰ θεοῖς· οἳ δὲ τρίτῳ ἤματι πάντες |
| 708 | Primary ἦλθον ὁμῶς αὐτοί τε πολεῖς καὶ μώνυχες ἵπποι |
| 709 | Primary πανσυδίῃ· μετὰ δέ σφι Μολίονε θωρήσσοντο |
| 710 | Primary παῖδʼ ἔτʼ ἐόντʼ, οὔ πω μάλα εἰδότε θούριδος ἀλκῆς. |
| 711 | Primary ἔστι δέ τις Θρυόεσσα πόλις αἰπεῖα κολώνη |
| 712 | Primary τηλοῦ ἐπʼ Ἀλφειῷ, νεάτη Πύλου ἠμαθόεντος· |
| 713 | Primary τὴν ἀμφεστρατόωντο διαρραῖσαι μεμαῶτες. |
| 714 | Primary ἀλλʼ ὅτε πᾶν πεδίον μετεκίαθον, ἄμμι δʼ Ἀθήνη |
| 715 | Primary ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι |
| 716 | Primary ἔννυχος, οὐδʼ ἀέκοντα Πύλον κάτα λαὸν ἄγειρεν |
| 717 | Primary ἀλλὰ μάλʼ ἐσσυμένους πολεμίζειν. οὐδέ με Νηλεὺς |
| 718 | Primary εἴα θωρήσσεσθαι, ἀπέκρυψεν δέ μοι ἵππους· |
| 719 | Primary οὐ γάρ πώ τί μʼ ἔφη ἴδμεν πολεμήϊα ἔργα. |
| 720 | Primary ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέπρεπον ἡμετέροισι |
| 721 | Primary καὶ πεζός περ ἐών, ἐπεὶ ὧς ἄγε νεῖκος Ἀθήνη. |
| 722 | Primary ἔστι δέ τις ποταμὸς Μινυήϊος εἰς ἅλα βάλλων |
| 723 | Primary ἐγγύθεν Ἀρήνης, ὅθι μείναμεν Ἠῶ δῖαν |
| 724 | Primary ἱππῆες Πυλίων, τὰ δʼ ἐπέρρεον ἔθνεα πεζῶν. |
| 725 | Primary ἔνθεν πανσυδίῃ σὺν τεύχεσι θωρηχθέντες |
| 726 | Primary ἔνδιοι ἱκόμεσθʼ ἱερὸν ῥόον Ἀλφειοῖο. |
| 727 | Primary ἔνθα Διὶ ῥέξαντες ὑπερμενεῖ ἱερὰ καλά, |
| 728 | Primary ταῦρον δʼ Ἀλφειῷ, ταῦρον δὲ Ποσειδάωνι, |
| 729 | Primary αὐτὰρ Ἀθηναίη γλαυκώπιδι βοῦν ἀγελαίην, |
| 730 | Primary δόρπον ἔπειθʼ ἑλόμεσθα κατὰ στρατὸν ἐν τελέεσσι, |
| 731 | Primary καὶ κατεκοιμήθημεν ἐν ἔντεσιν οἷσιν ἕκαστος |
| 732 | Primary ἀμφὶ ῥοὰς ποταμοῖο. ἀτὰρ μεγάθυμοι Ἐπειοὶ |
| 733 | Primary ἀμφέσταν δὴ ἄστυ διαρραῖσαι μεμαῶτες· |
| 734 | Primary ἀλλά σφι προπάροιθε φάνη μέγα ἔργον Ἄρηος· |
| 735 | Primary εὖτε γὰρ ἠέλιος φαέθων ὑπερέσχεθε γαίης, |
| 736 | Primary συμφερόμεσθα μάχῃ Διί τʼ εὐχόμενοι καὶ Ἀθήνῃ. |
| 737 | Primary ἀλλʼ ὅτε δὴ Πυλίων καὶ Ἐπειῶν ἔπλετο νεῖκος, |
| 738 | Primary πρῶτος ἐγὼν ἕλον ἄνδρα, κόμισσα δὲ μώνυχας ἵππους, |
| 739 | Primary Μούλιον αἰχμητήν· γαμβρὸς δʼ ἦν Αὐγείαο, |
| 740 | Primary πρεσβυτάτην δὲ θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην, |
| 741 | Primary ἣ τόσα φάρμακα ᾔδη ὅσα τρέφει εὐρεῖα χθών. |
| 742 | Primary τὸν μὲν ἐγὼ προσιόντα βάλον χαλκήρεϊ δουρί, |
| 743 | Primary ἤριπε δʼ ἐν κονίῃσιν· ἐγὼ δʼ ἐς δίφρον ὀρούσας |
| 744 | Primary στῆν ῥα μετὰ προμάχοισιν· ἀτὰρ μεγάθυμοι Ἐπειοὶ |
| 745 | Primary ἔτρεσαν ἄλλυδις ἄλλος, ἐπεὶ ἴδον ἄνδρα πεσόντα |
| 746 | Primary ἡγεμόνʼ ἱππήων, ὃς ἀριστεύεσκε μάχεσθαι. |
| 747 | Primary αὐτὰρ ἐγὼν ἐπόρουσα κελαινῇ λαίλαπι ἶσος, |
| 748 | Primary πεντήκοντα δʼ ἕλον δίφρους, δύο δʼ ἀμφὶς ἕκαστον |
| 749 | Primary φῶτες ὀδὰξ ἕλον οὖδας ἐμῷ ὑπὸ δουρὶ δαμέντες. |
| 750 | Primary καί νύ κεν Ἀκτορίωνε Μολίονε παῖδʼ ἀλάπαξα, |
| 751 | Primary εἰ μή σφωε πατὴρ εὐρὺ κρείων ἐνοσίχθων |
| 752 | Primary ἐκ πολέμου ἐσάωσε καλύψας ἠέρι πολλῇ. |
| 753 | Primary ἔνθα Ζεὺς Πυλίοισι μέγα κράτος ἐγγυάλιξε· |
| 754 | Primary τόφρα γὰρ οὖν ἑπόμεσθα διὰ σπιδέος πεδίοιο |
| 755 | Primary κτείνοντές τʼ αὐτοὺς ἀνά τʼ ἔντεα καλὰ λέγοντες, |
| 756 | Primary ὄφρʼ ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους |
| 757 | Primary πέτρης τʼ Ὠλενίης, καὶ Ἀλησίου ἔνθα κολώνη |
| 758 | Primary κέκληται· ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. |
| 759 | Primary ἔνθʼ ἄνδρα κτείνας πύματον λίπον· αὐτὰρ Ἀχαιοὶ |
| 760 | Primary ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδʼ ἔχον ὠκέας ἵππους, |
| 761 | Primary πάντες δʼ εὐχετόωντο θεῶν Διὶ Νέστορί τʼ ἀνδρῶν. |
| 762 | Primary ὣς ἔον, εἴ ποτʼ ἔον γε, μετʼ ἀνδράσιν. αὐτὰρ Ἀχιλλεὺς |
| 763 | Primary οἶος τῆς ἀρετῆς ἀπονήσεται· ἦ τέ μιν οἴω |
| 764 | Primary πολλὰ μετακλαύσεσθαι ἐπεί κʼ ἀπὸ λαὸς ὄληται. |
| 765 | Primary ὦ πέπον ἦ μὲν σοί γε Μενοίτιος ὧδʼ ἐπέτελλεν |
| 766 | Primary ἤματι τῷ ὅτε σʼ ἐκ Φθίης Ἀγαμέμνονι πέμπε, |
| 767 | Primary νῶϊ δέ τʼ ἔνδον ἐόντες ἐγὼ καὶ δῖος Ὀδυσσεὺς |
| 768 | Primary πάντα μάλʼ ἐν μεγάροις ἠκούομεν ὡς ἐπέτελλε. |
| 769 | Primary Πηλῆος δʼ ἱκόμεσθα δόμους εὖ ναιετάοντας |
| 770 | Primary λαὸν ἀγείροντες κατʼ Ἀχαιΐδα πουλυβότειραν. |
| 771 | Primary ἔνθα δʼ ἔπειθʼ ἥρωα Μενοίτιον εὕρομεν ἔνδον |
| 772 | Primary ἠδὲ σέ, πὰρ δʼ Ἀχιλῆα· γέρων δʼ ἱππηλάτα Πηλεὺς |
| 773 | Primary πίονα μηρία καῖε βοὸς Διὶ τερπικεραύνῳ |
| 774 | Primary αὐλῆς ἐν χόρτῳ· ἔχε δὲ χρύσειον ἄλεισον |
| 775 | Primary σπένδων αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσι. |
| 776 | Primary σφῶϊ μὲν ἀμφὶ βοὸς ἕπετον κρέα, νῶϊ δʼ ἔπειτα |
| 777 | Primary στῆμεν ἐνὶ προθύροισι· ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς, |
| 778 | Primary ἐς δʼ ἄγε χειρὸς ἑλών, κατὰ δʼ ἑδριάασθαι ἄνωγε, |
| 779 | Primary ξείνιά τʼ εὖ παρέθηκεν, ἅ τε ξείνοις θέμις ἐστίν. |
| 780 | Primary αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος, |
| 781 | Primary ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἕπεσθαι· |
| 782 | Primary σφὼ δὲ μάλʼ ἠθέλετον, τὼ δʼ ἄμφω πόλλʼ ἐπέτελλον. |
| 783 | Primary Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ |
| 784 | Primary αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων· |
| 785 | Primary σοὶ δʼ αὖθʼ ὧδʼ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός· |
| 786 | Primary τέκνον ἐμὸν γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς, |
| 787 | Primary πρεσβύτερος δὲ σύ ἐσσι· βίῃ δʼ ὅ γε πολλὸν ἀμείνων. |
| 788 | Primary ἀλλʼ εὖ οἱ φάσθαι πυκινὸν ἔπος ἠδʼ ὑποθέσθαι |
| 789 | Primary καί οἱ σημαίνειν· ὃ δὲ πείσεται εἰς ἀγαθόν περ. |
| 790 | Primary ὣς ἐπέτελλʼ ὃ γέρων, σὺ δὲ λήθεαι· ἀλλʼ ἔτι καὶ νῦν |
| 791 | Primary ταῦτʼ εἴποις Ἀχιλῆϊ δαΐφρονι αἴ κε πίθηται. |
| 792 | Primary τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίναις |
| 793 | Primary παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. |
| 794 | Primary εἰ δέ τινα φρεσὶν ᾗσι θεοπροπίην ἀλεείνει |
| 795 | Primary καί τινά οἱ πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ, |
| 796 | Primary ἀλλὰ σέ περ προέτω, ἅμα δʼ ἄλλος λαὸς ἑπέσθω |
| 797 | Primary Μυρμιδόνων, αἴ κέν τι φόως Δαναοῖσι γένηαι· |
| 798 | Primary καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι, |
| 799 | Primary αἴ κέ σε τῷ εἴσκοντες ἀπόσχωνται πολέμοιο |
| 800 | Primary Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν |
| 801 | Primary τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. |
| 802 | Primary ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ |
| 803 | Primary ὤσαισθε προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. |
| 804 | Primary ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, |
| 805 | Primary βῆ δὲ θέειν παρὰ νῆας ἐπʼ Αἰακίδην Ἀχιλῆα. |
| 806 | Primary ἀλλʼ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο |
| 807 | Primary ἷξε θέων Πάτροκλος, ἵνά σφʼ ἀγορή τε θέμις τε |
| 808 | Primary ἤην, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, |
| 809 | Primary ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε |
| 810 | Primary διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ |
| 811 | Primary σκάζων ἐκ πολέμου· κατὰ δὲ νότιος ῥέεν ἱδρὼς |
| 812 | Primary ὤμων καὶ κεφαλῆς, ἀπὸ δʼ ἕλκεος ἀργαλέοιο |
| 813 | Primary αἷμα μέλαν κελάρυζε· νόος γε μὲν ἔμπεδος ἦεν. |
| 814 | Primary τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, |
| 815 | Primary καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· |
| 816 | Primary ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες |
| 817 | Primary ὣς ἄρʼ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἴης |
| 818 | Primary ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. |
| 819 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλʼ ἥρως, |
| 820 | Primary ἤ ῥʼ ἔτι που σχήσουσι πελώριον Ἕκτορʼ Ἀχαιοί, |
| 821 | Primary ἦ ἤδη φθίσονται ὑπʼ αὐτοῦ δουρὶ δαμέντες; |
| 822 | Primary τὸν δʼ αὖτʼ Εὐρύπυλος βεβλημένος ἀντίον ηὔδα· |
| 823 | Primary οὐκέτι διογενὲς Πατρόκλεες ἄλκαρ Ἀχαιῶν |
| 824 | Primary ἔσσεται, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέονται. |
| 825 | Primary οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι, |
| 826 | Primary ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε |
| 827 | Primary χερσὶν ὕπο Τρώων· τῶν δὲ σθένος ὄρνυται αἰέν. |
| 828 | Primary ἀλλʼ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν, |
| 829 | Primary μηροῦ δʼ ἔκταμʼ ὀϊστόν, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν |
| 830 | Primary νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δʼ ἤπια φάρμακα πάσσε |
| 831 | Primary ἐσθλά, τά σε προτί φασιν Ἀχιλλῆος δεδιδάχθαι, |
| 832 | Primary ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων. |
| 833 | Primary ἰητροὶ μὲν γὰρ Ποδαλείριος ἠδὲ Μαχάων |
| 834 | Primary τὸν μὲν ἐνὶ κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα |
| 835 | Primary χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ἰητῆρος |
| 836 | Primary κεῖσθαι· ὃ δʼ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα. |
| 837 | Primary τὸν δʼ αὖτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός· |
| 838 | Primary πῶς τὰρ ἔοι τάδε ἔργα; τί ῥέξομεν Εὐρύπυλʼ ἥρως; |
| 839 | Primary ἔρχομαι ὄφρʼ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω |
| 840 | Primary ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οὖρος Ἀχαιῶν· |
| 841 | Primary ἀλλʼ οὐδʼ ὧς περ σεῖο μεθήσω τειρομένοιο. |
| 842 | Primary ἦ, καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν |
| 843 | Primary ἐς κλισίην· θεράπων δὲ ἰδὼν ὑπέχευε βοείας. |
| 844 | Primary ἔνθά μιν ἐκτανύσας ἐκ μηροῦ τάμνε μαχαίρῃ |
| 845 | Primary ὀξὺ βέλος περιπευκές, ἀπʼ αὐτοῦ δʼ αἷμα κελαινὸν |
| 846 | Primary νίζʼ ὕδατι λιαρῷ, ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν |
| 847 | Primary χερσὶ διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας |
| 848 | Primary ἔσχʼ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα. |