Reader
Reader | Iliad, Book 14
Iliad
Homer
Text
Position
Line 1 of 522
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης, |
| 2 | Primary ἀλλʼ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα· |
| 3 | Primary φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα· |
| 4 | Primary μείζων δὴ παρὰ νηυσὶ βοὴ θαλερῶν αἰζηῶν. |
| 5 | Primary ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον |
| 6 | Primary εἰς ὅ κε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἑκαμήδη |
| 7 | Primary θερμήνῃ καὶ λούσῃ ἄπο βρότον αἱματόεντα· |
| 8 | Primary αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν. |
| 9 | Primary ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο |
| 10 | Primary κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο |
| 11 | Primary χαλκῷ παμφαῖνον· ὃ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο. |
| 12 | Primary εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, |
| 13 | Primary στῆ δʼ ἐκτὸς κλισίης, τάχα δʼ εἴσιδεν ἔργον ἀεικὲς |
| 14 | Primary τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθε |
| 15 | Primary Τρῶας ὑπερθύμους· ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν. |
| 16 | Primary ὡς δʼ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ |
| 17 | Primary ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα |
| 18 | Primary αὔτως, οὐδʼ ἄρα τε προκυλίνδεται οὐδετέρωσε, |
| 19 | Primary πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον, |
| 20 | Primary ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν |
| 21 | Primary διχθάδιʼ, ἢ μεθʼ ὅμιλον ἴοι Δαναῶν ταχυπώλων, |
| 22 | Primary ἦε μετʼ Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν. |
| 23 | Primary ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι |
| 24 | Primary βῆναι ἐπʼ Ἀτρεΐδην. οἳ δʼ ἀλλήλους ἐνάριζον |
| 25 | Primary μαρνάμενοι· λάκε δέ σφι περὶ χροῒ χαλκὸς ἀτειρὴς |
| 26 | Primary νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. |
| 27 | Primary Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες |
| 28 | Primary πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ |
| 29 | Primary Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων. |
| 30 | Primary πολλὸν γάρ ῥʼ ἀπάνευθε μάχης εἰρύατο νῆες |
| 31 | Primary θῖνʼ ἔφʼ ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ |
| 32 | Primary εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν. |
| 33 | Primary οὐδὲ γὰρ οὐδʼ εὐρύς περ ἐὼν ἐδυνήσατο πάσας |
| 34 | Primary αἰγιαλὸς νῆας χαδέειν, στείνοντο δὲ λαοί· |
| 35 | Primary τώ ῥα προκρόσσας ἔρυσαν, καὶ πλῆσαν ἁπάσης |
| 36 | Primary ἠϊόνος στόμα μακρόν, ὅσον συνεέργαθον ἄκραι. |
| 37 | Primary τώ ῥʼ οἵ γʼ ὀψείοντες ἀϋτῆς καὶ πολέμοιο |
| 38 | Primary ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι |
| 39 | Primary θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς |
| 40 | Primary Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. |
| 41 | Primary τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων· |
| 42 | Primary ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν |
| 43 | Primary τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις; |
| 44 | Primary δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ, |
| 45 | Primary ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων |
| 46 | Primary μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι |
| 47 | Primary πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς. |
| 48 | Primary κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. |
| 49 | Primary ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ |
| 50 | Primary ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς |
| 51 | Primary οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι. |
| 52 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 53 | Primary ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως |
| 54 | Primary Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο. |
| 55 | Primary τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν |
| 56 | Primary ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· |
| 57 | Primary οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι |
| 58 | Primary νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων |
| 59 | Primary ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται, |
| 60 | Primary ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει. |
| 61 | Primary ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα |
| 62 | Primary εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω |
| 63 | Primary δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι. |
| 64 | Primary τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
| 65 | Primary Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται, |
| 66 | Primary τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, |
| 67 | Primary ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ |
| 68 | Primary ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· |
| 69 | Primary οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι |
| 70 | Primary νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. |
| 71 | Primary ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, |
| 72 | Primary οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι |
| 73 | Primary κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. |
| 74 | Primary ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. |
| 75 | Primary νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης |
| 76 | Primary ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, |
| 77 | Primary ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ |
| 78 | Primary νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο |
| 79 | Primary Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. |
| 80 | Primary οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα. |
| 81 | Primary βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ. |
| 82 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· |
| 83 | Primary Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· |
| 84 | Primary οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου |
| 85 | Primary σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς |
| 86 | Primary ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν |
| 87 | Primary ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. |
| 88 | Primary οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν |
| 89 | Primary καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά; |
| 90 | Primary σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ |
| 91 | Primary μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο |
| 92 | Primary ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν |
| 93 | Primary σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ |
| 94 | Primary τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις· |
| 95 | Primary νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· |
| 96 | Primary ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς |
| 97 | Primary νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον |
| 98 | Primary Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, |
| 99 | Primary ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ |
| 100 | Primary σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων, |
| 101 | Primary ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης. |
| 102 | Primary ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν. |
| 103 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· |
| 104 | Primary ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ |
| 105 | Primary ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα |
| 106 | Primary νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν. |
| 107 | Primary νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι |
| 108 | Primary ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη. |
| 109 | Primary τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
| 110 | Primary ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε |
| 111 | Primary πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος |
| 112 | Primary οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν· |
| 113 | Primary πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι |
| 114 | Primary Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει. |
| 115 | Primary πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, |
| 116 | Primary οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι |
| 117 | Primary Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς |
| 118 | Primary πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν. |
| 119 | Primary ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη |
| 120 | Primary πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. |
| 121 | Primary Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα |
| 122 | Primary ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι |
| 123 | Primary πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς, |
| 124 | Primary πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς |
| 125 | Primary ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ. |
| 126 | Primary τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες |
| 127 | Primary μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω. |
| 128 | Primary δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ. |
| 129 | Primary ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος |
| 130 | Primary ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται· |
| 131 | Primary ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ |
| 132 | Primary θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται. |
| 133 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· |
| 134 | Primary βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. |
| 135 | Primary οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, |
| 136 | Primary ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς, |
| 137 | Primary δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο, |
| 138 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 139 | Primary Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ |
| 140 | Primary γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν |
| 141 | Primary δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί. |
| 142 | Primary ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε· |
| 143 | Primary σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν, |
| 144 | Primary ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες |
| 145 | Primary εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς |
| 146 | Primary φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων. |
| 147 | Primary ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο. |
| 148 | Primary ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι |
| 149 | Primary ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος, |
| 150 | Primary τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων |
| 151 | Primary ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ |
| 152 | Primary καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι. |
| 153 | Primary Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι |
| 154 | Primary στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω |
| 155 | Primary τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν |
| 156 | Primary αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ· |
| 157 | Primary Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης |
| 158 | Primary ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ. |
| 159 | Primary μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη |
| 160 | Primary ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· |
| 161 | Primary ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ |
| 162 | Primary ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν, |
| 163 | Primary εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι |
| 164 | Primary ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε |
| 165 | Primary χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. |
| 166 | Primary βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν |
| 167 | Primary Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε |
| 168 | Primary κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν· |
| 169 | Primary ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς. |
| 170 | Primary ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος |
| 171 | Primary λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ |
| 172 | Primary ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν· |
| 173 | Primary τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ |
| 174 | Primary ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή. |
| 175 | Primary τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας |
| 176 | Primary πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς |
| 177 | Primary καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο. |
| 178 | Primary ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη |
| 179 | Primary ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά· |
| 180 | Primary χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο. |
| 181 | Primary ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ, |
| 182 | Primary ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι |
| 183 | Primary τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. |
| 184 | Primary κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων |
| 185 | Primary καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς· |
| 186 | Primary ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα. |
| 187 | Primary αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον |
| 188 | Primary βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην |
| 189 | Primary τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε· |
| 190 | Primary ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, |
| 191 | Primary ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ, |
| 192 | Primary οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις; |
| 193 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη· |
| 194 | Primary Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο |
| 195 | Primary αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, |
| 196 | Primary εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. |
| 197 | Primary τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· |
| 198 | Primary δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας |
| 199 | Primary δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους. |
| 200 | Primary εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, |
| 201 | Primary Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, |
| 202 | Primary οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον |
| 203 | Primary δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς |
| 204 | Primary γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης· |
| 205 | Primary τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· |
| 206 | Primary ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται |
| 207 | Primary εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. |
| 208 | Primary εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ |
| 209 | Primary εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι, |
| 210 | Primary αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην. |
| 211 | Primary τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη· |
| 212 | Primary οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι· |
| 213 | Primary Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις. |
| 214 | Primary ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα |
| 215 | Primary ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο· |
| 216 | Primary ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς |
| 217 | Primary πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων. |
| 218 | Primary τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 219 | Primary τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ |
| 220 | Primary ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι |
| 221 | Primary ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς. |
| 222 | Primary ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη, |
| 223 | Primary μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ. |
| 224 | Primary ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη, |
| 225 | Primary Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο, |
| 226 | Primary Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν |
| 227 | Primary σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα |
| 228 | Primary ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν· |
| 229 | Primary ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα, |
| 230 | Primary Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος. |
| 231 | Primary ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο, |
| 232 | Primary ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 233 | Primary Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων, |
| 234 | Primary ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν |
| 235 | Primary πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα. |
| 236 | Primary κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ |
| 237 | Primary αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι. |
| 238 | Primary δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ |
| 239 | Primary χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις |
| 240 | Primary τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, |
| 241 | Primary τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων. |
| 242 | Primary τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος· |
| 243 | Primary Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο |
| 244 | Primary ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων |
| 245 | Primary ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα |
| 246 | Primary Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται· |
| 247 | Primary Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην |
| 248 | Primary οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι. |
| 249 | Primary ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ |
| 250 | Primary ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς |
| 251 | Primary ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας. |
| 252 | Primary ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο |
| 253 | Primary νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ |
| 254 | Primary ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας, |
| 255 | Primary καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας |
| 256 | Primary νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε |
| 257 | Primary ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων |
| 258 | Primary ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ, |
| 259 | Primary εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν· |
| 260 | Primary τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ. |
| 261 | Primary ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι. |
| 262 | Primary νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι. |
| 263 | Primary τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη· |
| 264 | Primary Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς; |
| 265 | Primary ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν |
| 266 | Primary ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο; |
| 267 | Primary ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων |
| 268 | Primary δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν. |
| 270 | Primary ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα· |
| 271 | Primary ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, |
| 272 | Primary χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν, |
| 273 | Primary τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες |
| 274 | Primary μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες, |
| 275 | Primary ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων |
| 276 | Primary Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα. |
| 277 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, |
| 278 | Primary ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας |
| 279 | Primary τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται. |
| 280 | Primary αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, |
| 281 | Primary τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε |
| 282 | Primary ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον. |
| 283 | Primary Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν |
| 284 | Primary Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου |
| 285 | Primary βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη. |
| 286 | Primary ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι |
| 287 | Primary εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ |
| 288 | Primary μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν· |
| 289 | Primary ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν |
| 290 | Primary ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι |
| 291 | Primary χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. |
| 292 | Primary Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον |
| 293 | Primary Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς. |
| 294 | Primary ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν, |
| 295 | Primary οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι |
| 296 | Primary εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας. |
| 297 | Primary στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 298 | Primary Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις; |
| 299 | Primary ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης. |
| 300 | Primary τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· |
| 301 | Primary ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, |
| 302 | Primary Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, |
| 303 | Primary οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον· |
| 304 | Primary τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω· |
| 305 | Primary ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται |
| 306 | Primary εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ. |
| 307 | Primary ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης |
| 308 | Primary ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν. |
| 309 | Primary νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω, |
| 310 | Primary μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ |
| 311 | Primary οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. |
| 312 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
| 313 | Primary Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι, |
| 314 | Primary νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε. |
| 315 | Primary οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς |
| 316 | Primary θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, |
| 317 | Primary οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο, |
| 318 | Primary ἣ τέκε Πειρίθοον θεόφιν μήστωρʼ ἀτάλαντον· |
| 319 | Primary οὐδʼ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης, |
| 320 | Primary ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν· |
| 321 | Primary οὐδʼ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, |
| 322 | Primary ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν· |
| 323 | Primary οὐδʼ ὅτε περ Σεμέλης οὐδʼ Ἀλκμήνης ἐνὶ Θήβῃ, |
| 324 | Primary ἥ ῥʼ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα· |
| 325 | Primary ἣ δὲ Διώνυσον Σεμέλη τέκε χάρμα βροτοῖσιν· |
| 326 | Primary οὐδʼ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης, |
| 327 | Primary οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος, οὐδὲ σεῦ αὐτῆς, |
| 328 | Primary ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ. |
| 329 | Primary τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη· |
| 330 | Primary αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. |
| 331 | Primary εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι |
| 332 | Primary Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα· |
| 333 | Primary πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων |
| 334 | Primary εὕδοντʼ ἀθρήσειε, θεοῖσι δὲ πᾶσι μετελθὼν |
| 335 | Primary πεφράδοι; οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην |
| 336 | Primary ἐξ εὐνῆς ἀνστᾶσα, νεμεσσητὸν δέ κεν εἴη. |
| 337 | Primary ἀλλʼ εἰ δή ῥʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, |
| 338 | Primary ἔστιν τοι θάλαμος, τόν τοι φίλος υἱὸς ἔτευξεν |
| 339 | Primary Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν· |
| 340 | Primary ἔνθʼ ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή. |
| 341 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
| 342 | Primary Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τινʼ ἀνδρῶν |
| 343 | Primary ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω |
| 344 | Primary χρύσεον· οὐδʼ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ, |
| 345 | Primary οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι. |
| 346 | Primary ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν· |
| 347 | Primary τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, |
| 348 | Primary λωτόν θʼ ἑρσήεντα ἰδὲ κρόκον ἠδʼ ὑάκινθον |
| 349 | Primary πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσʼ ἔεργε. |
| 350 | Primary τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο |
| 351 | Primary καλὴν χρυσείην· στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι. |
| 352 | Primary ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ, |
| 353 | Primary ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δʼ ἀγκὰς ἄκοιτιν· |
| 354 | Primary βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος |
| 355 | Primary ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ· |
| 356 | Primary ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· |
| 357 | Primary πρόφρων νῦν Δαναοῖσι Ποσείδαον ἐπάμυνε, |
| 358 | Primary καί σφιν κῦδος ὄπαζε μίνυνθά περ, ὄφρʼ ἔτι εὕδει |
| 359 | Primary Ζεύς, ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περὶ κῶμʼ ἐκάλυψα· |
| 360 | Primary Ἥρη δʼ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι. |
| 361 | Primary ὣς εἰπὼν ὃ μὲν ᾤχετʼ ἐπὶ κλυτὰ φῦλʼ ἀνθρώπων, |
| 362 | Primary τὸν δʼ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν. |
| 363 | Primary αὐτίκα δʼ ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν· |
| 364 | Primary Ἀργεῖοι καὶ δʼ αὖτε μεθίεμεν Ἕκτορι νίκην |
| 365 | Primary Πριαμίδῃ, ἵνα νῆας ἕλῃ καὶ κῦδος ἄρηται; |
| 366 | Primary ἀλλʼ ὃ μὲν οὕτω φησὶ καὶ εὔχεται οὕνεκʼ Ἀχιλλεὺς |
| 367 | Primary νηυσὶν ἔπι γλαφυρῇσι μένει κεχολωμένος ἦτορ· |
| 368 | Primary κείνου δʼ οὔ τι λίην ποθὴ ἔσσεται, εἴ κεν οἳ ἄλλοι |
| 369 | Primary ἡμεῖς ὀτρυνώμεθʼ ἀμυνέμεν ἀλλήλοισιν. |
| 370 | Primary ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες· |
| 371 | Primary ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται |
| 372 | Primary ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι |
| 373 | Primary κρύψαντες, χερσίν τε τὰ μακρότατʼ ἔγχεʼ ἑλόντες |
| 374 | Primary ἴομεν· αὐτὰρ ἐγὼν ἡγήσομαι, οὐδʼ ἔτι φημὶ |
| 375 | Primary Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα. |
| 376 | Primary ὃς δέ κʼ ἀνὴρ μενέχαρμος, ἔχει δʼ ὀλίγον σάκος ὤμῳ, |
| 377 | Primary χείρονι φωτὶ δότω, ὃ δʼ ἐν ἀσπίδι μείζονι δύτω. |
| 378 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· |
| 379 | Primary τοὺς δʼ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ |
| 380 | Primary Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων· |
| 381 | Primary οἰχόμενοι δʼ ἐπὶ πάντας ἀρήϊα τεύχεʼ ἄμειβον· |
| 382 | Primary ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν. |
| 383 | Primary αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν |
| 384 | Primary βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων |
| 385 | Primary δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ |
| 386 | Primary εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι |
| 387 | Primary ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας. |
| 388 | Primary Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ. |
| 389 | Primary δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν |
| 390 | Primary κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ, |
| 391 | Primary ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων. |
| 392 | Primary ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε |
| 393 | Primary Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. |
| 394 | Primary οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον |
| 395 | Primary ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ· |
| 396 | Primary οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο |
| 397 | Primary οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην· |
| 398 | Primary οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι |
| 399 | Primary ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων, |
| 400 | Primary ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ |
| 401 | Primary δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν. |
| 402 | Primary Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ |
| 403 | Primary ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε, |
| 404 | Primary τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην, |
| 405 | Primary ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου· |
| 406 | Primary τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ, |
| 407 | Primary ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, |
| 408 | Primary ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων. |
| 409 | Primary τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας |
| 410 | Primary χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν |
| 411 | Primary πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας |
| 412 | Primary στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, |
| 413 | Primary στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ. |
| 414 | Primary ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς |
| 415 | Primary πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ |
| 416 | Primary ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται |
| 417 | Primary ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, |
| 418 | Primary ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι· |
| 419 | Primary χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη |
| 420 | Primary καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. |
| 421 | Primary οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν |
| 422 | Primary ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς |
| 423 | Primary αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν |
| 424 | Primary οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι |
| 425 | Primary Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ |
| 426 | Primary Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. |
| 427 | Primary τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν |
| 428 | Primary ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι |
| 429 | Primary χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους |
| 430 | Primary ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο |
| 431 | Primary ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· |
| 432 | Primary οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. |
| 433 | Primary ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο |
| 434 | Primary Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, |
| 435 | Primary ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ |
| 436 | Primary χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, |
| 437 | Primary ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν· |
| 438 | Primary αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε |
| 439 | Primary νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα. |
| 440 | Primary Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα |
| 441 | Primary μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. |
| 442 | Primary ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας |
| 443 | Primary Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι |
| 444 | Primary Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων |
| 445 | Primary Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος. |
| 446 | Primary τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν |
| 447 | Primary οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ |
| 448 | Primary Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. |
| 449 | Primary τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ |
| 450 | Primary Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον |
| 451 | Primary υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος |
| 452 | Primary ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. |
| 453 | Primary Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· |
| 454 | Primary οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο |
| 455 | Primary χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, |
| 456 | Primary ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω |
| 457 | Primary αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω. |
| 458 | Primary ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· |
| 459 | Primary Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε |
| 460 | Primary τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. |
| 461 | Primary καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. |
| 462 | Primary Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν |
| 463 | Primary λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς |
| 464 | Primary Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. |
| 465 | Primary τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, |
| 466 | Primary νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· |
| 467 | Primary τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε |
| 468 | Primary οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. |
| 469 | Primary Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· |
| 470 | Primary φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες |
| 471 | Primary ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι |
| 472 | Primary ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, |
| 473 | Primary ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο |
| 474 | Primary ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. |
| 475 | Primary ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν. |
| 476 | Primary ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ |
| 477 | Primary ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν. |
| 478 | Primary τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· |
| 479 | Primary Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι |
| 480 | Primary οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς |
| 481 | Primary ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες. |
| 482 | Primary φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει |
| 483 | Primary ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ |
| 484 | Primary δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ |
| 485 | Primary γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. |
| 486 | Primary ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· |
| 487 | Primary Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· |
| 488 | Primary ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν |
| 489 | Primary Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα |
| 490 | Primary υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα |
| 491 | Primary Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· |
| 492 | Primary τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. |
| 493 | Primary τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα, |
| 494 | Primary ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ |
| 495 | Primary καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας |
| 496 | Primary ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ |
| 497 | Primary αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε |
| 498 | Primary αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος |
| 499 | Primary ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν |
| 500 | Primary πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· |
| 501 | Primary εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος |
| 502 | Primary πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν· |
| 503 | Primary οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο |
| 504 | Primary ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ |
| 505 | Primary ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. |
| 506 | Primary ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, |
| 507 | Primary πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. |
| 508 | Primary ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι |
| 509 | Primary ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν |
| 510 | Primary ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. |
| 511 | Primary Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα |
| 512 | Primary Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· |
| 513 | Primary Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· |
| 514 | Primary Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, |
| 515 | Primary Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· |
| 516 | Primary Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν |
| 517 | Primary οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε |
| 518 | Primary δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν |
| 519 | Primary ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. |
| 520 | Primary πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· |
| 521 | Primary οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν |
| 522 | Primary ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ. |