Reader
Reader | Iliad, Book 15
Iliad
Homer
Text
Position
Line 1 of 746
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν |
| 2 | Primary φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, |
| 3 | Primary οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες |
| 4 | Primary χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς |
| 5 | Primary Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, |
| 6 | Primary στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς |
| 7 | Primary τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν |
| 8 | Primary Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα· |
| 9 | Primary Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι |
| 10 | Primary εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων |
| 11 | Primary αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν. |
| 12 | Primary τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, |
| 13 | Primary δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν· |
| 14 | Primary ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη |
| 15 | Primary Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς. |
| 16 | Primary οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς |
| 17 | Primary πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. |
| 18 | Primary ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν |
| 19 | Primary ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα |
| 20 | Primary χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν |
| 21 | Primary ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, |
| 22 | Primary λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι |
| 23 | Primary ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται |
| 24 | Primary γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει |
| 25 | Primary ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο, |
| 26 | Primary τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας |
| 27 | Primary πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα, |
| 28 | Primary καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας. |
| 29 | Primary τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις |
| 30 | Primary Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα. |
| 31 | Primary τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων, |
| 32 | Primary ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή, |
| 33 | Primary ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας. |
| 34 | Primary ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη, |
| 35 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 36 | Primary ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε |
| 37 | Primary καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος |
| 38 | Primary ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, |
| 39 | Primary σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν |
| 40 | Primary κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι· |
| 41 | Primary μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων |
| 42 | Primary πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει, |
| 43 | Primary ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει, |
| 44 | Primary τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς. |
| 45 | Primary αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην |
| 46 | Primary τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς. |
| 47 | Primary ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, |
| 48 | Primary καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· |
| 49 | Primary εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη |
| 50 | Primary ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις, |
| 51 | Primary τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ, |
| 52 | Primary αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ. |
| 53 | Primary ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις, |
| 54 | Primary ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον |
| 55 | Primary Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον, |
| 56 | Primary ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων |
| 57 | Primary ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι |
| 58 | Primary παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι, |
| 59 | Primary Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων, |
| 60 | Primary αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων |
| 61 | Primary αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς |
| 62 | Primary αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας, |
| 63 | Primary φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι |
| 64 | Primary Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον |
| 65 | Primary Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ |
| 66 | Primary Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς |
| 67 | Primary τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον. |
| 68 | Primary τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς. |
| 69 | Primary ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν |
| 70 | Primary αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ |
| 71 | Primary Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς. |
| 72 | Primary τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον |
| 73 | Primary ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω |
| 74 | Primary πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ, |
| 75 | Primary ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι, |
| 76 | Primary ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων, |
| 77 | Primary λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον. |
| 78 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη, |
| 79 | Primary βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον. |
| 80 | Primary ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν |
| 81 | Primary γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ |
| 82 | Primary ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά, |
| 83 | Primary ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη· |
| 84 | Primary ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν |
| 85 | Primary ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες |
| 86 | Primary πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν. |
| 87 | Primary ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ |
| 88 | Primary δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα, |
| 89 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 90 | Primary Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας· |
| 91 | Primary ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης. |
| 92 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη· |
| 93 | Primary μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ |
| 94 | Primary οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής. |
| 95 | Primary ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης· |
| 96 | Primary ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν |
| 97 | Primary οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι |
| 98 | Primary πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν |
| 99 | Primary οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων. |
| 100 | Primary ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη, |
| 101 | Primary ὄχθησαν δʼ ἀνὰ δῶμα Διὸς θεοί· ἣ δʼ ἐγέλασσε |
| 102 | Primary χείλεσιν, οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν |
| 103 | Primary ἰάνθη· πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα· |
| 104 | Primary νήπιοι οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες· |
| 105 | Primary ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες |
| 106 | Primary ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει |
| 107 | Primary οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι |
| 108 | Primary κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. |
| 109 | Primary τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. |
| 110 | Primary ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι· |
| 111 | Primary υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν |
| 112 | Primary Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. |
| 113 | Primary ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ |
| 114 | Primary χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· |
| 115 | Primary μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες |
| 116 | Primary τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, |
| 117 | Primary εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ |
| 118 | Primary κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν. |
| 119 | Primary ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε |
| 120 | Primary ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. |
| 121 | Primary ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος |
| 122 | Primary πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, |
| 123 | Primary εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν |
| 124 | Primary ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, |
| 125 | Primary τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων, |
| 126 | Primary ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα |
| 127 | Primary χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· |
| 128 | Primary μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως |
| 129 | Primary οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς. |
| 130 | Primary οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη |
| 131 | Primary ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; |
| 132 | Primary ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ |
| 133 | Primary ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, |
| 134 | Primary αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; |
| 135 | Primary αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς |
| 136 | Primary λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, |
| 137 | Primary μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί. |
| 138 | Primary τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· |
| 139 | Primary ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων |
| 140 | Primary ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ |
| 141 | Primary πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. |
| 142 | Primary ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. |
| 143 | Primary Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς |
| 144 | Primary Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, |
| 145 | Primary καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 146 | Primary Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα· |
| 147 | Primary αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε, |
| 148 | Primary ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. |
| 149 | Primary ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, |
| 150 | Primary ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην. |
| 151 | Primary Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, |
| 152 | Primary εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ |
| 153 | Primary ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. |
| 154 | Primary τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο |
| 155 | Primary στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, |
| 156 | Primary ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. |
| 157 | Primary Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· |
| 158 | Primary βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι |
| 159 | Primary πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. |
| 160 | Primary παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο |
| 161 | Primary ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. |
| 162 | Primary εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει, |
| 163 | Primary φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν |
| 164 | Primary μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ |
| 165 | Primary μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι |
| 166 | Primary καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ |
| 167 | Primary ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. |
| 168 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, |
| 169 | Primary βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. |
| 170 | Primary ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα |
| 171 | Primary ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, |
| 172 | Primary ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, |
| 173 | Primary ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· |
| 174 | Primary ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα |
| 175 | Primary ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. |
| 176 | Primary παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο |
| 177 | Primary ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. |
| 178 | Primary εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις, |
| 179 | Primary ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων |
| 180 | Primary ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε |
| 181 | Primary χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι |
| 182 | Primary καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ |
| 183 | Primary ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. |
| 184 | Primary τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· |
| 185 | Primary ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν |
| 186 | Primary εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. |
| 187 | Primary τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα |
| 188 | Primary Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων. |
| 189 | Primary τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς· |
| 190 | Primary ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ |
| 191 | Primary παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, |
| 192 | Primary Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· |
| 193 | Primary γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. |
| 194 | Primary τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος |
| 195 | Primary καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. |
| 196 | Primary χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· |
| 197 | Primary θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη |
| 198 | Primary ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, |
| 199 | Primary οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. |
| 200 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· |
| 201 | Primary οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα |
| 202 | Primary τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, |
| 203 | Primary ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. |
| 204 | Primary οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. |
| 205 | Primary τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· |
| 206 | Primary Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· |
| 207 | Primary ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ. |
| 208 | Primary ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει |
| 209 | Primary ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ |
| 210 | Primary νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. |
| 211 | Primary ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· |
| 212 | Primary ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· |
| 213 | Primary αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης |
| 214 | Primary Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος |
| 215 | Primary Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει |
| 216 | Primary ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, |
| 217 | Primary ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. |
| 218 | Primary ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, |
| 219 | Primary δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί. |
| 220 | Primary καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· |
| 221 | Primary ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν· |
| 222 | Primary ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος |
| 223 | Primary οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν |
| 224 | Primary ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, |
| 225 | Primary οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. |
| 226 | Primary ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ |
| 227 | Primary ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε |
| 228 | Primary χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη. |
| 229 | Primary ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν, |
| 230 | Primary τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· |
| 231 | Primary σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· |
| 232 | Primary τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ |
| 233 | Primary φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. |
| 234 | Primary κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, |
| 235 | Primary ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. |
| 236 | Primary ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, |
| 237 | Primary βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς |
| 238 | Primary ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν. |
| 239 | Primary εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον |
| 240 | Primary ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν, |
| 241 | Primary ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς |
| 242 | Primary παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. |
| 243 | Primary ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· |
| 244 | Primary Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων |
| 245 | Primary ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; |
| 246 | Primary τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· |
| 247 | Primary τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην; |
| 248 | Primary οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν |
| 249 | Primary οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας |
| 250 | Primary χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; |
| 251 | Primary καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο |
| 252 | Primary ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ. |
| 253 | Primary τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· |
| 254 | Primary θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων |
| 255 | Primary ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν |
| 256 | Primary Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ |
| 257 | Primary ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον. |
| 258 | Primary ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι |
| 259 | Primary νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους· |
| 260 | Primary αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον |
| 261 | Primary πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς. |
| 262 | Primary ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν. |
| 263 | Primary ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ |
| 264 | Primary δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων |
| 265 | Primary εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο |
| 266 | Primary κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται |
| 267 | Primary ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς |
| 268 | Primary ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· |
| 269 | Primary ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα |
| 270 | Primary ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. |
| 271 | Primary οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα |
| 272 | Primary ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· |
| 273 | Primary τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη |
| 274 | Primary εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν· |
| 275 | Primary τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος |
| 276 | Primary εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· |
| 277 | Primary ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο |
| 278 | Primary νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· |
| 279 | Primary αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν |
| 280 | Primary τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. |
| 281 | Primary τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, |
| 282 | Primary Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι |
| 283 | Primary ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν |
| 284 | Primary νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων· |
| 285 | Primary ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 286 | Primary ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι, |
| 287 | Primary οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας |
| 288 | Primary Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου |
| 289 | Primary χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο. |
| 290 | Primary ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν |
| 291 | Primary Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν, |
| 292 | Primary ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε |
| 293 | Primary Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. |
| 294 | Primary ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. |
| 295 | Primary πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· |
| 296 | Primary αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι, |
| 297 | Primary στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες |
| 298 | Primary δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα |
| 299 | Primary θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. |
| 300 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· |
| 301 | Primary οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα |
| 302 | Primary Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ |
| 303 | Primary ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες |
| 304 | Primary Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω |
| 305 | Primary ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. |
| 306 | Primary Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ |
| 307 | Primary μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων |
| 308 | Primary εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν |
| 309 | Primary δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς |
| 310 | Primary Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· |
| 311 | Primary τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. |
| 312 | Primary Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ |
| 313 | Primary ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ |
| 314 | Primary θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν |
| 315 | Primary ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν, |
| 316 | Primary πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν |
| 317 | Primary ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. |
| 318 | Primary ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, |
| 319 | Primary τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός. |
| 320 | Primary αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων |
| 321 | Primary σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν |
| 322 | Primary ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. |
| 323 | Primary οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν |
| 324 | Primary θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ |
| 325 | Primary ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος, |
| 326 | Primary ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων |
| 327 | Primary ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. |
| 328 | Primary ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. |
| 329 | Primary Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, |
| 330 | Primary τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, |
| 331 | Primary τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· |
| 332 | Primary Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. |
| 333 | Primary ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο |
| 334 | Primary ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν |
| 335 | Primary ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς |
| 336 | Primary γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· |
| 337 | Primary Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, |
| 338 | Primary υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. |
| 339 | Primary Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης |
| 340 | Primary πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ. |
| 341 | Primary Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε |
| 342 | Primary φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. |
| 343 | Primary ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ |
| 344 | Primary τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ |
| 345 | Primary ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. |
| 346 | Primary Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας |
| 347 | Primary νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα· |
| 348 | Primary ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, |
| 349 | Primary αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε |
| 350 | Primary γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, |
| 351 | Primary ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο. |
| 352 | Primary ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους |
| 353 | Primary κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ |
| 354 | Primary πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους |
| 355 | Primary ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων |
| 356 | Primary ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων |
| 357 | Primary ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον |
| 358 | Primary μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ |
| 359 | Primary γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. |
| 360 | Primary τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων |
| 361 | Primary αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν |
| 362 | Primary ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, |
| 363 | Primary ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν |
| 364 | Primary ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. |
| 365 | Primary ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν |
| 366 | Primary σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. |
| 367 | Primary ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, |
| 368 | Primary ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι |
| 369 | Primary χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· |
| 370 | Primary Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν |
| 371 | Primary εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· |
| 372 | Primary Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ |
| 373 | Primary ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων |
| 374 | Primary εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας, |
| 375 | Primary τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, |
| 376 | Primary μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. |
| 377 | Primary ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς, |
| 378 | Primary ἀράων ἀΐων Νηληϊάδαο γέροντος. |
| 379 | Primary Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, |
| 380 | Primary μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. |
| 381 | Primary οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο |
| 382 | Primary νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ |
| 383 | Primary ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει· |
| 384 | Primary ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, |
| 385 | Primary ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο |
| 386 | Primary ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων, |
| 387 | Primary οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες |
| 388 | Primary μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο |
| 389 | Primary ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ. |
| 390 | Primary Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε |
| 391 | Primary τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, |
| 392 | Primary τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο |
| 393 | Primary ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ |
| 394 | Primary φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων. |
| 395 | Primary αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε |
| 396 | Primary Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, |
| 397 | Primary ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ |
| 398 | Primary χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· |
| 399 | Primary Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης |
| 400 | Primary ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· |
| 401 | Primary ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε |
| 402 | Primary σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν. |
| 403 | Primary τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω |
| 404 | Primary παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. |
| 405 | Primary τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ |
| 406 | Primary Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο |
| 407 | Primary παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· |
| 408 | Primary οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας |
| 409 | Primary ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. |
| 410 | Primary ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει |
| 411 | Primary τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης |
| 412 | Primary εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, |
| 413 | Primary ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· |
| 414 | Primary ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, |
| 415 | Primary Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο. |
| 416 | Primary τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο |
| 417 | Primary οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα |
| 418 | Primary οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. |
| 419 | Primary ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας |
| 420 | Primary πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. |
| 421 | Primary δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. |
| 422 | Primary Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν |
| 423 | Primary ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, |
| 424 | Primary Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· |
| 425 | Primary Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ |
| 426 | Primary μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, |
| 427 | Primary ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ |
| 428 | Primary τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. |
| 429 | Primary ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. |
| 430 | Primary τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν |
| 431 | Primary Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ |
| 432 | Primary ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, |
| 433 | Primary τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ |
| 434 | Primary ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι |
| 435 | Primary νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. |
| 436 | Primary Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· |
| 437 | Primary Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος |
| 438 | Primary Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα |
| 439 | Primary ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· |
| 440 | Primary τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ |
| 441 | Primary ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων; |
| 442 | Primary ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, |
| 443 | Primary τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην |
| 444 | Primary ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει. |
| 445 | Primary καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν |
| 446 | Primary Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο |
| 447 | Primary ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους· |
| 448 | Primary τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες |
| 449 | Primary Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ |
| 450 | Primary ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. |
| 451 | Primary αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· |
| 452 | Primary ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι |
| 453 | Primary κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα |
| 454 | Primary Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων. |
| 455 | Primary τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε, |
| 456 | Primary πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα |
| 457 | Primary ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη. |
| 458 | Primary Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ |
| 459 | Primary αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν, |
| 460 | Primary εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν. |
| 461 | Primary ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν |
| 462 | Primary Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα, |
| 463 | Primary ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ |
| 464 | Primary ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ |
| 465 | Primary ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός. |
| 466 | Primary Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· |
| 467 | Primary ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει |
| 468 | Primary δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός, |
| 469 | Primary νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα |
| 470 | Primary πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς. |
| 471 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· |
| 472 | Primary ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς |
| 473 | Primary κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας· |
| 474 | Primary αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ |
| 475 | Primary μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς. |
| 476 | Primary μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν |
| 477 | Primary νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης. |
| 478 | Primary ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν, |
| 479 | Primary αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον, |
| 480 | Primary κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν |
| 481 | Primary ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· |
| 482 | Primary εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ, |
| 483 | Primary βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη. |
| 484 | Primary Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα, |
| 485 | Primary Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· |
| 486 | Primary Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ |
| 487 | Primary ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς |
| 488 | Primary νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν |
| 489 | Primary ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα. |
| 490 | Primary ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή, |
| 491 | Primary ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ, |
| 492 | Primary ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν, |
| 493 | Primary ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει. |
| 494 | Primary ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων |
| 495 | Primary βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ |
| 496 | Primary τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης |
| 497 | Primary τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω, |
| 498 | Primary καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ |
| 499 | Primary οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν. |
| 500 | Primary ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
| 501 | Primary Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν· |
| 502 | Primary αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι |
| 503 | Primary ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν. |
| 504 | Primary ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ |
| 505 | Primary ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος; |
| 506 | Primary ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα |
| 507 | Primary Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει; |
| 508 | Primary οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι. |
| 509 | Primary ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων |
| 510 | Primary ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε. |
| 511 | Primary βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι |
| 512 | Primary ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι |
| 513 | Primary ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν. |
| 514 | Primary ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
| 515 | Primary ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν |
| 516 | Primary ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα |
| 517 | Primary ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν· |
| 518 | Primary Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε |
| 519 | Primary Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν. |
| 520 | Primary τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη |
| 521 | Primary Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων |
| 522 | Primary εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι· |
| 523 | Primary αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί. |
| 524 | Primary δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα. |
| 525 | Primary τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς |
| 526 | Primary Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν |
| 527 | Primary Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς, |
| 528 | Primary ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ |
| 529 | Primary ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ, |
| 530 | Primary τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς |
| 531 | Primary ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος. |
| 532 | Primary ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης |
| 533 | Primary ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν· |
| 534 | Primary ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον. |
| 535 | Primary τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης |
| 536 | Primary κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι, |
| 537 | Primary ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε |
| 538 | Primary κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός. |
| 539 | Primary εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην, |
| 540 | Primary τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ, |
| 541 | Primary στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν· |
| 542 | Primary αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα |
| 543 | Primary πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη. |
| 544 | Primary τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων |
| 545 | Primary συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε |
| 546 | Primary πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν |
| 547 | Primary ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς |
| 548 | Primary βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων· |
| 549 | Primary αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι, |
| 550 | Primary ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι, |
| 551 | Primary ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι· |
| 552 | Primary τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 553 | Primary οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ |
| 554 | Primary ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο; |
| 555 | Primary οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν; |
| 556 | Primary ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι |
| 557 | Primary μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης |
| 558 | Primary Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας. |
| 559 | Primary ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς· |
| 560 | Primary Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας· |
| 561 | Primary ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ, |
| 562 | Primary ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας. |
| 563 | Primary αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται· |
| 564 | Primary φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή. |
| 565 | Primary ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον, |
| 566 | Primary ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας |
| 567 | Primary ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν. |
| 568 | Primary Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος· |
| 569 | Primary Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν, |
| 570 | Primary οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι· |
| 571 | Primary εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα. |
| 572 | Primary ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν· |
| 573 | Primary ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ |
| 574 | Primary ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο |
| 575 | Primary ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, |
| 576 | Primary ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον |
| 577 | Primary νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν. |
| 578 | Primary δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν. |
| 579 | Primary Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ |
| 580 | Primary βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα |
| 581 | Primary θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα· |
| 582 | Primary ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης |
| 583 | Primary τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον, |
| 584 | Primary ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα. |
| 585 | Primary Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής, |
| 586 | Primary ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς, |
| 587 | Primary ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι |
| 588 | Primary φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν· |
| 589 | Primary ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ |
| 590 | Primary ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο· |
| 591 | Primary στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων. |
| 592 | Primary Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι |
| 593 | Primary νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς, |
| 594 | Primary ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν |
| 595 | Primary Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν. |
| 596 | Primary Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι |
| 597 | Primary Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ |
| 598 | Primary ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν |
| 599 | Primary πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς |
| 600 | Primary νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι. |
| 601 | Primary ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν |
| 602 | Primary θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν. |
| 603 | Primary τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν |
| 604 | Primary Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν. |
| 605 | Primary μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ |
| 606 | Primary οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης· |
| 607 | Primary ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε |
| 608 | Primary λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ |
| 609 | Primary σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο |
| 610 | Primary Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ |
| 611 | Primary Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα |
| 612 | Primary τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν |
| 613 | Primary ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ |
| 614 | Primary Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν. |
| 615 | Primary καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων, |
| 616 | Primary ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα· |
| 617 | Primary ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων· |
| 618 | Primary ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη |
| 619 | Primary ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα, |
| 620 | Primary ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα |
| 621 | Primary κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν· |
| 622 | Primary ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο. |
| 623 | Primary αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ, |
| 624 | Primary ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι |
| 625 | Primary λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα |
| 626 | Primary ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη |
| 627 | Primary ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται |
| 628 | Primary δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται· |
| 629 | Primary ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν. |
| 630 | Primary αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών, |
| 631 | Primary αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται |
| 632 | Primary μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς |
| 633 | Primary θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν· |
| 634 | Primary ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν |
| 635 | Primary αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας |
| 636 | Primary βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ |
| 637 | Primary θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ |
| 638 | Primary πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην, |
| 639 | Primary Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος |
| 640 | Primary ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ. |
| 641 | Primary τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων |
| 642 | Primary παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι, |
| 643 | Primary καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο· |
| 644 | Primary ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε. |
| 645 | Primary στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο, |
| 646 | Primary τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων· |
| 647 | Primary τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ |
| 648 | Primary σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος. |
| 649 | Primary Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη, |
| 650 | Primary στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων |
| 651 | Primary κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου |
| 652 | Primary χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον. |
| 653 | Primary εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι |
| 654 | Primary νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο. |
| 655 | Primary Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ |
| 656 | Primary τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν |
| 657 | Primary ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς |
| 658 | Primary καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι. |
| 659 | Primary Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν |
| 660 | Primary λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον· |
| 661 | Primary ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ |
| 662 | Primary ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος |
| 663 | Primary παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων, |
| 664 | Primary ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι· |
| 665 | Primary τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων |
| 666 | Primary ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ. |
| 667 | Primary ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. |
| 668 | Primary τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη |
| 669 | Primary θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν |
| 670 | Primary ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο. |
| 671 | Primary Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους, |
| 672 | Primary ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο, |
| 673 | Primary ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν. |
| 674 | Primary οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ |
| 675 | Primary ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν· |
| 676 | Primary ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων, |
| 677 | Primary νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι |
| 678 | Primary κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ. |
| 679 | Primary ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς, |
| 680 | Primary ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους, |
| 681 | Primary σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται |
| 682 | Primary λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο |
| 683 | Primary ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ |
| 684 | Primary θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται· |
| 685 | Primary ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν |
| 686 | Primary φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν, |
| 687 | Primary αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε |
| 688 | Primary νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ |
| 689 | Primary μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων· |
| 690 | Primary ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων |
| 691 | Primary ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων |
| 692 | Primary χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων, |
| 693 | Primary ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο |
| 694 | Primary ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε |
| 695 | Primary χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ. |
| 696 | Primary αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη· |
| 697 | Primary φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν |
| 698 | Primary ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο. |
| 699 | Primary τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ |
| 700 | Primary οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι, |
| 701 | Primary Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου |
| 702 | Primary νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς. |
| 703 | Primary οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν· |
| 704 | Primary Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο |
| 705 | Primary καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν |
| 706 | Primary ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν. |
| 707 | Primary τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε |
| 708 | Primary δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε |
| 709 | Primary τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων, |
| 710 | Primary ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες |
| 711 | Primary ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο |
| 712 | Primary καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι. |
| 713 | Primary πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα |
| 714 | Primary ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων |
| 715 | Primary ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. |
| 716 | Primary Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει |
| 717 | Primary ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν· |
| 718 | Primary οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν· |
| 719 | Primary νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε |
| 720 | Primary νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι |
| 721 | Primary ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων, |
| 722 | Primary οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν |
| 723 | Primary αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν· |
| 724 | Primary ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς |
| 725 | Primary ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει. |
| 726 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν. |
| 727 | Primary Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν· |
| 728 | Primary ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι |
| 729 | Primary θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης. |
| 730 | Primary ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ |
| 731 | Primary Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ· |
| 732 | Primary αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε· |
| 733 | Primary ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος |
| 734 | Primary ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς. |
| 735 | Primary ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω, |
| 736 | Primary ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι; |
| 737 | Primary οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα, |
| 738 | Primary ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες· |
| 739 | Primary ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων |
| 740 | Primary πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης· |
| 741 | Primary τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο. |
| 742 | Primary ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι. |
| 743 | Primary ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο |
| 744 | Primary σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος, |
| 745 | Primary τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ· |
| 746 | Primary δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα. |