Reader
Reader | Iliad, Book 13
Iliad
Homer
Text
Position
Line 1 of 837
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα νηυσὶ πέλασσε, |
| 2 | Primary τοὺς μὲν ἔα παρὰ τῇσι πόνον τʼ ἐχέμεν καὶ ὀϊζὺν |
| 3 | Primary νωλεμέως, αὐτὸς δὲ πάλιν τρέπεν ὄσσε φαεινὼ |
| 4 | Primary νόσφιν ἐφʼ ἱπποπόλων Θρῃκῶν καθορώμενος αἶαν |
| 5 | Primary Μυσῶν τʼ ἀγχεμάχων καὶ ἀγαυῶν ἱππημολγῶν |
| 6 | Primary γλακτοφάγων Ἀβίων τε δικαιοτάτων ἀνθρώπων. |
| 7 | Primary ἐς Τροίην δʼ οὐ πάμπαν ἔτι τρέπεν ὄσσε φαεινώ· |
| 8 | Primary οὐ γὰρ ὅ γʼ ἀθανάτων τινα ἔλπετο ὃν κατὰ θυμὸν |
| 9 | Primary ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηξέμεν ἢ Δαναοῖσιν. |
| 10 | Primary οὐδʼ ἀλαοσκοπιὴν εἶχε κρείων ἐνοσίχθων· |
| 11 | Primary καὶ γὰρ ὃ θαυμάζων ἧστο πτόλεμόν τε μάχην τε |
| 12 | Primary ὑψοῦ ἐπʼ ἀκροτάτης κορυφῆς Σάμου ὑληέσσης |
| 13 | Primary Θρηϊκίης· ἔνθεν γὰρ ἐφαίνετο πᾶσα μὲν Ἴδη, |
| 14 | Primary φαίνετο δὲ Πριάμοιο πόλις καὶ νῆες Ἀχαιῶν. |
| 15 | Primary ἔνθʼ ἄρʼ ὅ γʼ ἐξ ἁλὸς ἕζετʼ ἰών, ἐλέαιρε δʼ Ἀχαιοὺς |
| 16 | Primary Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. |
| 17 | Primary αὐτίκα δʼ ἐξ ὄρεος κατεβήσετο παιπαλόεντος |
| 18 | Primary κραιπνὰ ποσὶ προβιβάς· τρέμε δʼ οὔρεα μακρὰ καὶ ὕλη |
| 19 | Primary ποσσὶν ὑπʼ ἀθανάτοισι Ποσειδάωνος ἰόντος. |
| 20 | Primary τρὶς μὲν ὀρέξατʼ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ |
| 21 | Primary Αἰγάς, ἔνθα δέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης |
| 22 | Primary χρύσεα μαρμαίροντα τετεύχαται ἄφθιτα αἰεί. |
| 23 | Primary ἔνθʼ ἐλθὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω |
| 24 | Primary ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε, |
| 25 | Primary χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην |
| 26 | Primary χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου, |
| 27 | Primary βῆ δʼ ἐλάαν ἐπὶ κύματʼ· ἄταλλε δὲ κήτεʼ ὑπʼ αὐτοῦ |
| 28 | Primary πάντοθεν ἐκ κευθμῶν, οὐδʼ ἠγνοίησεν ἄνακτα· |
| 29 | Primary γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δὲ πέτοντο |
| 30 | Primary ῥίμφα μάλʼ, οὐδʼ ὑπένερθε διαίνετο χάλκεος ἄξων· |
| 31 | Primary τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. |
| 32 | Primary ἔστι δέ τι σπέος εὐρὺ βαθείης βένθεσι λίμνης |
| 33 | Primary μεσσηγὺς Τενέδοιο καὶ Ἴμβρου παιπαλοέσσης· |
| 34 | Primary ἔνθʼ ἵππους ἔστησε Ποσειδάων ἐνοσίχθων |
| 35 | Primary λύσας ἐξ ὀχέων, παρὰ δʼ ἀμβρόσιον βάλεν εἶδαρ |
| 36 | Primary ἔδμεναι· ἀμφὶ δὲ ποσσὶ πέδας ἔβαλε χρυσείας |
| 37 | Primary ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν |
| 38 | Primary νοστήσαντα ἄνακτα· ὃ δʼ ἐς στρατὸν ᾤχετʼ Ἀχαιῶν. |
| 39 | Primary Τρῶες δὲ φλογὶ ἶσοι ἀολλέες ἠὲ θυέλλῃ |
| 40 | Primary Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτες ἕποντο |
| 41 | Primary ἄβρομοι αὐΐαχοι· ἔλποντο δὲ νῆας Ἀχαιῶν |
| 42 | Primary αἱρήσειν, κτενέειν δὲ παρʼ αὐτόθι πάντας ἀρίστους. |
| 43 | Primary ἀλλὰ Ποσειδάων γαιήοχος ἐννοσίγαιος |
| 44 | Primary Ἀργείους ὄτρυνε βαθείης ἐξ ἁλὸς ἐλθὼν |
| 45 | Primary εἰσάμενος Κάλχαντι δέμας καὶ ἀτειρέα φωνήν· |
| 46 | Primary Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ· |
| 47 | Primary Αἴαντε σφὼ μέν τε σαώσετε λαὸν Ἀχαιῶν |
| 48 | Primary ἀλκῆς μνησαμένω, μὴ δὲ κρυεροῖο φόβοιο. |
| 49 | Primary ἄλλῃ μὲν γὰρ ἔγωγʼ οὐ δείδια χεῖρας ἀάπτους |
| 50 | Primary Τρώων, οἳ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ· |
| 51 | Primary ἕξουσιν γὰρ πάντας ἐϋκνήμιδες Ἀχαιοί· |
| 52 | Primary τῇ δὲ δὴ αἰνότατον περιδείδια μή τι πάθωμεν, |
| 53 | Primary ᾗ ῥʼ ὅ γʼ ὁ λυσσώδης φλογὶ εἴκελος ἡγεμονεύει |
| 54 | Primary Ἕκτωρ, ὃς Διὸς εὔχετʼ ἐρισθενέος πάϊς εἶναι. |
| 55 | Primary σφῶϊν δʼ ὧδε θεῶν τις ἐνὶ φρεσὶ ποιήσειεν |
| 56 | Primary αὐτώ θʼ ἑστάμεναι κρατερῶς καὶ ἀνωγέμεν ἄλλους· |
| 57 | Primary τώ κε καὶ ἐσσύμενόν περ ἐρωήσαιτʼ ἀπὸ νηῶν |
| 58 | Primary ὠκυπόρων, εἰ καί μιν Ὀλύμπιος αὐτὸς ἐγείρει. |
| 59 | Primary ἦ καὶ σκηπανίῳ γαιήοχος ἐννοσίγαιος |
| 60 | Primary ἀμφοτέρω κεκοπὼς πλῆσεν μένεος κρατεροῖο, |
| 61 | Primary γυῖα δʼ ἔθηκεν ἐλαφρὰ πόδας καὶ χεῖρας ὕπερθεν. |
| 62 | Primary αὐτὸς δʼ ὥς τʼ ἴρηξ ὠκύπτερος ὦρτο πέτεσθαι, |
| 63 | Primary ὅς ῥά τʼ ἀπʼ αἰγίλιπος πέτρης περιμήκεος ἀρθεὶς |
| 64 | Primary ὁρμήσῃ πεδίοιο διώκειν ὄρνεον ἄλλο, |
| 65 | Primary ὣς ἀπὸ τῶν ἤϊξε Ποσειδάων ἐνοσίχθων. |
| 66 | Primary τοῖιν δʼ ἔγνω πρόσθεν Ὀϊλῆος ταχὺς Αἴας, |
| 67 | Primary αἶψα δʼ ἄρʼ Αἴαντα προσέφη Τελαμώνιον υἱόν· |
| 68 | Primary Αἶαν ἐπεί τις νῶϊ θεῶν οἳ Ὄλυμπον ἔχουσι |
| 69 | Primary μάντεϊ εἰδόμενος κέλεται παρὰ νηυσὶ μάχεσθαι, |
| 70 | Primary οὐδʼ ὅ γε Κάλχας ἐστὶ θεοπρόπος οἰωνιστής· |
| 71 | Primary ἴχνια γὰρ μετόπισθε ποδῶν ἠδὲ κνημάων |
| 72 | Primary ῥεῖʼ ἔγνων ἀπιόντος· ἀρίγνωτοι δὲ θεοί περ· |
| 73 | Primary καὶ δʼ ἐμοὶ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι |
| 74 | Primary μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι, |
| 75 | Primary μαιμώωσι δʼ ἔνερθε πόδες καὶ χεῖρες ὕπερθε. |
| 76 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· |
| 77 | Primary οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι |
| 78 | Primary μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν |
| 79 | Primary ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος |
| 80 | Primary Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι. |
| 81 | Primary ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον |
| 82 | Primary χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ· |
| 83 | Primary τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς, |
| 84 | Primary οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ. |
| 85 | Primary τῶν ῥʼ ἅμα τʼ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, |
| 86 | Primary καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι |
| 87 | Primary Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ. |
| 88 | Primary τοὺς οἵ γʼ εἰσορόωντες ὑπʼ ὀφρύσι δάκρυα λεῖβον· |
| 89 | Primary οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ· ἀλλʼ ἐνοσίχθων |
| 90 | Primary ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. |
| 91 | Primary Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων |
| 92 | Primary Πηνέλεών θʼ ἥρωα Θόαντά τε Δηΐπυρόν τε |
| 93 | Primary Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· |
| 94 | Primary τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· |
| 95 | Primary αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε |
| 96 | Primary μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς· |
| 97 | Primary εἰ δʼ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο, |
| 98 | Primary νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι. |
| 99 | Primary ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι |
| 100 | Primary δεινόν, ὃ οὔ ποτʼ ἔγωγε τελευτήσεσθαι ἔφασκον, |
| 101 | Primary Τρῶας ἐφʼ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ |
| 102 | Primary φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθʼ ὕλην |
| 103 | Primary θώων παρδαλίων τε λύκων τʼ ἤϊα πέλονται |
| 104 | Primary αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδʼ ἔπι χάρμη· |
| 105 | Primary ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν |
| 106 | Primary μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδʼ ἠβαιόν· |
| 107 | Primary νῦν δὲ ἑκὰς πόλιος κοίλῃς ἐπὶ νηυσὶ μάχονται |
| 108 | Primary ἡγεμόνος κακότητι μεθημοσύνῃσί τε λαῶν, |
| 109 | Primary οἳ κείνῳ ἐρίσαντες ἀμυνέμεν οὐκ ἐθέλουσι |
| 110 | Primary νηῶν ὠκυπόρων, ἀλλὰ κτείνονται ἀνʼ αὐτάς. |
| 111 | Primary ἀλλʼ εἰ δὴ καὶ πάμπαν ἐτήτυμον αἴτιός ἐστιν |
| 112 | Primary ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων |
| 113 | Primary οὕνεκʼ ἀπητίμησε ποδώκεα Πηλεΐωνα, |
| 114 | Primary ἡμέας γʼ οὔ πως ἔστι μεθιέμεναι πολέμοιο. |
| 115 | Primary ἀλλʼ ἀκεώμεθα θᾶσσον· ἀκεσταί τοι φρένες ἐσθλῶν. |
| 116 | Primary ὑμεῖς δʼ οὐκ ἔτι καλὰ μεθίετε θούριδος ἀλκῆς |
| 117 | Primary πάντες ἄριστοι ἐόντες ἀνὰ στρατόν. οὐδʼ ἂν ἔγωγε |
| 118 | Primary ἀνδρὶ μαχεσσαίμην ὅς τις πολέμοιο μεθείη |
| 119 | Primary λυγρὸς ἐών· ὑμῖν δὲ νεμεσσῶμαι περὶ κῆρι. |
| 120 | Primary ὦ πέπονες τάχα δή τι κακὸν ποιήσετε μεῖζον |
| 121 | Primary τῇδε μεθημοσύνῃ· ἀλλʼ ἐν φρεσὶ θέσθε ἕκαστος |
| 122 | Primary αἰδῶ καὶ νέμεσιν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν. |
| 123 | Primary Ἕκτωρ δὴ παρὰ νηυσὶ βοὴν ἀγαθὸς πολεμίζει |
| 124 | Primary καρτερός, ἔρρηξεν δὲ πύλας καὶ μακρὸν ὀχῆα. |
| 125 | Primary ὥς ῥα κελευτιόων γαιήοχος ὦρσεν Ἀχαιούς. |
| 126 | Primary ἀμφὶ δʼ ἄρʼ Αἴαντας δοιοὺς ἵσταντο φάλαγγες |
| 127 | Primary καρτεραί, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν |
| 128 | Primary οὔτε κʼ Ἀθηναίη λαοσσόος· οἳ γὰρ ἄριστοι |
| 129 | Primary κρινθέντες Τρῶάς τε καὶ Ἕκτορα δῖον ἔμιμνον, |
| 130 | Primary φράξαντες δόρυ δουρί, σάκος σάκεϊ προθελύμνῳ· |
| 131 | Primary ἀσπὶς ἄρʼ ἀσπίδʼ ἔρειδε, κόρυς κόρυν, ἀνέρα δʼ ἀνήρ· |
| 132 | Primary ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι |
| 133 | Primary νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν· |
| 134 | Primary ἔγχεα δʼ ἐπτύσσοντο θρασειάων ἀπὸ χειρῶν |
| 135 | Primary σειόμενʼ· οἳ δʼ ἰθὺς φρόνεον, μέμασαν δὲ μάχεσθαι. |
| 136 | Primary Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ |
| 137 | Primary ἀντικρὺ μεμαώς, ὀλοοίτροχος ὣς ἀπὸ πέτρης, |
| 138 | Primary ὅν τε κατὰ στεφάνης ποταμὸς χειμάρροος ὤσῃ |
| 139 | Primary ῥήξας ἀσπέτῳ ὄμβρῳ ἀναιδέος ἔχματα πέτρης· |
| 140 | Primary ὕψι δʼ ἀναθρῴσκων πέτεται, κτυπέει δέ θʼ ὑπʼ αὐτοῦ |
| 141 | Primary ὕλη· ὃ δʼ ἀσφαλέως θέει ἔμπεδον, εἷος ἵκηται |
| 142 | Primary ἰσόπεδον, τότε δʼ οὔ τι κυλίνδεται ἐσσύμενός περ· |
| 143 | Primary ὣς Ἕκτωρ εἷος μὲν ἀπείλει μέχρι θαλάσσης |
| 144 | Primary ῥέα διελεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν |
| 145 | Primary κτείνων· ἀλλʼ ὅτε δὴ πυκινῇς ἐνέκυρσε φάλαγξι |
| 146 | Primary στῆ ῥα μάλʼ ἐγχριμφθείς· οἳ δʼ ἀντίοι υἷες Ἀχαιῶν |
| 147 | Primary νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν |
| 148 | Primary ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. |
| 149 | Primary ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς· |
| 150 | Primary Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ |
| 151 | Primary παρμένετʼ· οὔ τοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοὶ |
| 152 | Primary καὶ μάλα πυργηδὸν σφέας αὐτοὺς ἀρτύναντες, |
| 153 | Primary ἀλλʼ ὀΐω χάσσονται ὑπʼ ἔγχεος, εἰ ἐτεόν με |
| 154 | Primary ὦρσε θεῶν ὤριστος, ἐρίγδουπος πόσις Ἥρης. |
| 155 | Primary ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
| 156 | Primary Δηΐφοβος δʼ ἐν τοῖσι μέγα φρονέων ἐβεβήκει |
| 157 | Primary Πριαμίδης, πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην |
| 158 | Primary κοῦφα ποσὶ προβιβὰς καὶ ὑπασπίδια προποδίζων. |
| 159 | Primary Μηριόνης δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ |
| 160 | Primary καὶ βάλεν, οὐδʼ ἀφάμαρτε, κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην |
| 161 | Primary ταυρείην· τῆς δʼ οὔ τι διήλασεν, ἀλλὰ πολὺ πρὶν |
| 162 | Primary ἐν καυλῷ ἐάγη δολιχὸν δόρυ· Δηΐφοβος δὲ |
| 163 | Primary ἀσπίδα ταυρείην σχέθʼ ἀπὸ ἕο, δεῖσε δὲ θυμῷ |
| 164 | Primary ἔγχος Μηριόναο δαΐφρονος· αὐτὰρ ὅ γʼ ἥρως |
| 165 | Primary ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο, χώσατο δʼ αἰνῶς |
| 166 | Primary ἀμφότερον, νίκης τε καὶ ἔγχεος ὃ ξυνέαξε. |
| 167 | Primary βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν |
| 168 | Primary οἰσόμενος δόρυ μακρόν, ὅ οἱ κλισίηφι λέλειπτο. |
| 169 | Primary οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. |
| 170 | Primary Τεῦκρος δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα |
| 171 | Primary Ἴμβριον αἰχμητὴν πολυΐππου Μέντορος υἱόν· |
| 172 | Primary ναῖε δὲ Πήδαιον πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν, |
| 173 | Primary κούρην δὲ Πριάμοιο νόθην ἔχε, Μηδεσικάστην· |
| 174 | Primary αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, |
| 175 | Primary ἂψ ἐς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, |
| 176 | Primary ναῖε δὲ πὰρ Πριάμῳ· ὃ δέ μιν τίεν ἶσα τέκεσσι. |
| 177 | Primary τόν ῥʼ υἱὸς Τελαμῶνος ὑπʼ οὔατος ἔγχεϊ μακρῷ |
| 178 | Primary νύξʼ, ἐκ δʼ ἔσπασεν ἔγχος· ὃ δʼ αὖτʼ ἔπεσεν μελίη ὣς |
| 179 | Primary ἥ τʼ ὄρεος κορυφῇ ἕκαθεν περιφαινομένοιο |
| 180 | Primary χαλκῷ ταμνομένη τέρενα χθονὶ φύλλα πελάσσῃ· |
| 181 | Primary ὣς πέσεν, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. |
| 182 | Primary Τεῦκρος δʼ ὁρμήθη μεμαὼς ἀπὸ τεύχεα δῦσαι· |
| 183 | Primary Ἕκτωρ δʼ ὁρμηθέντος ἀκόντισε δουρὶ φαεινῷ. |
| 184 | Primary ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος |
| 185 | Primary τυτθόν· ὃ δʼ Ἀμφίμαχον Κτεάτου υἷʼ Ἀκτορίωνος |
| 186 | Primary νισόμενον πόλεμον δὲ κατὰ στῆθος βάλε δουρί· |
| 187 | Primary δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. |
| 188 | Primary Ἕκτωρ δʼ ὁρμήθη κόρυθα κροτάφοις ἀραρυῖαν |
| 189 | Primary κρατὸς ἀφαρπάξαι μεγαλήτορος Ἀμφιμάχοιο· |
| 190 | Primary Αἴας δʼ ὁρμηθέντος ὀρέξατο δουρὶ φαεινῷ |
| 191 | Primary Ἕκτορος· ἀλλʼ οὔ πῃ χροὸς εἴσατο, πᾶς δʼ ἄρα χαλκῷ |
| 192 | Primary σμερδαλέῳ κεκάλυφθʼ· ὃ δʼ ἄρʼ ἀσπίδος ὀμφαλὸν οὖτα, |
| 193 | Primary ὦσε δέ μιν σθένεϊ μεγάλῳ· ὃ δὲ χάσσατʼ ὀπίσσω |
| 194 | Primary νεκρῶν ἀμφοτέρων, τοὺς δʼ ἐξείρυσσαν Ἀχαιοί. |
| 195 | Primary Ἀμφίμαχον μὲν ἄρα Στιχίος δῖός τε Μενεσθεὺς |
| 196 | Primary ἀρχοὶ Ἀθηναίων κόμισαν μετὰ λαὸν Ἀχαιῶν· |
| 197 | Primary Ἴμβριον αὖτʼ Αἴαντε μεμαότε θούριδος ἀλκῆς |
| 198 | Primary ὥς τε δύʼ αἶγα λέοντε κυνῶν ὕπο καρχαροδόντων |
| 199 | Primary ἁρπάξαντε φέρητον ἀνὰ ῥωπήϊα πυκνὰ |
| 200 | Primary ὑψοῦ ὑπὲρ γαίης μετὰ γαμφηλῇσιν ἔχοντε, |
| 201 | Primary ὥς ῥα τὸν ὑψοῦ ἔχοντε δύω Αἴαντε κορυστὰ |
| 202 | Primary τεύχεα συλήτην· κεφαλὴν δʼ ἁπαλῆς ἀπὸ δειρῆς |
| 203 | Primary κόψεν Ὀϊλιάδης κεχολωμένος Ἀμφιμάχοιο, |
| 204 | Primary ἧκε δέ μιν σφαιρηδὸν ἑλιξάμενος διʼ ὁμίλου· |
| 205 | Primary Ἕκτορι δὲ προπάροιθε ποδῶν πέσεν ἐν κονίῃσι. |
| 206 | Primary καὶ τότε δὴ περὶ κῆρι Ποσειδάων ἐχολώθη |
| 207 | Primary υἱωνοῖο πεσόντος ἐν αἰνῇ δηϊοτῆτι, |
| 208 | Primary βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν |
| 209 | Primary ὀτρυνέων Δαναούς, Τρώεσσι δὲ κήδεα τεῦχεν. |
| 210 | Primary Ἰδομενεὺς δʼ ἄρα οἱ δουρικλυτὸς ἀντεβόλησεν |
| 211 | Primary ἐρχόμενος παρʼ ἑταίρου, ὅ οἱ νέον ἐκ πολέμοιο |
| 212 | Primary ἦλθε κατʼ ἰγνύην βεβλημένος ὀξέϊ χαλκῷ. |
| 213 | Primary τὸν μὲν ἑταῖροι ἔνεικαν, ὃ δʼ ἰητροῖς ἐπιτείλας |
| 214 | Primary ἤϊεν ἐς κλισίην· ἔτι γὰρ πολέμοιο μενοίνα |
| 215 | Primary ἀντιάαν· τὸν δὲ προσέφη κρείων ἐνοσίχθων |
| 216 | Primary εἰσάμενος φθογγὴν Ἀνδραίμονος υἷϊ Θόαντι |
| 217 | Primary ὃς πάσῃ Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι |
| 218 | Primary Αἰτωλοῖσιν ἄνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ· |
| 219 | Primary Ἰδομενεῦ Κρητῶν βουληφόρε ποῦ τοι ἀπειλαὶ |
| 220 | Primary οἴχονται, τὰς Τρωσὶν ἀπείλεον υἷες Ἀχαιῶν; |
| 221 | Primary τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· |
| 222 | Primary ὦ Θόαν οὔ τις ἀνὴρ νῦν γʼ αἴτιος, ὅσσον ἔγωγε |
| 223 | Primary γιγνώσκω· πάντες γὰρ ἐπιστάμεθα πτολεμίζειν. |
| 224 | Primary οὔτέ τινα δέος ἴσχει ἀκήριον οὔτέ τις ὄκνῳ |
| 225 | Primary εἴκων ἀνδύεται πόλεμον κακόν· ἀλλά που οὕτω |
| 226 | Primary μέλλει δὴ φίλον εἶναι ὑπερμενέϊ Κρονίωνι |
| 227 | Primary νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. |
| 228 | Primary ἀλλὰ Θόαν, καὶ γὰρ τὸ πάρος μενεδήϊος ἦσθα, |
| 229 | Primary ὀτρύνεις δὲ καὶ ἄλλον ὅθι μεθιέντα ἴδηαι· |
| 230 | Primary τὼ νῦν μήτʼ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ. |
| 231 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· |
| 232 | Primary Ἰδομενεῦ μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν |
| 233 | Primary ἐκ Τροίης, ἀλλʼ αὖθι κυνῶν μέλπηθρα γένοιτο, |
| 234 | Primary ὅς τις ἐπʼ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι. |
| 235 | Primary ἀλλʼ ἄγε τεύχεα δεῦρο λαβὼν ἴθι· ταῦτα δʼ ἅμα χρὴ |
| 236 | Primary σπεύδειν, αἴ κʼ ὄφελός τι γενώμεθα καὶ δύʼ ἐόντε. |
| 237 | Primary συμφερτὴ δʼ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν, |
| 238 | Primary νῶϊ δὲ καί κʼ ἀγαθοῖσιν ἐπισταίμεσθα μάχεσθαι. |
| 239 | Primary ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν· |
| 240 | Primary Ἰδομενεὺς δʼ ὅτε δὴ κλισίην εὔτυκτον ἵκανε |
| 241 | Primary δύσετο τεύχεα καλὰ περὶ χροΐ, γέντο δὲ δοῦρε, |
| 242 | Primary βῆ δʼ ἴμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων |
| 243 | Primary χειρὶ λαβὼν ἐτίναξεν ἀπʼ αἰγλήεντος Ὀλύμπου |
| 244 | Primary δεικνὺς σῆμα βροτοῖσιν· ἀρίζηλοι δέ οἱ αὐγαί· |
| 245 | Primary ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. |
| 246 | Primary Μηριόνης δʼ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν |
| 247 | Primary ἐγγὺς ἔτι κλισίης· μετὰ γὰρ δόρυ χάλκεον ᾔει |
| 248 | Primary οἰσόμενος· τὸν δὲ προσέφη σθένος Ἰδομενῆος· |
| 249 | Primary Μηριόνη Μόλου υἱὲ πόδας ταχὺ φίλταθʼ ἑταίρων |
| 250 | Primary τίπτʼ ἦλθες πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα; |
| 251 | Primary ἠέ τι βέβληαι, βέλεος δέ σε τείρει ἀκωκή, |
| 252 | Primary ἦέ τευ ἀγγελίης μετʼ ἔμʼ ἤλυθες; οὐδέ τοι αὐτὸς |
| 253 | Primary ἧσθαι ἐνὶ κλισίῃσι λιλαίομαι, ἀλλὰ μάχεσθαι. |
| 254 | Primary τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· |
| 255 | Primary Ἰδομενεῦ, Κρητῶν βουληφόρε χαλκοχιτώνων, |
| 256 | Primary ἔρχομαι εἴ τί τοι ἔγχος ἐνὶ κλισίῃσι λέλειπται |
| 257 | Primary οἰσόμενος· τό νυ γὰρ κατεάξαμεν ὃ πρὶν ἔχεσκον |
| 258 | Primary ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος. |
| 259 | Primary τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· |
| 260 | Primary δούρατα δʼ αἴ κʼ ἐθέλῃσθα καὶ ἓν καὶ εἴκοσι δήεις |
| 261 | Primary ἑσταότʼ ἐν κλισίῃ πρὸς ἐνώπια παμφανόωντα |
| 262 | Primary Τρώϊα, τὰ κταμένων ἀποαίνυμαι· οὐ γὰρ ὀΐω |
| 263 | Primary ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν. |
| 264 | Primary τώ μοι δούρατά τʼ ἔστι καὶ ἀσπίδες ὀμφαλόεσσαι |
| 265 | Primary καὶ κόρυθες καὶ θώρηκες λαμπρὸν γανόωντες. |
| 266 | Primary τὸν δʼ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα· |
| 267 | Primary καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ |
| 268 | Primary πόλλʼ ἔναρα Τρώων· ἀλλʼ οὐ σχεδόν ἐστιν ἑλέσθαι. |
| 269 | Primary οὐδὲ γὰρ οὐδʼ ἐμέ φημι λελασμένον ἔμμεναι ἀλκῆς, |
| 270 | Primary ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν |
| 271 | Primary ἵσταμαι, ὁππότε νεῖκος ὀρώρηται πολέμοιο. |
| 272 | Primary ἄλλόν πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων |
| 273 | Primary λήθω μαρνάμενος, σὲ δὲ ἴδμεναι αὐτὸν ὀΐω. |
| 274 | Primary τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· |
| 275 | Primary οἶδʼ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι; |
| 276 | Primary εἰ γὰρ νῦν παρὰ νηυσὶ λεγοίμεθα πάντες ἄριστοι |
| 277 | Primary ἐς λόχον, ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν, |
| 278 | Primary ἔνθʼ ὅ τε δειλὸς ἀνὴρ ὅς τʼ ἄλκιμος ἐξεφαάνθη· |
| 279 | Primary τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, |
| 280 | Primary οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετʼ ἐν φρεσὶ θυμός, |
| 281 | Primary ἀλλὰ μετοκλάζει καὶ ἐπʼ ἀμφοτέρους πόδας ἵζει, |
| 282 | Primary ἐν δέ τέ οἱ κραδίη μεγάλα στέρνοισι πατάσσει |
| 283 | Primary κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίγνετʼ ὀδόντων· |
| 284 | Primary τοῦ δʼ ἀγαθοῦ οὔτʼ ἂρ τρέπεται χρὼς οὔτέ τι λίην |
| 285 | Primary ταρβεῖ, ἐπειδὰν πρῶτον ἐσίζηται λόχον ἀνδρῶν, |
| 286 | Primary ἀρᾶται δὲ τάχιστα μιγήμεναι ἐν δαῒ λυγρῇ· |
| 287 | Primary οὐδέ κεν ἔνθα τεόν γε μένος καὶ χεῖρας ὄνοιτο. |
| 288 | Primary εἴ περ γάρ κε βλεῖο πονεύμενος ἠὲ τυπείης |
| 289 | Primary οὐκ ἂν ἐν αὐχένʼ ὄπισθε πέσοι βέλος οὐδʼ ἐνὶ νώτῳ, |
| 290 | Primary ἀλλά κεν ἢ στέρνων ἢ νηδύος ἀντιάσειε |
| 291 | Primary πρόσσω ἱεμένοιο μετὰ προμάχων ὀαριστύν. |
| 292 | Primary ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς |
| 293 | Primary ἑσταότες, μή πού τις ὑπερφιάλως νεμεσήσῃ· |
| 294 | Primary ἀλλὰ σύ γε κλισίην δὲ κιὼν ἕλευ ὄβριμον ἔγχος. |
| 295 | Primary ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ |
| 296 | Primary καρπαλίμως κλισίηθεν ἀνείλετο χάλκεον ἔγχος, |
| 297 | Primary βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. |
| 298 | Primary οἷος δὲ βροτολοιγὸς Ἄρης πόλεμον δὲ μέτεισι, |
| 299 | Primary τῷ δὲ Φόβος φίλος υἱὸς ἅμα κρατερὸς καὶ ἀταρβὴς |
| 300 | Primary ἕσπετο, ὅς τʼ ἐφόβησε ταλάφρονά περ πολεμιστήν· |
| 301 | Primary τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσεσθον, |
| 302 | Primary ἠὲ μετὰ Φλεγύας μεγαλήτορας· οὐδʼ ἄρα τώ γε |
| 303 | Primary ἔκλυον ἀμφοτέρων, ἑτέροισι δὲ κῦδος ἔδωκαν· |
| 304 | Primary τοῖοι Μηριόνης τε καὶ Ἰδομενεὺς ἀγοὶ ἀνδρῶν |
| 305 | Primary ἤϊσαν ἐς πόλεμον κεκορυθμένοι αἴθοπι χαλκῷ. |
| 306 | Primary τὸν καὶ Μηριόνης πρότερος πρὸς μῦθον ἔειπε· |
| 307 | Primary Δευκαλίδη πῇ τὰρ μέμονας καταδῦναι ὅμιλον; |
| 308 | Primary ἢ ἐπὶ δεξιόφιν παντὸς στρατοῦ, ἦ ἀνὰ μέσσους, |
| 309 | Primary ἦ ἐπʼ ἀριστερόφιν; ἐπεὶ οὔ ποθι ἔλπομαι οὕτω |
| 310 | Primary δεύεσθαι πολέμοιο κάρη κομόωντας Ἀχαιούς. |
| 311 | Primary τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· |
| 312 | Primary νηυσὶ μὲν ἐν μέσσῃσιν ἀμύνειν εἰσὶ καὶ ἄλλοι |
| 313 | Primary Αἴαντές τε δύω Τεῦκρός θʼ, ὃς ἄριστος Ἀχαιῶν |
| 314 | Primary τοξοσύνῃ, ἀγαθὸς δὲ καὶ ἐν σταδίῃ ὑσμίνῃ· |
| 315 | Primary οἵ μιν ἅδην ἐλόωσι καὶ ἐσσύμενον πολέμοιο |
| 316 | Primary Ἕκτορα Πριαμίδην, καὶ εἰ μάλα καρτερός ἐστιν. |
| 317 | Primary αἰπύ οἱ ἐσσεῖται μάλα περ μεμαῶτι μάχεσθαι |
| 318 | Primary κείνων νικήσαντι μένος καὶ χεῖρας ἀάπτους |
| 319 | Primary νῆας ἐνιπρῆσαι, ὅτε μὴ αὐτός γε Κρονίων |
| 320 | Primary ἐμβάλοι αἰθόμενον δαλὸν νήεσσι θοῇσιν. |
| 321 | Primary ἀνδρὶ δέ κʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας, |
| 322 | Primary ὃς θνητός τʼ εἴη καὶ ἔδοι Δημήτερος ἀκτὴν |
| 323 | Primary χαλκῷ τε ῥηκτὸς μεγάλοισί τε χερμαδίοισιν. |
| 324 | Primary οὐδʼ ἂν Ἀχιλλῆϊ ῥηξήνορι χωρήσειεν |
| 325 | Primary ἔν γʼ αὐτοσταδίῃ· ποσὶ δʼ οὔ πως ἔστιν ἐρίζειν. |
| 326 | Primary νῶϊν δʼ ὧδʼ ἐπʼ ἀριστέρʼ ἔχε στρατοῦ, ὄφρα τάχιστα |
| 327 | Primary εἴδομεν ἠέ τῳ εὖχος ὀρέξομεν, ἦέ τις ἡμῖν. |
| 328 | Primary ὣς φάτο, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ |
| 329 | Primary ἦρχʼ ἴμεν, ὄφρʼ ἀφίκοντο κατὰ στρατὸν ᾗ μιν ἀνώγει, |
| 330 | Primary οἳ δʼ ὡς Ἰδομενῆα ἴδον φλογὶ εἴκελον ἀλκὴν |
| 331 | Primary αὐτὸν καὶ θεράποντα σὺν ἔντεσι δαιδαλέοισι, |
| 332 | Primary κεκλόμενοι καθʼ ὅμιλον ἐπʼ αὐτῷ πάντες ἔβησαν· |
| 333 | Primary τῶν δʼ ὁμὸν ἵστατο νεῖκος ἐπὶ πρυμνῇσι νέεσσιν. |
| 334 | Primary ὡς δʼ ὅθʼ ὑπὸ λιγέων ἀνέμων σπέρχωσιν ἄελλαι |
| 335 | Primary ἤματι τῷ ὅτε τε πλείστη κόνις ἀμφὶ κελεύθους, |
| 336 | Primary οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην, |
| 337 | Primary ὣς ἄρα τῶν ὁμόσʼ ἦλθε μάχη, μέμασαν δʼ ἐνὶ θυμῷ |
| 338 | Primary ἀλλήλους καθʼ ὅμιλον ἐναιρέμεν ὀξέϊ χαλκῷ. |
| 339 | Primary ἔφριξεν δὲ μάχη φθισίμβροτος ἐγχείῃσι |
| 340 | Primary μακρῇς, ἃς εἶχον ταμεσίχροας· ὄσσε δʼ ἄμερδεν |
| 341 | Primary αὐγὴ χαλκείη κορύθων ἄπο λαμπομενάων |
| 342 | Primary θωρήκων τε νεοσμήκτων σακέων τε φαεινῶν |
| 343 | Primary ἐρχομένων ἄμυδις· μάλα κεν θρασυκάρδιος εἴη |
| 344 | Primary ὃς τότε γηθήσειεν ἰδὼν πόνον οὐδʼ ἀκάχοιτο. |
| 345 | Primary τὼ δʼ ἀμφὶς φρονέοντε δύω Κρόνου υἷε κραταιὼ |
| 346 | Primary ἀνδράσιν ἡρώεσσιν ἐτεύχετον ἄλγεα λυγρά. |
| 347 | Primary Ζεὺς μέν ῥα Τρώεσσι καὶ Ἕκτορι βούλετο νίκην |
| 348 | Primary κυδαίνων Ἀχιλῆα πόδας ταχύν· οὐδέ τι πάμπαν |
| 349 | Primary ἤθελε λαὸν ὀλέσθαι Ἀχαιϊκὸν Ἰλιόθι πρό, |
| 350 | Primary ἀλλὰ Θέτιν κύδαινε καὶ υἱέα καρτερόθυμον. |
| 351 | Primary Ἀργείους δὲ Ποσειδάων ὀρόθυνε μετελθὼν |
| 352 | Primary λάθρῃ ὑπεξαναδὺς πολιῆς ἁλός· ἤχθετο γάρ ῥα |
| 353 | Primary Τρωσὶν δαμναμένους, Διὶ δὲ κρατερῶς ἐνεμέσσα. |
| 354 | Primary ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος ἠδʼ ἴα πάτρη, |
| 355 | Primary ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδη. |
| 356 | Primary τώ ῥα καὶ ἀμφαδίην μὲν ἀλεξέμεναι ἀλέεινε, |
| 357 | Primary λάθρῃ δʼ αἰὲν ἔγειρε κατὰ στρατὸν ἀνδρὶ ἐοικώς. |
| 358 | Primary τοὶ δʼ ἔριδος κρατερῆς καὶ ὁμοιΐου πτολέμοιο |
| 359 | Primary πεῖραρ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροισι τάνυσσαν |
| 360 | Primary ἄρρηκτόν τʼ ἄλυτόν τε, τὸ πολλῶν γούνατʼ ἔλυσεν. |
| 361 | Primary ἔνθα μεσαιπόλιός περ ἐὼν Δαναοῖσι κελεύσας |
| 362 | Primary Ἰδομενεὺς Τρώεσσι μετάλμενος ἐν φόβον ὦρσε. |
| 363 | Primary πέφνε γὰρ Ὀθρυονῆα Καβησόθεν ἔνδον ἐόντα, |
| 364 | Primary ὅς ῥα νέον πολέμοιο μετὰ κλέος εἰληλούθει, |
| 365 | Primary ᾔτεε δὲ Πριάμοιο θυγατρῶν εἶδος ἀρίστην |
| 366 | Primary Κασσάνδρην ἀνάεδνον, ὑπέσχετο δὲ μέγα ἔργον, |
| 367 | Primary ἐκ Τροίης ἀέκοντας ἀπωσέμεν υἷας Ἀχαιῶν. |
| 368 | Primary τῷ δʼ ὁ γέρων Πρίαμος ὑπό τʼ ἔσχετο καὶ κατένευσε |
| 369 | Primary δωσέμεναι· ὃ δὲ μάρναθʼ ὑποσχεσίῃσι πιθήσας. |
| 370 | Primary Ἰδομενεὺς δʼ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ, |
| 371 | Primary καὶ βάλεν ὕψι βιβάντα τυχών· οὐδʼ ἤρκεσε θώρηξ |
| 372 | Primary χάλκεος, ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξε. |
| 373 | Primary δούπησεν δὲ πεσών· ὃ δʼ ἐπεύξατο φώνησέν τε· |
| 374 | Primary Ὀθρυονεῦ περὶ δή σε βροτῶν αἰνίζομʼ ἁπάντων |
| 375 | Primary εἰ ἐτεὸν δὴ πάντα τελευτήσεις ὅσʼ ὑπέστης |
| 376 | Primary Δαρδανίδῃ Πριάμῳ· ὃ δʼ ὑπέσχετο θυγατέρα ἥν. |
| 377 | Primary καί κέ τοι ἡμεῖς ταῦτά γʼ ὑποσχόμενοι τελέσαιμεν, |
| 378 | Primary δοῖμεν δʼ Ἀτρεΐδαο θυγατρῶν εἶδος ἀρίστην |
| 379 | Primary Ἄργεος ἐξαγαγόντες ὀπυιέμεν, εἴ κε σὺν ἄμμιν |
| 380 | Primary Ἰλίου ἐκπέρσῃς εὖ ναιόμενον πτολίεθρον. |
| 381 | Primary ἀλλʼ ἕπεʼ, ὄφρʼ ἐπὶ νηυσὶ συνώμεθα ποντοπόροισιν |
| 382 | Primary ἀμφὶ γάμῳ, ἐπεὶ οὔ τοι ἐεδνωταὶ κακοί εἰμεν. |
| 383 | Primary ὣς εἰπὼν ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην |
| 384 | Primary ἥρως Ἰδομενεύς· τῷ δʼ Ἄσιος ἦλθʼ ἐπαμύντωρ |
| 385 | Primary πεζὸς πρόσθʼ ἵππων· τὼ δὲ πνείοντε κατʼ ὤμων |
| 386 | Primary αἰὲν ἔχʼ ἡνίοχος θεράπων· ὃ δὲ ἵετο θυμῷ |
| 387 | Primary Ἰδομενῆα βαλεῖν· ὃ δέ μιν φθάμενος βάλε δουρὶ |
| 388 | Primary λαιμὸν ὑπʼ ἀνθερεῶνα, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. |
| 389 | Primary ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς |
| 390 | Primary ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες |
| 391 | Primary ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι· |
| 392 | Primary ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς |
| 393 | Primary βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης. |
| 394 | Primary ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας ἃς πάρος εἶχεν, |
| 395 | Primary οὐδʼ ὅ γʼ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας |
| 396 | Primary ἂψ ἵππους στρέψαι, τὸν δʼ Ἀντίλοχος μενεχάρμης |
| 397 | Primary δουρὶ μέσον περόνησε τυχών· οὐδʼ ἤρκεσε θώρηξ |
| 398 | Primary χάλκεος ὃν φορέεσκε, μέσῃ δʼ ἐν γαστέρι πῆξεν. |
| 399 | Primary αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου, |
| 400 | Primary ἵππους δʼ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱὸς |
| 401 | Primary ἐξέλασε Τρώων μετʼ ἐϋκνήμιδας Ἀχαιούς. |
| 402 | Primary Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος |
| 403 | Primary Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ. |
| 404 | Primary ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος |
| 405 | Primary Ἰδομενεύς· κρύφθη γὰρ ὑπʼ ἀσπίδι πάντοσʼ ἐΐσῃ, |
| 406 | Primary τὴν ἄρʼ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ |
| 407 | Primary δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν· |
| 408 | Primary τῇ ὕπο πᾶς ἐάλη, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, |
| 409 | Primary καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν |
| 410 | Primary ἔγχεος· οὐδʼ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, |
| 411 | Primary ἀλλʼ ἔβαλʼ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν |
| 412 | Primary ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσε. |
| 413 | Primary Δηΐφοβος δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· |
| 414 | Primary οὐ μὰν αὖτʼ ἄτιτος κεῖτʼ Ἄσιος, ἀλλά ἕ φημι |
| 415 | Primary εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο |
| 416 | Primary γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν. |
| 417 | Primary ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο, |
| 418 | Primary Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· |
| 419 | Primary ἀλλʼ οὐδʼ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου, |
| 420 | Primary ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. |
| 421 | Primary τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι |
| 422 | Primary Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ, |
| 423 | Primary νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα. |
| 424 | Primary Ἰδομενεὺς δʼ οὐ λῆγε μένος μέγα, ἵετο δʼ αἰεὶ |
| 425 | Primary ἠέ τινα Τρώων ἐρεβεννῇ νυκτὶ καλύψαι |
| 426 | Primary ἢ αὐτὸς δουπῆσαι ἀμύνων λοιγὸν Ἀχαιοῖς. |
| 427 | Primary ἔνθʼ Αἰσυήταο διοτρεφέος φίλον υἱὸν |
| 428 | Primary ἥρωʼ Ἀλκάθοον, γαμβρὸς δʼ ἦν Ἀγχίσαο, |
| 429 | Primary πρεσβυτάτην δʼ ὤπυιε θυγατρῶν Ἱπποδάμειαν |
| 430 | Primary τὴν περὶ κῆρι φίλησε πατὴρ καὶ πότνια μήτηρ |
| 431 | Primary ἐν μεγάρῳ· πᾶσαν γὰρ ὁμηλικίην ἐκέκαστο |
| 432 | Primary κάλλεϊ καὶ ἔργοισιν ἰδὲ φρεσί· τοὔνεκα καί μιν |
| 433 | Primary γῆμεν ἀνὴρ ὤριστος ἐνὶ Τροίῃ εὐρείῃ· |
| 434 | Primary τὸν τόθʼ ὑπʼ Ἰδομενῆϊ Ποσειδάων ἐδάμασσε |
| 435 | Primary θέλξας ὄσσε φαεινά, πέδησε δὲ φαίδιμα γυῖα· |
| 436 | Primary οὔτε γὰρ ἐξοπίσω φυγέειν δύνατʼ οὔτʼ ἀλέασθαι, |
| 437 | Primary ἀλλʼ ὥς τε στήλην ἢ δένδρεον ὑψιπέτηλον |
| 438 | Primary ἀτρέμας ἑσταότα στῆθος μέσον οὔτασε δουρὶ |
| 439 | Primary ἥρως Ἰδομενεύς, ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα |
| 440 | Primary χάλκεον, ὅς οἱ πρόσθεν ἀπὸ χροὸς ἤρκει ὄλεθρον· |
| 441 | Primary δὴ τότε γʼ αὖον ἄϋσεν ἐρεικόμενος περὶ δουρί. |
| 442 | Primary δούπησεν δὲ πεσών, δόρυ δʼ ἐν κραδίῃ ἐπεπήγει, |
| 443 | Primary ἥ ῥά οἱ ἀσπαίρουσα καὶ οὐρίαχον πελέμιζεν |
| 444 | Primary ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης· |
| 445 | Primary Ἰδομενεὺς δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας |
| 446 | Primary Δηΐφοβʼ ἦ ἄρα δή τι ἐΐσκομεν ἄξιον εἶναι |
| 447 | Primary τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι; ἐπεὶ σύ περ εὔχεαι οὕτω. |
| 448 | Primary δαιμόνιʼ ἀλλὰ καὶ αὐτὸς ἐναντίον ἵστασʼ ἐμεῖο, |
| 449 | Primary ὄφρα ἴδῃ οἷος Ζηνὸς γόνος ἐνθάδʼ ἱκάνω, |
| 450 | Primary ὃς πρῶτον Μίνωα τέκε Κρήτῃ ἐπίουρον· |
| 451 | Primary Μίνως δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Δευκαλίωνα, |
| 452 | Primary Δευκαλίων δʼ ἐμὲ τίκτε πολέσσʼ ἄνδρεσσιν ἄνακτα |
| 453 | Primary Κρήτῃ ἐν εὐρείῃ· νῦν δʼ ἐνθάδε νῆες ἔνεικαν |
| 454 | Primary σοί τε κακὸν καὶ πατρὶ καὶ ἄλλοισι Τρώεσσιν. |
| 455 | Primary ὣς φάτο, Δηΐφοβος δὲ διάνδιχα μερμήριξεν |
| 456 | Primary ἤ τινά που Τρώων ἑταρίσσαιτο μεγαθύμων |
| 457 | Primary ἂψ ἀναχωρήσας, ἦ πειρήσαιτο καὶ οἶος. |
| 458 | Primary ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι |
| 459 | Primary βῆναι ἐπʼ Αἰνείαν· τὸν δʼ ὕστατον εὗρεν ὁμίλου |
| 460 | Primary ἑσταότʼ· αἰεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ |
| 461 | Primary οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκεν. |
| 462 | Primary ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· |
| 463 | Primary Αἰνεία Τρώων βουληφόρε νῦν σε μάλα χρὴ |
| 464 | Primary γαμβρῷ ἀμυνέμεναι, εἴ πέρ τί σε κῆδος ἱκάνει. |
| 465 | Primary ἀλλʼ ἕπευ Ἀλκαθόῳ ἐπαμύνομεν, ὅς σε πάρος γε |
| 466 | Primary γαμβρὸς ἐὼν ἔθρεψε δόμοις ἔνι τυτθὸν ἐόντα· |
| 467 | Primary τὸν δέ τοι Ἰδομενεὺς δουρικλυτὸς ἐξενάριξεν. |
| 468 | Primary ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, |
| 469 | Primary βῆ δὲ μετʼ Ἰδομενῆα μέγα πτολέμοιο μεμηλώς. |
| 470 | Primary ἀλλʼ οὐκ Ἰδομενῆα φόβος λάβε τηλύγετον ὥς, |
| 471 | Primary ἀλλʼ ἔμενʼ ὡς ὅτε τις σῦς οὔρεσιν ἀλκὶ πεποιθώς, |
| 472 | Primary ὅς τε μένει κολοσυρτὸν ἐπερχόμενον πολὺν ἀνδρῶν |
| 473 | Primary χώρῳ ἐν οἰοπόλῳ, φρίσσει δέ τε νῶτον ὕπερθεν· |
| 474 | Primary ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον· αὐτὰρ ὀδόντας |
| 475 | Primary θήγει, ἀλέξασθαι μεμαὼς κύνας ἠδὲ καὶ ἄνδρας· |
| 476 | Primary ὣς μένεν Ἰδομενεὺς δουρικλυτός, οὐδʼ ὑπεχώρει, |
| 477 | Primary Αἰνείαν ἐπιόντα βοηθόον· αὖε δʼ ἑταίρους |
| 478 | Primary Ἀσκάλαφόν τʼ ἐσορῶν Ἀφαρῆά τε Δηΐπυρόν τε |
| 479 | Primary Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς· |
| 480 | Primary τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· |
| 481 | Primary δεῦτε φίλοι, καί μʼ οἴῳ ἀμύνετε· δείδια δʼ αἰνῶς |
| 482 | Primary Αἰνείαν ἐπιόντα πόδας ταχύν, ὅς μοι ἔπεισιν, |
| 483 | Primary ὃς μάλα καρτερός ἐστι μάχῃ ἔνι φῶτας ἐναίρειν· |
| 484 | Primary καὶ δʼ ἔχει ἥβης ἄνθος, ὅ τε κράτος ἐστὶ μέγιστον. |
| 485 | Primary εἰ γὰρ ὁμηλικίη γε γενοίμεθα τῷδʼ ἐπὶ θυμῷ |
| 486 | Primary αἶψά κεν ἠὲ φέροιτο μέγα κράτος, ἠὲ φεροίμην. |
| 487 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἕνα φρεσὶ θυμὸν ἔχοντες |
| 488 | Primary πλησίοι ἔστησαν, σάκεʼ ὤμοισι κλίναντες. |
| 489 | Primary Αἰνείας δʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισι |
| 490 | Primary Δηΐφοβόν τε Πάριν τʼ ἐσορῶν καὶ Ἀγήνορα δῖον, |
| 491 | Primary οἵ οἱ ἅμʼ ἡγεμόνες Τρώων ἔσαν· αὐτὰρ ἔπειτα |
| 492 | Primary λαοὶ ἕπονθʼ, ὡς εἴ τε μετὰ κτίλον ἕσπετο μῆλα |
| 493 | Primary πιόμενʼ ἐκ βοτάνης· γάνυται δʼ ἄρα τε φρένα ποιμήν· |
| 494 | Primary ὣς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει |
| 495 | Primary ὡς ἴδε λαῶν ἔθνος ἐπισπόμενον ἑοῖ αὐτῷ. |
| 496 | Primary οἳ δʼ ἀμφʼ Ἀλκαθόῳ αὐτοσχεδὸν ὁρμήθησαν |
| 497 | Primary μακροῖσι ξυστοῖσι· περὶ στήθεσσι δὲ χαλκὸς |
| 498 | Primary σμερδαλέον κονάβιζε τιτυσκομένων καθʼ ὅμιλον |
| 499 | Primary ἀλλήλων· δύο δʼ ἄνδρες ἀρήϊοι ἔξοχον ἄλλων |
| 500 | Primary Αἰνείας τε καὶ Ἰδομενεὺς ἀτάλαντοι Ἄρηϊ |
| 501 | Primary ἵεντʼ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ. |
| 502 | Primary Αἰνείας δὲ πρῶτος ἀκόντισεν Ἰδομενῆος· |
| 503 | Primary ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος, |
| 504 | Primary αἰχμὴ δʼ Αἰνείαο κραδαινομένη κατὰ γαίης |
| 505 | Primary ᾤχετʼ, ἐπεί ῥʼ ἅλιον στιβαρῆς ἀπὸ χειρὸς ὄρουσεν. |
| 506 | Primary Ἰδομενεὺς δʼ ἄρα Οἰνόμαον βάλε γαστέρα μέσσην, |
| 507 | Primary ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς |
| 508 | Primary ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. |
| 509 | Primary Ἰδομενεὺς δʼ ἐκ μὲν νέκυος δολιχόσκιον ἔγχος |
| 510 | Primary ἐσπάσατʼ, οὐδʼ ἄρʼ ἔτʼ ἄλλα δυνήσατο τεύχεα καλὰ |
| 511 | Primary ὤμοιιν ἀφελέσθαι· ἐπείγετο γὰρ βελέεσσιν. |
| 512 | Primary οὐ γὰρ ἔτʼ ἔμπεδα γυῖα ποδῶν ἦν ὁρμηθέντι, |
| 513 | Primary οὔτʼ ἄρʼ ἐπαΐξαι μεθʼ ἑὸν· βέλος οὔτʼ ἀλέασθαι. |
| 514 | Primary τώ ῥα καὶ ἐν σταδίῃ μὲν ἀμύνετο νηλεὲς ἦμαρ, |
| 515 | Primary τρέσσαι δʼ οὐκ ἔτι ῥίμφα πόδες φέρον ἐκ πολέμοιο. |
| 516 | Primary τοῦ δὲ βάδην ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ |
| 517 | Primary Δηΐφοβος· δὴ γάρ οἱ ἔχεν κότον ἐμμενὲς αἰεί. |
| 518 | Primary ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτεν, ὃ δʼ Ἀσκάλαφον βάλε δουρὶ |
| 519 | Primary υἱὸν Ἐνυαλίοιο· διʼ ὤμου δʼ ὄβριμον ἔγχος |
| 520 | Primary ἔσχεν· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. |
| 521 | Primary οὐδʼ ἄρα πώ τι πέπυστο βριήπυος ὄβριμος Ἄρης |
| 522 | Primary υἷος ἑοῖο πεσόντος ἐνὶ κρατερῇ ὑσμίνῃ, |
| 523 | Primary ἀλλʼ ὅ γʼ ἄρʼ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν |
| 524 | Primary ἧστο Διὸς βουλῇσιν ἐελμένος, ἔνθά περ ἄλλοι |
| 525 | Primary ἀθάνατοι θεοὶ ἦσαν ἐεργόμενοι πολέμοιο. |
| 526 | Primary οἳ δʼ ἀμφʼ Ἀσκαλάφῳ αὐτοσχεδὸν ὁρμήθησαν· |
| 527 | Primary Δηΐφοβος μὲν ἀπʼ Ἀσκαλάφου πήληκα φαεινὴν |
| 528 | Primary ἥρπασε, Μηριόνης δὲ θοῷ ἀτάλαντος Ἄρηϊ |
| 529 | Primary δουρὶ βραχίονα τύψεν ἐπάλμενος, ἐκ δʼ ἄρα χειρὸς |
| 530 | Primary αὐλῶπις τρυφάλεια χαμαὶ βόμβησε πεσοῦσα. |
| 531 | Primary Μηριόνης δʼ ἐξ αὖτις ἐπάλμενος αἰγυπιὸς ὣς |
| 532 | Primary ἐξέρυσε πρυμνοῖο βραχίονος ὄβριμον ἔγχος, |
| 533 | Primary ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο. τὸν δὲ Πολίτης |
| 534 | Primary αὐτοκασίγνητος περὶ μέσσῳ χεῖρε τιτήνας |
| 535 | Primary ἐξῆγεν πολέμοιο δυσηχέος, ὄφρʼ ἵκεθʼ ἵππους |
| 536 | Primary ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο |
| 537 | Primary ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· |
| 538 | Primary οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα |
| 539 | Primary τειρόμενον· κατὰ δʼ αἷμα νεουτάτου ἔρρεε χειρός. |
| 540 | Primary οἳ δʼ ἄλλοι μάρναντο, βοὴ δʼ ἄσβεστος ὀρώρει. |
| 541 | Primary ἔνθʼ Αἰνέας Ἀφαρῆα Καλητορίδην ἐπορούσας |
| 542 | Primary λαιμὸν τύψʼ ἐπὶ οἷ τετραμμένον ὀξέϊ δουρί· |
| 543 | Primary ἐκλίνθη δʼ ἑτέρωσε κάρη, ἐπὶ δʼ ἀσπὶς ἑάφθη |
| 544 | Primary καὶ κόρυς, ἀμφὶ δέ οἱ θάνατος χύτο θυμοραϊστής. |
| 545 | Primary Ἀντίλοχος δὲ Θόωνα μεταστρεφθέντα δοκεύσας |
| 546 | Primary οὔτασʼ ἐπαΐξας, ἀπὸ δὲ φλέβα πᾶσαν ἔκερσεν, |
| 547 | Primary ἥ τʼ ἀνὰ νῶτα θέουσα διαμπερὲς αὐχένʼ ἱκάνει· |
| 548 | Primary τὴν ἀπὸ πᾶσαν ἔκερσεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι |
| 549 | Primary κάππεσεν, ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας. |
| 550 | Primary Ἀντίλοχος δʼ ἐπόρουσε, καὶ αἴνυτο τεύχεʼ ἀπʼ ὤμων |
| 551 | Primary παπταίνων· Τρῶες δὲ περισταδὸν ἄλλοθεν ἄλλος |
| 552 | Primary οὔταζον σάκος εὐρὺ παναίολον, οὐδὲ δύναντο |
| 553 | Primary εἴσω ἐπιγράψαι τέρενα χρόα νηλέϊ χαλκῷ |
| 554 | Primary Ἀντιλόχου· πέρι γάρ ῥα Ποσειδάων ἐνοσίχθων |
| 555 | Primary Νέστορος υἱὸν ἔρυτο καὶ ἐν πολλοῖσι βέλεσσιν. |
| 556 | Primary οὐ μὲν γάρ ποτʼ ἄνευ δηΐων ἦν, ἀλλὰ κατʼ αὐτοὺς |
| 557 | Primary στρωφᾶτʼ· οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας, ἀλλὰ μάλʼ αἰεὶ |
| 558 | Primary σειόμενον ἐλέλικτο· τιτύσκετο δὲ φρεσὶν ᾗσιν |
| 559 | Primary ἤ τευ ἀκοντίσσαι, ἠὲ σχεδὸν ὁρμηθῆναι. |
| 560 | Primary ἀλλʼ οὐ λῆθʼ Ἀδάμαντα τιτυσκόμενος καθʼ ὅμιλον |
| 561 | Primary Ἀσιάδην, ὅ οἱ οὖτα μέσον σάκος ὀξέϊ χαλκῷ |
| 562 | Primary ἐγγύθεν ὁρμηθείς· ἀμενήνωσεν δέ οἱ αἰχμὴν |
| 563 | Primary κυανοχαῖτα Ποσειδάων βιότοιο μεγήρας. |
| 564 | Primary καὶ τὸ μὲν αὐτοῦ μεῖνʼ ὥς τε σκῶλος πυρίκαυστος |
| 565 | Primary ἐν σάκει Ἀντιλόχοιο, τὸ δʼ ἥμισυ κεῖτʼ ἐπὶ γαίης· |
| 566 | Primary ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων· |
| 567 | Primary Μηριόνης δʼ ἀπιόντα μετασπόμενος βάλε δουρὶ |
| 568 | Primary αἰδοίων τε μεσηγὺ καὶ ὀμφαλοῦ, ἔνθα μάλιστα |
| 569 | Primary γίγνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. |
| 570 | Primary ἔνθά οἱ ἔγχος ἔπηξεν· ὃ δʼ ἑσπόμενος περὶ δουρὶ |
| 571 | Primary ἤσπαιρʼ ὡς ὅτε βοῦς τόν τʼ οὔρεσι βουκόλοι ἄνδρες |
| 572 | Primary ἰλλάσιν οὐκ ἐθέλοντα βίῃ δήσαντες ἄγουσιν· |
| 573 | Primary ὣς ὃ τυπεὶς ἤσπαιρε μίνυνθά περ, οὔ τι μάλα δήν, |
| 574 | Primary ὄφρά οἱ ἐκ χροὸς ἔγχος ἀνεσπάσατʼ ἐγγύθεν ἐλθὼν |
| 575 | Primary ἥρως Μηριόνης· τὸν δὲ σκότος ὄσσε κάλυψε. |
| 576 | Primary Δηΐπυρον δʼ Ἕλενος ξίφεϊ σχεδὸν ἤλασε κόρσην |
| 577 | Primary Θρηϊκίῳ μεγάλῳ, ἀπὸ δὲ τρυφάλειαν ἄραξεν. |
| 578 | Primary ἣ μὲν ἀποπλαγχθεῖσα χαμαὶ πέσε, καί τις Ἀχαιῶν |
| 579 | Primary μαρναμένων μετὰ ποσσὶ κυλινδομένην ἐκόμισσε· |
| 580 | Primary τὸν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν. |
| 581 | Primary Ἀτρεΐδην δʼ ἄχος εἷλε βοὴν ἀγαθὸν Μενέλαον· |
| 582 | Primary βῆ δʼ ἐπαπειλήσας Ἑλένῳ ἥρωϊ ἄνακτι |
| 583 | Primary ὀξὺ δόρυ κραδάων· ὃ δὲ τόξου πῆχυν ἄνελκε. |
| 584 | Primary τὼ δʼ ἄρʼ ὁμαρτήδην ὃ μὲν ἔγχεϊ ὀξυόεντι |
| 585 | Primary ἵετʼ ἀκοντίσσαι, ὃ δʼ ἀπὸ νευρῆφιν ὀϊστῷ. |
| 586 | Primary Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ἰῷ |
| 587 | Primary θώρηκος γύαλον, ἀπὸ δʼ ἔπτατο πικρὸς ὀϊστός. |
| 588 | Primary ὡς δʼ ὅτʼ ἀπὸ πλατέος πτυόφιν μεγάλην κατʼ ἀλωὴν |
| 589 | Primary θρῴσκωσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι |
| 590 | Primary πνοιῇ ὕπο λιγυρῇ καὶ λικμητῆρος ἐρωῇ, |
| 591 | Primary ὣς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο |
| 592 | Primary πολλὸν ἀποπλαγχθεὶς ἑκὰς ἔπτατο πικρὸς ὀϊστός. |
| 593 | Primary Ἀτρεΐδης δʼ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος |
| 594 | Primary τὴν βάλεν ᾗ ῥʼ ἔχε τόξον ἐΰξοον· ἐν δʼ ἄρα τόξῳ |
| 595 | Primary ἀντικρὺ διὰ χειρὸς ἐλήλατο χάλκεον ἔγχος. |
| 596 | Primary ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων |
| 597 | Primary χεῖρα παρακρεμάσας· τὸ δʼ ἐφέλκετο μείλινον ἔγχος. |
| 598 | Primary καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ, |
| 599 | Primary αὐτὴν δὲ ξυνέδησεν ἐϋστρεφεῖ οἰὸς ἀώτῳ |
| 600 | Primary σφενδόνῃ, ἣν ἄρα οἱ θεράπων ἔχε ποιμένι λαῶν. |
| 601 | Primary Πείσανδρος δʼ ἰθὺς Μενελάου κυδαλίμοιο |
| 602 | Primary ἤϊε· τὸν δʼ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ |
| 603 | Primary σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι. |
| 604 | Primary οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες |
| 605 | Primary Ἀτρεΐδης μὲν ἅμαρτε, παραὶ δέ οἱ ἐτράπετʼ ἔγχος, |
| 606 | Primary Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο |
| 607 | Primary οὔτασεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι· |
| 608 | Primary ἔσχεθε γὰρ σάκος εὐρύ, κατεκλάσθη δʼ ἐνὶ καυλῷ |
| 609 | Primary ἔγχος· ὃ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην. |
| 610 | Primary Ἀτρεΐδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον |
| 611 | Primary ἆλτʼ ἐπὶ Πεισάνδρῳ· ὃ δʼ ὑπʼ ἀσπίδος εἵλετο καλὴν |
| 612 | Primary ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφὶ πελέκκῳ |
| 613 | Primary μακρῷ ἐϋξέστῳ· ἅμα δʼ ἀλλήλων ἐφίκοντο. |
| 614 | Primary ἤτοι ὃ μὲν κόρυθος φάλον ἤλασεν ἱπποδασείης |
| 615 | Primary ἄκρον ὑπὸ λόφον αὐτόν, ὃ δὲ προσιόντα μέτωπον |
| 616 | Primary ῥινὸς ὕπερ πυμάτης· λάκε δʼ ὀστέα, τὼ δέ οἱ ὄσσε |
| 617 | Primary πὰρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν, |
| 618 | Primary ἰδνώθη δὲ πεσών· ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων |
| 619 | Primary τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· |
| 620 | Primary λείψετέ θην οὕτω γε νέας Δαναῶν ταχυπώλων |
| 621 | Primary Τρῶες ὑπερφίαλοι δεινῆς ἀκόρητοι ἀϋτῆς, |
| 622 | Primary ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς |
| 623 | Primary ἣν ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ |
| 624 | Primary Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδείσατε μῆνιν |
| 625 | Primary ξεινίου, ὅς τέ ποτʼ ὔμμι διαφθέρσει πόλιν αἰπήν· |
| 626 | Primary οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ |
| 627 | Primary μὰψ οἴχεσθʼ ἀνάγοντες, ἐπεὶ φιλέεσθε παρʼ αὐτῇ· |
| 628 | Primary νῦν αὖτʼ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι |
| 629 | Primary πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δʼ ἥρωας Ἀχαιούς. |
| 630 | Primary ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος. |
| 631 | Primary Ζεῦ πάτερ ἦ τέ σέ φασι περὶ φρένας ἔμμεναι ἄλλων |
| 632 | Primary ἀνδρῶν ἠδὲ θεῶν· σέο δʼ ἐκ τάδε πάντα πέλονται· |
| 633 | Primary οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι |
| 634 | Primary Τρωσίν, τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται |
| 635 | Primary φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο. |
| 636 | Primary πάντων μὲν κόρος ἐστὶ καὶ ὕπνου καὶ φιλότητος |
| 637 | Primary μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο, |
| 638 | Primary τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἷναι |
| 639 | Primary ἢ πολέμου· Τρῶες δὲ μάχης ἀκόρητοι ἔασιν. |
| 640 | Primary ὣς εἰπὼν τὰ μὲν ἔντεʼ ἀπὸ χροὸς αἱματόεντα |
| 641 | Primary συλήσας ἑτάροισι δίδου Μενέλαος ἀμύμων, |
| 642 | Primary αὐτὸς δʼ αὖτʼ ἐξ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. |
| 643 | Primary ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος |
| 644 | Primary Ἁρπαλίων, ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίξων |
| 645 | Primary ἐς τροίην, οὐδʼ αὖτις ἀφίκετο πατρίδα γαῖαν· |
| 646 | Primary ὅς ῥα τότʼ Ἀτρεΐδαο μέσον σάκος οὔτασε δουρὶ |
| 647 | Primary ἐγγύθεν, οὐδὲ διὰ πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι |
| 648 | Primary ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων |
| 649 | Primary πάντοσε παπταίνων μή τις χρόα χαλκῷ ἐπαύρῃ. |
| 650 | Primary Μηριόνης δʼ ἀπιόντος ἵει χαλκήρεʼ ὀϊστόν, |
| 651 | Primary καί ῥʼ ἔβαλε γλουτὸν κάτα δεξιόν· αὐτὰρ ὀϊστὸς |
| 652 | Primary ἀντικρὺ κατὰ κύστιν ὑπʼ ὀστέον ἐξεπέρησεν. |
| 653 | Primary ἑζόμενος δὲ κατʼ αὖθι φίλων ἐν χερσὶν ἑταίρων |
| 654 | Primary θυμὸν ἀποπνείων, ὥς τε σκώληξ ἐπὶ γαίῃ |
| 655 | Primary κεῖτο ταθείς· ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. |
| 656 | Primary τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο, |
| 657 | Primary ἐς δίφρον δʼ ἀνέσαντες ἄγον προτὶ Ἴλιον ἱρὴν |
| 658 | Primary ἀχνύμενοι· μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων, |
| 659 | Primary ποινὴ δʼ οὔ τις παιδὸς ἐγίγνετο τεθνηῶτος. |
| 660 | Primary τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη· |
| 661 | Primary ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι· |
| 662 | Primary τοῦ ὅ γε χωόμενος προΐει χαλκήρεʼ ὀϊστόν. |
| 663 | Primary ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς |
| 664 | Primary ἀφνειός τʼ ἀγαθός τε Κορινθόθι οἰκία ναίων, |
| 665 | Primary ὅς ῥʼ εὖ εἰδὼς κῆρʼ ὀλοὴν ἐπὶ νηὸς ἔβαινε· |
| 666 | Primary πολλάκι γάρ οἱ ἔειπε γέρων ἀγαθὸς Πολύϊδος |
| 667 | Primary νούσῳ ὑπʼ ἀργαλέῃ φθίσθαι οἷς ἐν μεγάροισιν, |
| 668 | Primary ἢ μετʼ Ἀχαιῶν νηυσὶν ὑπὸ Τρώεσσι δαμῆναι· |
| 669 | Primary τώ ῥʼ ἅμα τʼ ἀργαλέην θωὴν ἀλέεινεν Ἀχαιῶν |
| 670 | Primary νοῦσόν τε στυγερήν, ἵνα μὴ πάθοι ἄλγεα θυμῷ. |
| 671 | Primary τὸν βάλʼ ὑπὸ γναθμοῖο. καὶ οὔατος· ὦκα δὲ θυμὸς |
| 672 | Primary ᾤχετʼ ἀπὸ μελέων, στυγερὸς δʼ ἄρα μιν σκότος εἷλεν. |
| 673 | Primary ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο· |
| 674 | Primary Ἕκτωρ δʼ οὐκ ἐπέπυστο Διῒ φίλος, οὐδέ τι ᾔδη |
| 675 | Primary ὅττί ῥά οἱ νηῶν ἐπʼ ἀριστερὰ δηϊόωντο |
| 676 | Primary λαοὶ ὑπʼ Ἀργείων. τάχα δʼ ἂν καὶ κῦδος Ἀχαιῶν |
| 677 | Primary ἔπλετο· τοῖος γὰρ γαιήοχος ἐννοσίγαιος |
| 678 | Primary ὄτρυνʼ Ἀργείους, πρὸς δὲ σθένει αὐτὸς ἄμυνεν· |
| 679 | Primary ἀλλʼ ἔχεν ᾗ τὰ πρῶτα πύλας καὶ τεῖχος ἐσᾶλτο |
| 680 | Primary ῥηξάμενος Δαναῶν πυκινὰς στίχας ἀσπιστάων, |
| 681 | Primary ἔνθʼ ἔσαν Αἴαντός τε νέες καὶ Πρωτεσιλάου |
| 682 | Primary θῖνʼ ἔφʼ ἁλὸς πολιῆς εἰρυμέναι· αὐτὰρ ὕπερθε |
| 683 | Primary τεῖχος ἐδέδμητο χθαμαλώτατον, ἔνθα μάλιστα |
| 684 | Primary ζαχρηεῖς γίγνοντο μάχῃ αὐτοί τε καὶ ἵπποι. |
| 685 | Primary ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες ἑλκεχίτωνες |
| 686 | Primary Λοκροὶ καὶ Φθῖοι καὶ φαιδιμόεντες Ἐπειοὶ |
| 687 | Primary σπουδῇ ἐπαΐσσοντα νεῶν ἔχον, οὐδὲ δύναντο |
| 688 | Primary ὦσαι ἀπὸ σφείων φλογὶ εἴκελον Ἕκτορα δῖον |
| 689 | Primary οἳ μὲν Ἀθηναίων προλελεγμένοι· ἐν δʼ ἄρα τοῖσιν |
| 690 | Primary ἦρχʼ υἱὸς Πετεῶο Μενεσθεύς, οἳ δʼ ἅμʼ ἕποντο |
| 691 | Primary Φείδας τε Στιχίος τε Βίας τʼ ἐΰς· αὐτὰρ Ἐπειῶν |
| 692 | Primary Φυλεΐδης τε Μέγης Ἀμφίων τε Δρακίος τε, |
| 693 | Primary πρὸ Φθίων δὲ Μέδων τε μενεπτόλεμός τε Ποδάρκης. |
| 694 | Primary ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο |
| 695 | Primary ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν |
| 696 | Primary ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς |
| 697 | Primary γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· |
| 698 | Primary αὐτὰρ ὃ Ἰφίκλοιο πάϊς τοῦ Φυλακίδαο. |
| 699 | Primary οἳ μὲν πρὸ Φθίων μεγαθύμων θωρηχθέντες |
| 700 | Primary ναῦφιν ἀμυνόμενοι μετὰ Βοιωτῶν ἐμάχοντο· |
| 701 | Primary Αἴας δʼ οὐκέτι πάμπαν Ὀϊλῆος ταχὺς υἱὸς |
| 702 | Primary ἵστατʼ ἀπʼ Αἴαντος Τελαμωνίου οὐδʼ ἠβαιόν, |
| 703 | Primary ἀλλʼ ὥς τʼ ἐν νειῷ βόε οἴνοπε πηκτὸν ἄροτρον |
| 704 | Primary ἶσον θυμὸν ἔχοντε τιταίνετον· ἀμφὶ δʼ ἄρά σφι |
| 705 | Primary πρυμνοῖσιν κεράεσσι πολὺς ἀνακηκίει ἱδρώς· |
| 706 | Primary τὼ μέν τε ζυγὸν οἶον ἐΰξοον ἀμφὶς ἐέργει |
| 707 | Primary ἱεμένω κατὰ ὦλκα· τέμει δέ τε τέλσον ἀρούρης· |
| 708 | Primary ὣς τὼ παρβεβαῶτε μάλʼ ἕστασαν ἀλλήλοιιν. |
| 709 | Primary ἀλλʼ ἤτοι Τελαμωνιάδῃ πολλοί τε καὶ ἐσθλοὶ |
| 710 | Primary λαοὶ ἕπονθʼ ἕταροι, οἵ οἱ σάκος ἐξεδέχοντο |
| 711 | Primary ὁππότε μιν κάματός τε καὶ ἱδρὼς γούναθʼ ἵκοιτο. |
| 712 | Primary οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο· |
| 713 | Primary οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ· |
| 714 | Primary οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ἱπποδασείας, |
| 715 | Primary οὐδʼ ἔχον ἀσπίδας εὐκύκλους καὶ μείλινα δοῦρα, |
| 716 | Primary ἀλλʼ ἄρα τόξοισιν καὶ ἐϋστρεφεῖ οἶος ἀώτῳ |
| 717 | Primary Ἴλιον εἰς ἅμʼ ἕποντο πεποιθότες, οἷσιν ἔπειτα |
| 718 | Primary ταρφέα βάλλοντες Τρώων ῥήγνυντο φάλαγγας· |
| 719 | Primary δή ῥα τόθʼ οἳ μὲν πρόσθε σὺν ἔντεσι δαιδαλέοισι |
| 720 | Primary μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ, |
| 721 | Primary οἳ δʼ ὄπιθεν βάλλοντες ἐλάνθανον· οὐδέ τι χάρμης |
| 722 | Primary Τρῶες μιμνήσκοντο· συνεκλόνεον γὰρ ὀϊστοί. |
| 723 | Primary ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων |
| 724 | Primary Τρῶες ἐχώρησαν προτὶ Ἴλιον ἠνεμόεσσαν, |
| 725 | Primary εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς· |
| 726 | Primary Ἕκτορ ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι. |
| 727 | Primary οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα |
| 728 | Primary τοὔνεκα καὶ βουλῇ ἐθέλεις περιίδμεναι ἄλλων· |
| 729 | Primary ἀλλʼ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι. |
| 730 | Primary ἄλλῳ μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα, |
| 731 | Primary ἄλλῳ δʼ ὀρχηστύν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν, |
| 732 | Primary ἄλλῳ δʼ ἐν στήθεσσι τιθεῖ νόον εὐρύοπα Ζεὺς |
| 733 | Primary ἐσθλόν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντʼ ἄνθρωποι, |
| 734 | Primary καί τε πολέας ἐσάωσε, μάλιστα δὲ καὐτὸς ἀνέγνω. |
| 735 | Primary αὐτὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα· |
| 736 | Primary πάντῃ γάρ σε περὶ στέφανος πολέμοιο δέδηε· |
| 737 | Primary Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατὰ τεῖχος ἔβησαν |
| 738 | Primary οἳ μὲν ἀφεστᾶσιν σὺν τεύχεσιν, οἳ δὲ μάχονται |
| 739 | Primary παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας. |
| 740 | Primary ἀλλʼ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους· |
| 741 | Primary ἔνθεν δʼ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν |
| 742 | Primary ἤ κεν ἐνὶ νήεσσι πολυκλήϊσι πέσωμεν |
| 743 | Primary αἴ κʼ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἦ κεν ἔπειτα |
| 744 | Primary πὰρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε |
| 745 | Primary δείδω μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ |
| 746 | Primary χρεῖος, ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆτος πολέμοιο |
| 747 | Primary μίμνει, ὃν οὐκέτι πάγχυ μάχης σχήσεσθαι ὀΐω. |
| 748 | Primary ὣς φάτο Πουλυδάμας, ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, |
| 749 | Primary αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε |
| 750 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 751 | Primary Πουλυδάμα σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους, |
| 752 | Primary αὐτὰρ ἐγὼ κεῖσʼ εἶμι καὶ ἀντιόω πολέμοιο· |
| 753 | Primary αἶψα δʼ ἐλεύσομαι αὖτις ἐπὴν εὖ τοῖς ἐπιτείλω. |
| 754 | Primary ἦ ῥα, καὶ ὁρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς |
| 755 | Primary κεκλήγων, διὰ δὲ Τρώων πέτετʼ ἠδʼ ἐπικούρων. |
| 756 | Primary οἳ δʼ ἐς Πανθοΐδην ἀγαπήνορα Πουλυδάμαντα |
| 757 | Primary πάντες ἐπεσσεύοντʼ, ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν. |
| 758 | Primary αὐτὰρ ὃ Δηΐφοβόν τε βίην θʼ Ἑλένοιο ἄνακτος |
| 759 | Primary Ἀσιάδην τʼ Ἀδάμαντα καὶ Ἄσιον Ὑρτάκου υἱὸν |
| 760 | Primary φοίτα ἀνὰ προμάχους διζήμενος, εἴ που ἐφεύροι. |
| 761 | Primary τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας οὐδʼ ἀνολέθρους· |
| 762 | Primary ἀλλʼ οἳ μὲν δὴ νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν |
| 763 | Primary χερσὶν ὑπʼ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες, |
| 764 | Primary οἳ δʼ ἐν τείχει ἔσαν βεβλημένοι οὐτάμενοί τε. |
| 765 | Primary τὸν δὲ τάχʼ εὗρε μάχης ἐπʼ ἀριστερὰ δακρυοέσσης |
| 766 | Primary δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο |
| 767 | Primary θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, |
| 768 | Primary ἀγχοῦ δʼ ἱστάμενος προσέφη αἰσχροῖς ἐπέεσσι· |
| 769 | Primary Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτὰ |
| 770 | Primary ποῦ τοι Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος |
| 771 | Primary Ἀσιάδης τʼ Ἀδάμας ἠδʼ Ἄσιος Ὑρτάκου υἱός; |
| 772 | Primary ποῦ δέ τοι Ὀθρυονεύς; νῦν ὤλετο πᾶσα κατʼ ἄκρης |
| 773 | Primary Ἴλιος αἰπεινή· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. |
| 774 | Primary τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· |
| 775 | Primary Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι, |
| 776 | Primary ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο |
| 777 | Primary μέλλω, ἐπεὶ οὐδʼ ἐμὲ πάμπαν ἀνάλκιδα γείνατο μήτηρ· |
| 778 | Primary ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων, |
| 779 | Primary ἐκ τοῦ δʼ ἐνθάδʼ ἐόντες ὁμιλέομεν Δαναοῖσι |
| 780 | Primary νωλεμέως· ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾷς. |
| 781 | Primary οἴω Δηΐφοβός τε βίη θʼ Ἑλένοιο ἄνακτος |
| 782 | Primary οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν |
| 783 | Primary ἀμφοτέρω κατὰ χεῖρα· φόνον δʼ ἤμυνε Κρονίων. |
| 784 | Primary νῦν δʼ ἄρχʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει· |
| 785 | Primary ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι |
| 786 | Primary ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι. |
| 787 | Primary πὰρ δύναμιν δʼ οὐκ ἔστι καὶ ἐσσύμενον πολεμίζειν. |
| 788 | Primary ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως· |
| 789 | Primary βὰν δʼ ἴμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ἦεν |
| 790 | Primary ἀμφί τε Κεβριόνην καὶ ἀμύμονα Πουλυδάμαντα |
| 791 | Primary Φάλκην Ὀρθαῖόν τε καὶ ἀντίθεον Πολυφήτην |
| 792 | Primary Πάλμύν τʼ Ἀσκάνιόν τε Μόρυν θʼ υἷʼ Ἱπποτίωνος, |
| 793 | Primary οἵ ῥʼ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοὶ |
| 794 | Primary ἠοῖ τῇ προτέρῃ· τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι. |
| 795 | Primary οἳ δʼ ἴσαν ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ, |
| 796 | Primary ἥ ῥά θʼ ὑπὸ βροντῆς πατρὸς Διὸς εἶσι πέδον δέ, |
| 797 | Primary θεσπεσίῳ δʼ ὁμάδῳ ἁλὶ μίσγεται, ἐν δέ τε πολλὰ |
| 798 | Primary κύματα παφλάζοντα πολυφλοίσβοιο θαλάσσης |
| 799 | Primary κυρτὰ φαληριόωντα, πρὸ μέν τʼ ἄλλʼ, αὐτὰρ ἐπʼ ἄλλα· |
| 800 | Primary ὣς Τρῶες πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπʼ ἄλλοι, |
| 801 | Primary χαλκῷ μαρμαίροντες ἅμʼ ἡγεμόνεσσιν ἕποντο. |
| 802 | Primary Ἕκτωρ δʼ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ |
| 803 | Primary Πριαμίδης· πρόσθεν δʼ ἔχεν ἀσπίδα πάντοσʼ ἐΐσην |
| 804 | Primary ῥινοῖσιν πυκινήν, πολλὸς δʼ ἐπελήλατο χαλκός· |
| 805 | Primary ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ. |
| 806 | Primary πάντῃ δʼ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων, |
| 807 | Primary εἴ πώς οἱ εἴξειαν ὑπασπίδια προβιβῶντι· |
| 808 | Primary ἀλλʼ οὐ σύγχει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. |
| 809 | Primary Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων· |
| 810 | Primary δαιμόνιε σχεδὸν ἐλθέ· τί ἢ δειδίσσεαι αὔτως |
| 811 | Primary Ἀργείους; οὔ τοί τι μάχης ἀδαήμονές εἰμεν, |
| 812 | Primary ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί. |
| 813 | Primary ἦ θήν πού τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν |
| 814 | Primary νῆας· ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν. |
| 815 | Primary ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ |
| 816 | Primary χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. |
| 817 | Primary σοὶ δʼ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι ὁππότε φεύγων |
| 818 | Primary ἀρήσῃ Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι |
| 819 | Primary θάσσονας ἰρήκων ἔμεναι καλλίτριχας ἵππους, |
| 820 | Primary οἵ σε πόλιν δʼ οἴσουσι κονίοντες πεδίοιο. |
| 821 | Primary ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις |
| 822 | Primary αἰετὸς ὑψιπέτης· ἐπὶ δʼ ἴαχε λαὸς Ἀχαιῶν |
| 823 | Primary θάρσυνος οἰωνῷ· ὃ δʼ ἀμείβετο φαίδιμος Ἕκτωρ· |
| 824 | Primary Αἶαν ἁμαρτοεπὲς βουγάϊε ποῖον ἔειπες· |
| 825 | Primary εἰ γὰρ ἐγὼν οὕτω γε Διὸς πάϊς αἰγιόχοιο |
| 826 | Primary εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη, |
| 827 | Primary τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων, |
| 828 | Primary ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισι |
| 829 | Primary πᾶσι μάλʼ, ἐν δὲ σὺ τοῖσι πεφήσεαι, αἴ κε ταλάσσῃς |
| 830 | Primary μεῖναι ἐμὸν δόρυ μακρόν, ὅ τοι χρόα λειριόεντα |
| 831 | Primary δάψει· ἀτὰρ Τρώων κορέεις κύνας ἠδʼ οἰωνοὺς |
| 832 | Primary δημῷ καὶ σάρκεσσι πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν. |
| 833 | Primary ὣς ἄρα φωνήσας ἡγήσατο· τοὶ δʼ ἅμʼ ἕποντο |
| 834 | Primary ἠχῇ θεσπεσίῃ, ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθεν. |
| 835 | Primary Ἀργεῖοι δʼ ἑτέρωθεν ἐπίαχον, οὐδὲ λάθοντο |
| 836 | Primary ἀλκῆς, ἀλλʼ ἔμενον Τρώων ἐπιόντας ἀρίστους. |
| 837 | Primary ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐγάς. |