Reader
Reader | Iliad, Book 17
Iliad
Homer
Text
Position
Line 1 of 761
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary οὐδʼ ἔλαθʼ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον |
| 2 | Primary Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι. |
| 3 | Primary βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, |
| 4 | Primary ἀμφὶ δʼ ἄρʼ αὐτῷ βαῖνʼ ὥς τις περὶ πόρτακι μήτηρ |
| 5 | Primary πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο· |
| 6 | Primary ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος. |
| 7 | Primary πρόσθε δέ οἱ δόρυ τʼ ἔσχε καὶ ἀσπίδα πάντοσʼ ἐΐσην, |
| 8 | Primary τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γʼ ἀντίος ἔλθοι. |
| 9 | Primary οὐδʼ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε |
| 10 | Primary Πατρόκλοιο πεσόντος ἀμύμονος· ἄγχι δʼ ἄρʼ αὐτοῦ |
| 11 | Primary ἔστη, καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον· |
| 12 | Primary Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν |
| 13 | Primary χάζεο, λεῖπε δὲ νεκρόν, ἔα δʼ ἔναρα βροτόεντα· |
| 14 | Primary οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τʼ ἐπικούρων |
| 15 | Primary Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην· |
| 16 | Primary τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι, |
| 17 | Primary μή σε βάλω, ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι. |
| 18 | Primary τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· |
| 19 | Primary Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι. |
| 20 | Primary οὔτʼ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος |
| 21 | Primary οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος |
| 22 | Primary θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει, |
| 23 | Primary ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν. |
| 24 | Primary οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο |
| 25 | Primary ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε |
| 26 | Primary καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν |
| 27 | Primary ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα |
| 28 | Primary εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας. |
| 29 | Primary ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα |
| 30 | Primary στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω |
| 31 | Primary ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο |
| 32 | Primary πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. |
| 33 | Primary ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα· |
| 34 | Primary νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις |
| 35 | Primary γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις, |
| 36 | Primary χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο, |
| 37 | Primary ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας. |
| 38 | Primary ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην |
| 39 | Primary εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας |
| 40 | Primary Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ. |
| 41 | Primary ἀλλʼ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται |
| 42 | Primary οὐδʼ ἔτʼ ἀδήριτος ἤτʼ ἀλκῆς ἤτε φόβοιο. |
| 43 | Primary ὣς εἰπὼν οὔτησε κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· |
| 44 | Primary οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμὴ |
| 45 | Primary ἀσπίδʼ ἐνὶ κρατερῇ· ὃ δὲ δεύτερος ὄρνυτο χαλκῷ |
| 46 | Primary Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί· |
| 47 | Primary ἂψ δʼ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα |
| 48 | Primary νύξʼ, ἐπὶ δʼ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας· |
| 49 | Primary ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή, |
| 50 | Primary δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. |
| 51 | Primary αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι |
| 52 | Primary πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο. |
| 53 | Primary οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης |
| 54 | Primary χώρῳ ἐν οἰοπόλῳ, ὅθʼ ἅλις ἀναβέβροχεν ὕδωρ, |
| 55 | Primary καλὸν τηλεθάον· τὸ δέ τε πνοιαὶ δονέουσι |
| 56 | Primary παντοίων ἀνέμων, καί τε βρύει ἄνθεϊ λευκῷ· |
| 57 | Primary ἐλθὼν δʼ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ |
| 58 | Primary βόθρου τʼ ἐξέστρεψε καὶ ἐξετάνυσσʼ ἐπὶ γαίῃ· |
| 59 | Primary τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον |
| 60 | Primary Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχεʼ ἐσύλα. |
| 61 | Primary ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς |
| 62 | Primary βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη· |
| 63 | Primary τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι |
| 64 | Primary πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει |
| 65 | Primary δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες |
| 66 | Primary πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν |
| 67 | Primary ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ· |
| 68 | Primary ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα |
| 69 | Primary ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο. |
| 70 | Primary ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο |
| 71 | Primary Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων, |
| 72 | Primary ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ |
| 73 | Primary ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ· |
| 74 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 75 | Primary Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων |
| 76 | Primary ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ |
| 77 | Primary ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι |
| 78 | Primary ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ. |
| 79 | Primary τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς |
| 80 | Primary Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε |
| 81 | Primary Πανθοΐδην Εὔφορβον, ἔπαυσε δὲ θούριδος ἀλκῆς. |
| 82 | Primary ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν, |
| 83 | Primary Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας· |
| 84 | Primary πάπτηνεν δʼ ἄρʼ ἔπειτα κατὰ στίχας, αὐτίκα δʼ ἔγνω |
| 85 | Primary τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δʼ ἐπὶ γαίῃ |
| 86 | Primary κείμενον· ἔρρει δʼ αἷμα κατʼ οὐταμένην ὠτειλήν. |
| 87 | Primary βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ |
| 88 | Primary ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο |
| 89 | Primary ἀσβέστῳ· οὐδʼ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας· |
| 90 | Primary ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· |
| 91 | Primary ὤ μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ |
| 92 | Primary Πάτροκλόν θʼ, ὃς κεῖται ἐμῆς ἕνεκʼ ἐνθάδε τιμῆς, |
| 93 | Primary μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται. |
| 94 | Primary εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι |
| 95 | Primary αἰδεσθείς, μή πώς με περιστήωσʼ ἕνα πολλοί· |
| 96 | Primary Τρῶας δʼ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ. |
| 97 | Primary ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; |
| 98 | Primary ὁππότʼ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι |
| 99 | Primary ὅν κε θεὸς τιμᾷ, τάχα οἱ μέγα πῆμα κυλίσθη. |
| 100 | Primary τώ μʼ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται |
| 101 | Primary Ἕκτορι χωρήσαντʼ, ἐπεὶ ἐκ θεόφιν πολεμίζει. |
| 102 | Primary εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην, |
| 103 | Primary ἄμφω κʼ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης |
| 104 | Primary καὶ πρὸς δαίμονά περ, εἴ πως ἐρυσαίμεθα νεκρὸν |
| 105 | Primary Πηλεΐδῃ Ἀχιλῆϊ· κακῶν δέ κε φέρτατον εἴη. |
| 106 | Primary εἷος ὁ ταῦθʼ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν |
| 107 | Primary τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. |
| 108 | Primary αὐτὰρ ὅ γʼ ἐξοπίσω ἀνεχάζετο, λεῖπε δὲ νεκρὸν |
| 109 | Primary ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος, |
| 110 | Primary ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται |
| 111 | Primary ἔγχεσι καὶ φωνῇ· τοῦ δʼ ἐν φρεσὶν ἄλκιμον ἦτορ |
| 112 | Primary παχνοῦται, ἀέκων δέ τʼ ἔβη ἀπὸ μεσσαύλοιο· |
| 113 | Primary ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος. |
| 114 | Primary στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων |
| 115 | Primary παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν. |
| 116 | Primary τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης |
| 117 | Primary θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι· |
| 118 | Primary θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων· |
| 119 | Primary βῆ δὲ θέειν, εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα. |
| 120 | Primary Αἶαν δεῦρο πέπον, περὶ Πατρόκλοιο θανόντος |
| 121 | Primary σπεύσομεν, αἴ κε νέκυν περ Ἀχιλλῆϊ προφέρωμεν |
| 122 | Primary γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. |
| 123 | Primary ὣς ἔφατʼ, Αἴαντι δὲ δαΐφρονι θυμὸν ὄρινε· |
| 124 | Primary βῆ δὲ διὰ προμάχων, ἅμα δὲ ξανθὸς Μενέλαος. |
| 125 | Primary Ἕκτωρ μὲν Πάτροκλον ἐπεὶ κλυτὰ τεύχεʼ ἀπηύρα, |
| 126 | Primary ἕλχʼ ἵνʼ ἀπʼ ὤμοιιν κεφαλὴν τάμοι ὀξέϊ χαλκῷ, |
| 127 | Primary τὸν δὲ νέκυν Τρῳῇσιν ἐρυσσάμενος κυσὶ δοίη. |
| 128 | Primary Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον· |
| 129 | Primary Ἕκτωρ δʼ ἂψ ἐς ὅμιλον ἰὼν ἀνεχάζεθʼ ἑταίρων, |
| 130 | Primary ἐς δίφρον δʼ ἀνόρουσε· δίδου δʼ ὅ γε τεύχεα καλὰ |
| 131 | Primary Τρωσὶ φέρειν προτὶ ἄστυ, μέγα κλέος ἔμμεναι αὐτῷ. |
| 132 | Primary Αἴας δʼ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας |
| 133 | Primary ἑστήκει ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν, |
| 134 | Primary ᾧ ῥά τε νήπιʼ ἄγοντι συναντήσωνται ἐν ὕλῃ |
| 135 | Primary ἄνδρες ἐπακτῆρες· ὃ δέ τε σθένεϊ βλεμεαίνει, |
| 136 | Primary πᾶν δέ τʼ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων· |
| 137 | Primary ὣς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει. |
| 138 | Primary Ἀτρεΐδης δʼ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος |
| 139 | Primary ἑστήκει, μέγα πένθος ἐνὶ στήθεσσιν ἀέξων. |
| 140 | Primary Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν |
| 141 | Primary Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ· |
| 142 | Primary Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο. |
| 143 | Primary ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα. |
| 144 | Primary φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς |
| 145 | Primary οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν· |
| 146 | Primary οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν |
| 147 | Primary εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν |
| 148 | Primary μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί. |
| 149 | Primary πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον |
| 150 | Primary σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον |
| 151 | Primary κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι, |
| 152 | Primary ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ |
| 153 | Primary ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης. |
| 154 | Primary τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν |
| 155 | Primary οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος. |
| 156 | Primary εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη |
| 157 | Primary ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης |
| 158 | Primary ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο, |
| 159 | Primary αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω. |
| 160 | Primary εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος |
| 161 | Primary ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης, |
| 162 | Primary αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ |
| 163 | Primary λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω· |
| 164 | Primary τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος |
| 165 | Primary Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες. |
| 166 | Primary ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας |
| 167 | Primary στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ, |
| 168 | Primary οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι. |
| 169 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· |
| 170 | Primary Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες; |
| 171 | Primary ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων |
| 172 | Primary τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι· |
| 173 | Primary νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες, |
| 174 | Primary ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι. |
| 175 | Primary οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων· |
| 176 | Primary ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο, |
| 177 | Primary ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην |
| 178 | Primary ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι. |
| 179 | Primary ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, |
| 180 | Primary ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις, |
| 181 | Primary ἦ τινα καὶ Δαναῶν ἀλκῆς μάλα περ μεμαῶτα |
| 182 | Primary σχήσω ἀμυνέμεναι περὶ Πατρόκλοιο θανόντος. |
| 183 | Primary ὣς εἰπὼν Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· |
| 184 | Primary Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταί, |
| 185 | Primary ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, |
| 186 | Primary ὄφρʼ ἂν ἐγὼν Ἀχιλῆος ἀμύμονος ἔντεα δύω |
| 187 | Primary καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξα κατακτάς. |
| 188 | Primary ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ |
| 189 | Primary δηΐου ἐκ πολέμοιο· θέων δʼ ἐκίχανεν ἑταίρους |
| 190 | Primary ὦκα μάλʼ οὔ πω τῆλε ποσὶ κραιπνοῖσι μετασπών, |
| 191 | Primary οἳ προτὶ ἄστυ φέρον κλυτὰ τεύχεα Πηλεΐωνος. |
| 192 | Primary στὰς δʼ ἀπάνευθε μάχης πολυδακρύου ἔντεʼ ἄμειβεν· |
| 193 | Primary ἤτοι ὃ μὲν τὰ ἃ δῶκε φέρειν προτὶ Ἴλιον ἱρὴν |
| 194 | Primary Τρωσὶ φιλοπτολέμοισιν, ὃ δʼ ἄμβροτα τεύχεα δῦνε |
| 195 | Primary Πηλεΐδεω Ἀχιλῆος ἅ οἱ θεοὶ Οὐρανίωνες |
| 196 | Primary πατρὶ φίλῳ ἔπορον· ὃ δʼ ἄρα ᾧ παιδὶ ὄπασσε |
| 197 | Primary γηράς· ἀλλʼ οὐχ υἱὸς ἐν ἔντεσι πατρὸς ἐγήρα. |
| 198 | Primary τὸν δʼ ὡς οὖν ἀπάνευθεν ἴδεν νεφεληγερέτα Ζεὺς |
| 199 | Primary τεύχεσι Πηλεΐδαο κορυσσόμενον θείοιο, |
| 200 | Primary κινήσας ῥα κάρη προτὶ ὃν μυθήσατο θυμόν· |
| 201 | Primary ἆ δείλʼ οὐδέ τί τοι θάνατος καταθύμιός ἐστιν |
| 202 | Primary ὃς δή τοι σχεδὸν εἶσι· σὺ δʼ ἄμβροτα τεύχεα δύνεις |
| 203 | Primary ἀνδρὸς ἀριστῆος, τόν τε τρομέουσι καὶ ἄλλοι· |
| 204 | Primary τοῦ δὴ ἑταῖρον ἔπεφνες ἐνηέα τε κρατερόν τε, |
| 205 | Primary τεύχεα δʼ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων |
| 206 | Primary εἵλευ· ἀτάρ τοι νῦν γε μέγα κράτος ἐγγυαλίξω, |
| 207 | Primary τῶν ποινὴν ὅ τοι οὔ τι μάχης ἐκνοστήσαντι |
| 208 | Primary δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλεΐωνος. |
| 209 | Primary ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. |
| 210 | Primary Ἕκτορι δʼ ἥρμοσε τεύχεʼ ἐπὶ χροΐ, δῦ δέ μιν Ἄρης |
| 211 | Primary δεινὸς ἐνυάλιος, πλῆσθεν δʼ ἄρα οἱ μέλεʼ ἐντὸς |
| 212 | Primary ἀλκῆς καὶ σθένεος· μετὰ δὲ κλειτοὺς ἐπικούρους |
| 213 | Primary βῆ ῥα μέγα ἰάχων· ἰνδάλλετο δέ σφισι πᾶσι |
| 214 | Primary τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος. |
| 215 | Primary ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι |
| 216 | Primary Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε |
| 217 | Primary Ἀστεροπαῖόν τε Δεισήνορά θʼ Ἱππόθοόν τε |
| 218 | Primary Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν· |
| 219 | Primary τοὺς ὅ γʼ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· |
| 220 | Primary κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων· |
| 221 | Primary οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων |
| 222 | Primary ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον, |
| 223 | Primary ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα |
| 224 | Primary προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν. |
| 225 | Primary τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ |
| 226 | Primary λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω. |
| 227 | Primary τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω |
| 228 | Primary ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς. |
| 229 | Primary ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης |
| 230 | Primary Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας, |
| 231 | Primary ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς |
| 232 | Primary ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ. |
| 233 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν |
| 234 | Primary δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς |
| 235 | Primary νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο |
| 236 | Primary νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα. |
| 237 | Primary καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· |
| 238 | Primary ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ |
| 239 | Primary ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο. |
| 240 | Primary οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο, |
| 241 | Primary ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς, |
| 242 | Primary ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι, |
| 243 | Primary καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει |
| 244 | Primary Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος. |
| 245 | Primary ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ. |
| 246 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, |
| 247 | Primary ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς· |
| 248 | Primary ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες |
| 249 | Primary οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ |
| 250 | Primary δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος |
| 251 | Primary λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ. |
| 252 | Primary ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον |
| 253 | Primary ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν· |
| 254 | Primary ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ |
| 255 | Primary Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι. |
| 256 | Primary ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας· |
| 257 | Primary πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα, |
| 258 | Primary τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος |
| 259 | Primary Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ. |
| 260 | Primary τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι, |
| 261 | Primary ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν; |
| 262 | Primary Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ. |
| 263 | Primary ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο |
| 264 | Primary βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι |
| 265 | Primary ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω, |
| 266 | Primary τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ |
| 267 | Primary ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες |
| 268 | Primary φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι |
| 269 | Primary λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν |
| 270 | Primary χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε, |
| 271 | Primary ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο· |
| 272 | Primary μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι |
| 273 | Primary Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους. |
| 274 | Primary ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς· |
| 275 | Primary νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν |
| 276 | Primary Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ, |
| 277 | Primary ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ |
| 278 | Primary μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν |
| 279 | Primary Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο |
| 280 | Primary τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. |
| 281 | Primary ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν |
| 282 | Primary καπρίῳ, ὅς τʼ ἐν ὄρεσσι κύνας θαλερούς τʼ αἰζηοὺς |
| 283 | Primary ῥηϊδίως ἐκέδασσεν, ἑλιξάμενος διὰ βήσσας· |
| 284 | Primary ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας |
| 285 | Primary ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας |
| 286 | Primary οἳ περὶ Πατρόκλῳ βέβασαν, φρόνεον δὲ μάλιστα |
| 287 | Primary ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι. |
| 288 | Primary ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς |
| 289 | Primary Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην |
| 290 | Primary δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας |
| 291 | Primary Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ |
| 292 | Primary ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. |
| 293 | Primary τὸν δʼ υἱὸς Τελαμῶνος ἐπαΐξας διʼ ὁμίλου |
| 294 | Primary πλῆξʼ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου· |
| 295 | Primary ἤρικε δʼ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ |
| 296 | Primary πληγεῖσʼ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ, |
| 297 | Primary ἐγκέφαλος δὲ παρʼ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς |
| 298 | Primary αἱματόεις· τοῦ δʼ αὖθι λύθη μένος, ἐκ δʼ ἄρα χειρῶν |
| 299 | Primary Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε |
| 300 | Primary κεῖσθαι· ὃ δʼ ἄγχʼ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ |
| 301 | Primary τῆλʼ ἀπὸ Λαρίσης ἐριβώλακος, οὐδὲ τοκεῦσι |
| 302 | Primary θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν |
| 303 | Primary ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. |
| 304 | Primary Ἕκτωρ δʼ αὖτʼ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ· |
| 305 | Primary ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος |
| 306 | Primary τυτθόν· ὃ δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν |
| 307 | Primary Φωκήων ὄχʼ ἄριστον, ὃς ἐν κλειτῷ Πανοπῆϊ |
| 308 | Primary οἰκία ναιετάασκε πολέσσʼ ἄνδρεσσιν ἀνάσσων, |
| 309 | Primary τὸν βάλʼ ὑπὸ κληῗδα μέσην· διὰ δʼ ἀμπερὲς ἄκρη |
| 310 | Primary αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε· |
| 311 | Primary δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. |
| 312 | Primary Αἴας δʼ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν |
| 313 | Primary Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε· |
| 314 | Primary ῥῆξε δὲ θώρηκος γύαλον, διὰ δʼ ἔντερα χαλκὸς |
| 315 | Primary ἤφυσʼ· ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. |
| 316 | Primary χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· |
| 317 | Primary Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκροὺς |
| 318 | Primary Φόρκυν θʼ Ἱππόθοόν τε, λύοντο δὲ τεύχεʼ ἀπʼ ὤμων. |
| 319 | Primary ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν |
| 320 | Primary Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, |
| 321 | Primary Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν |
| 322 | Primary κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων |
| 323 | Primary Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς |
| 324 | Primary κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι |
| 325 | Primary κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς· |
| 326 | Primary τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· |
| 327 | Primary Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε |
| 328 | Primary Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους |
| 329 | Primary κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε |
| 330 | Primary πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας· |
| 331 | Primary ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι |
| 332 | Primary νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε. |
| 333 | Primary ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα |
| 334 | Primary ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας· |
| 335 | Primary Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων |
| 336 | Primary αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν |
| 337 | Primary Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας. |
| 338 | Primary ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς |
| 339 | Primary Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι· |
| 340 | Primary τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι |
| 341 | Primary Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα. |
| 342 | Primary ὣς φάτο, καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη· |
| 343 | Primary οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν. |
| 344 | Primary ἔνθʼ αὖτʼ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ |
| 345 | Primary υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον. |
| 346 | Primary τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης, |
| 347 | Primary στῆ δὲ μάλʼ ἐγγὺς ἰών, καὶ ἀκόντισε δουρὶ φαεινῷ, |
| 348 | Primary καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν |
| 349 | Primary ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δʼ ὑπὸ γούνατʼ ἔλυσεν, |
| 350 | Primary ὅς ῥʼ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει, |
| 351 | Primary καὶ δὲ μετʼ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι. |
| 352 | Primary τὸν δὲ πεσόντʼ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος, |
| 353 | Primary ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι· |
| 354 | Primary ἀλλʼ οὔ πως ἔτι εἶχε· σάκεσσι γὰρ ἔρχατο πάντῃ |
| 355 | Primary ἑσταότες περὶ Πατρόκλῳ, πρὸ δὲ δούρατʼ ἔχοντο. |
| 356 | Primary Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων· |
| 357 | Primary οὔτέ τινʼ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει |
| 358 | Primary οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων, |
| 359 | Primary ἀλλὰ μάλʼ ἀμφʼ αὐτῷ βεβάμεν, σχεδόθεν δὲ μάχεσθαι. |
| 360 | Primary ὣς Αἴας ἐπέτελλε πελώριος, αἵματι δὲ χθὼν |
| 361 | Primary δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον |
| 362 | Primary νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων |
| 363 | Primary καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο, |
| 364 | Primary παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ |
| 365 | Primary ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν. |
| 366 | Primary ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης |
| 367 | Primary οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην· |
| 368 | Primary ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι |
| 369 | Primary ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι. |
| 370 | Primary οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ |
| 371 | Primary εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ |
| 372 | Primary ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης |
| 373 | Primary γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο |
| 374 | Primary ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα |
| 375 | Primary πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον |
| 376 | Primary ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ |
| 377 | Primary ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην |
| 378 | Primary ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε |
| 379 | Primary Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο |
| 380 | Primary ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι. |
| 381 | Primary τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων |
| 382 | Primary νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ |
| 383 | Primary ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν. |
| 384 | Primary τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει |
| 385 | Primary ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ |
| 386 | Primary γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου |
| 387 | Primary χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν |
| 388 | Primary ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο. |
| 389 | Primary ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην |
| 390 | Primary λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ· |
| 391 | Primary δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι |
| 392 | Primary κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ |
| 393 | Primary πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό· |
| 394 | Primary ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ |
| 395 | Primary εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς |
| 396 | Primary Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς |
| 397 | Primary νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει |
| 398 | Primary ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη |
| 399 | Primary τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι· |
| 400 | Primary τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων |
| 401 | Primary ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον· οὐδʼ ἄρα πώ τι |
| 402 | Primary ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς· |
| 403 | Primary πολλὸν γὰρ ῥʼ ἀπάνευθε νεῶν μάρναντο θοάων |
| 404 | Primary τείχει ὕπο Τρώων· τό μιν οὔ ποτε ἔλπετο θυμῷ |
| 405 | Primary τεθνάμεν, ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν |
| 406 | Primary ἂψ ἀπονοστήσειν, ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν |
| 407 | Primary ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν, οὐδὲ σὺν αὐτῷ· |
| 408 | Primary πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων, |
| 409 | Primary ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα. |
| 410 | Primary δὴ τότε γʼ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη |
| 411 | Primary μήτηρ, ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. |
| 412 | Primary οἳ δʼ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατʼ ἔχοντες |
| 413 | Primary νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον· |
| 414 | Primary ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων· |
| 415 | Primary ὦ φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι |
| 416 | Primary νῆας ἔπι γλαφυράς, ἀλλʼ αὐτοῦ γαῖα μέλαινα |
| 417 | Primary πᾶσι χάνοι· τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη |
| 418 | Primary εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν |
| 419 | Primary ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι. |
| 420 | Primary ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν· |
| 421 | Primary ὦ φίλοι, εἰ καὶ μοῖρα παρʼ ἀνέρι τῷδε δαμῆναι |
| 422 | Primary πάντας ὁμῶς, μή πώ τις ἐρωείτω πολέμοιο. |
| 423 | Primary ὣς ἄρα τις εἴπεσκε, μένος δʼ ὄρσασκεν ἑκάστου. |
| 424 | Primary ὣς οἳ μὲν μάρναντο, σιδήρειος δʼ ὀρυμαγδὸς |
| 425 | Primary χάλκεον οὐρανὸν ἷκε διʼ αἰθέρος ἀτρυγέτοιο· |
| 426 | Primary ἵπποι δʼ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες |
| 427 | Primary κλαῖον, ἐπεὶ δὴ πρῶτα πυθέσθην ἡνιόχοιο |
| 428 | Primary ἐν κονίῃσι πεσόντος ὑφʼ Ἕκτορος ἀνδροφόνοιο. |
| 429 | Primary ἦ μὰν Αὐτομέδων Διώρεος ἄλκιμος υἱὸς |
| 430 | Primary πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων, |
| 431 | Primary πολλὰ δὲ μειλιχίοισι προσηύδα, πολλὰ δʼ ἀρειῇ· |
| 432 | Primary τὼ δʼ οὔτʼ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντον |
| 433 | Primary ἠθελέτην ἰέναι οὔτʼ ἐς πόλεμον μετʼ Ἀχαιούς, |
| 434 | Primary ἀλλʼ ὥς τε στήλη μένει ἔμπεδον, ἥ τʼ ἐπὶ τύμβῳ |
| 435 | Primary ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γυναικός, |
| 436 | Primary ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντες |
| 437 | Primary οὔδει ἐνισκίμψαντε καρήατα· δάκρυα δέ σφι |
| 438 | Primary θερμὰ κατὰ βλεφάρων χαμάδις ῥέε μυρομένοισιν |
| 439 | Primary ἡνιόχοιο πόθῳ· θαλερὴ δʼ ἐμιαίνετο χαίτη |
| 440 | Primary ζεύγλης ἐξεριποῦσα παρὰ ζυγὸν ἀμφοτέρωθεν. |
| 441 | Primary μυρομένω δʼ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων, |
| 442 | Primary κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· |
| 443 | Primary ἆ δειλώ, τί σφῶϊ δόμεν Πηλῆϊ ἄνακτι |
| 444 | Primary θνητῷ, ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε; |
| 445 | Primary ἦ ἵνα δυστήνοισι μετʼ ἀνδράσιν ἄλγεʼ ἔχητον; |
| 446 | Primary οὐ μὲν γάρ τί πού ἐστιν ὀϊζυρώτερον ἀνδρὸς |
| 447 | Primary πάντων, ὅσσά τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. |
| 448 | Primary ἀλλʼ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν |
| 449 | Primary Ἕκτωρ Πριαμίδης ἐποχήσεται· οὐ γὰρ ἐάσω. |
| 450 | Primary ἦ οὐχ ἅλις ὡς καὶ τεύχεʼ ἔχει καὶ ἐπεύχεται αὔτως; |
| 451 | Primary σφῶϊν δʼ ἐν γούνεσσι βαλῶ μένος ἠδʼ ἐνὶ θυμῷ, |
| 452 | Primary ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο |
| 453 | Primary νῆας ἔπι γλαφυράς· ἔτι γάρ σφισι κῦδος ὀρέξω |
| 454 | Primary κτείνειν, εἰς ὅ κε νῆας ἐϋσσέλμους ἀφίκωνται |
| 455 | Primary δύῃ τʼ ἠέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθῃ· |
| 456 | Primary ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσεν μένος ἠΰ. |
| 457 | Primary τὼ δʼ ἀπὸ χαιτάων κονίην οὖδας δὲ βαλόντε |
| 458 | Primary ῥίμφα φέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς. |
| 459 | Primary τοῖσι δʼ ἐπʼ Αὐτομέδων μάχετʼ ἀχνύμενός περ ἑταίρου |
| 460 | Primary ἵπποις ἀΐσσων ὥς τʼ αἰγυπιὸς μετὰ χῆνας· |
| 461 | Primary ῥέα μὲν γὰρ φεύγεσκεν ὑπʼ ἐκ Τρώων ὀρυμαγδοῦ, |
| 462 | Primary ῥεῖα δʼ ἐπαΐξασκε πολὺν καθʼ ὅμιλον ὀπάζων. |
| 463 | Primary ἀλλʼ οὐχ ᾕρει φῶτας ὅτε σεύαιτο διώκειν· |
| 464 | Primary οὐ γάρ πως ἦν οἶον ἐόνθʼ ἱερῷ ἐνὶ δίφρῳ |
| 465 | Primary ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους. |
| 466 | Primary ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν |
| 467 | Primary Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο· |
| 468 | Primary στῆ δʼ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδα· |
| 469 | Primary Αὐτόμεδον, τίς τοί νυ θεῶν νηκερδέα βουλὴν |
| 470 | Primary ἐν στήθεσσιν ἔθηκε, καὶ ἐξέλετο φρένας ἐσθλάς; |
| 471 | Primary οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ |
| 472 | Primary μοῦνος· ἀτάρ τοι ἑταῖρος ἀπέκτατο, τεύχεα δʼ Ἕκτωρ |
| 473 | Primary αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο. |
| 474 | Primary τὸν δʼ αὖτʼ Αὐτομέδων προσέφη Διώρεος υἱός· |
| 475 | Primary Ἀλκίμεδον τίς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος |
| 476 | Primary ἵππων ἀθανάτων ἐχέμεν δμῆσίν τε μένος τε, |
| 477 | Primary εἰ μὴ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος |
| 478 | Primary ζωὸς ἐών; νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. |
| 479 | Primary ἀλλὰ σὺ μὲν μάστιγα καὶ ἡνία σιγαλόεντα |
| 480 | Primary δέξαι, ἐγὼ δʼ ἵππων ἀποβήσομαι, ὄφρα μάχωμαι. |
| 481 | Primary ὣς ἔφατʼ, Ἀλκιμέδων δὲ βοηθόον ἅρμʼ ἐπορούσας |
| 482 | Primary καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν, |
| 483 | Primary Αὐτομέδων δʼ ἀπόρουσε· νόησε δὲ φαίδιμος Ἕκτωρ, |
| 484 | Primary αὐτίκα δʼ Αἰνείαν προσεφώνεεν ἐγγὺς ἐόντα· |
| 485 | Primary Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων |
| 486 | Primary ἵππω τώδʼ ἐνόησα ποδώκεος Αἰακίδαο |
| 487 | Primary ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι· |
| 488 | Primary τώ κεν ἐελποίμην αἱρησέμεν, εἰ σύ γε θυμῷ |
| 489 | Primary σῷ ἐθέλεις, ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῶϊ |
| 490 | Primary τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ. |
| 491 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησεν ἐῢς πάϊς Ἀγχίσαο. |
| 492 | Primary τὼ δʼ ἰθὺς βήτην βοέῃς εἰλυμένω ὤμους |
| 493 | Primary αὔῃσι στερεῇσι· πολὺς δʼ ἐπελήλατο χαλκός. |
| 494 | Primary τοῖσι δʼ ἅμα Χρομίος τε καὶ Ἄρητος θεοειδὴς |
| 495 | Primary ἤϊσαν ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς |
| 496 | Primary αὐτώ τε κτενέειν ἐλάαν τʼ ἐριαύχενας ἵππους |
| 497 | Primary νήπιοι, οὐδʼ ἄρʼ ἔμελλον ἀναιμωτί γε νέεσθαι |
| 498 | Primary αὖτις ἀπʼ Αὐτομέδοντος. ὃ δʼ εὐξάμενος Διὶ πατρὶ |
| 499 | Primary ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφὶ μελαίνας· |
| 500 | Primary αὐτίκα δʼ Ἀλκιμέδοντα προσηύδα πιστὸν ἑταῖρον· |
| 501 | Primary Ἀλκίμεδον μὴ δή μοι ἀπόπροθεν ἰσχέμεν ἵππους, |
| 502 | Primary ἀλλὰ μάλʼ ἐμπνείοντε μεταφρένῳ· οὐ γὰρ ἔγωγε |
| 503 | Primary Ἕκτορα Πριαμίδην μένεος σχήσεσθαι ὀΐω, |
| 504 | Primary πρίν γʼ ἐπʼ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω |
| 505 | Primary νῶϊ κατακτείναντα, φοβῆσαί τε στίχας ἀνδρῶν |
| 506 | Primary Ἀργείων, ἤ κʼ αὐτὸς ἐνὶ πρώτοισιν ἁλοίη. |
| 507 | Primary ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον· |
| 508 | Primary Αἴαντʼ Ἀργείων ἡγήτορε καὶ Μενέλαε |
| 509 | Primary ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθʼ οἵ περ ἄριστοι |
| 510 | Primary ἀμφʼ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν, |
| 511 | Primary νῶϊν δὲ ζωοῖσιν ἀμύνετε νηλεὲς ἦμαρ· |
| 512 | Primary τῇδε γὰρ ἔβρισαν πόλεμον κάτα δακρυόεντα |
| 513 | Primary Ἕκτωρ Αἰνείας θʼ, οἳ Τρώων εἰσὶν ἄριστοι. |
| 514 | Primary ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· |
| 515 | Primary ἥσω γὰρ καὶ ἐγώ, τὰ δέ κεν Διὶ πάντα μελήσει. |
| 516 | Primary ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, |
| 517 | Primary καὶ βάλεν Ἀρήτοιο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην· |
| 518 | Primary ἣ δʼ οὐκ ἔγχος ἔρυτο, διὰ πρὸ δὲ εἴσατο χαλκός, |
| 519 | Primary νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν. |
| 520 | Primary ὡς δʼ ὅτʼ ἂν ὀξὺν ἔχων πέλεκυν αἰζήϊος ἀνὴρ |
| 521 | Primary κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο |
| 522 | Primary ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν, |
| 523 | Primary ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος |
| 524 | Primary νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα. |
| 525 | Primary Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ· |
| 526 | Primary ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος· |
| 527 | Primary πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν |
| 528 | Primary οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη |
| 529 | Primary ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης. |
| 530 | Primary καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην |
| 531 | Primary εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε, |
| 532 | Primary οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος· |
| 533 | Primary τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις |
| 534 | Primary Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής, |
| 535 | Primary Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ |
| 536 | Primary κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ |
| 537 | Primary τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· |
| 538 | Primary ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος |
| 539 | Primary κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων. |
| 540 | Primary ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα |
| 541 | Primary θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν |
| 542 | Primary αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς. |
| 543 | Primary ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη |
| 544 | Primary ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη |
| 545 | Primary οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς |
| 546 | Primary ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ. |
| 547 | Primary ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ |
| 548 | Primary Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο |
| 549 | Primary ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων |
| 550 | Primary ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει, |
| 551 | Primary ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν |
| 552 | Primary δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον. |
| 553 | Primary πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα |
| 554 | Primary ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν· |
| 555 | Primary εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν· |
| 556 | Primary σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος |
| 557 | Primary ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον |
| 558 | Primary τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν. |
| 559 | Primary ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα. |
| 560 | Primary τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος· |
| 561 | Primary Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές, εἰ γὰρ Ἀθήνη |
| 562 | Primary δοίη κάρτος ἐμοί, βελέων δʼ ἀπερύκοι ἐρωήν· |
| 563 | Primary τώ κεν ἔγωγʼ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν |
| 564 | Primary Πατρόκλῳ· μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν. |
| 565 | Primary ἀλλʼ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος, οὐδʼ ἀπολήγει |
| 566 | Primary χαλκῷ δηϊόων· τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει. |
| 567 | Primary ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, |
| 568 | Primary ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων. |
| 569 | Primary ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε, |
| 570 | Primary καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν, |
| 571 | Primary ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο |
| 572 | Primary ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμʼ ἀνθρώπου· |
| 573 | Primary τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας, |
| 574 | Primary βῆ δʼ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ. |
| 575 | Primary ἔσκε δʼ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος |
| 576 | Primary ἀφνειός τʼ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ |
| 577 | Primary δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής· |
| 578 | Primary τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος |
| 579 | Primary ἀΐξαντα φόβον δέ, διὰ πρὸ δὲ χαλκὸν ἔλασσε· |
| 580 | Primary δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος |
| 581 | Primary νεκρὸν ὑπʼ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων. |
| 582 | Primary Ἕκτορα δʼ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων |
| 583 | Primary Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων |
| 584 | Primary ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων· |
| 585 | Primary τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων· |
| 586 | Primary Ἕκτορ τίς κέ σʼ ἔτʼ ἄλλος Ἀχαιῶν ταρβήσειεν; |
| 587 | Primary οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε |
| 588 | Primary μαλθακὸς αἰχμητής· νῦν δʼ οἴχεται οἶος ἀείρας |
| 589 | Primary νεκρὸν ὑπʼ ἐκ Τρώων, σὸν δʼ ἔκτανε πιστὸν ἑταῖρον |
| 590 | Primary ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος. |
| 591 | Primary ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα, |
| 592 | Primary βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. |
| 593 | Primary καὶ τότʼ ἄρα Κρονίδης ἕλετʼ αἰγίδα θυσσανόεσσαν |
| 594 | Primary μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν, |
| 595 | Primary ἀστράψας δὲ μάλα μεγάλʼ ἔκτυπε, τὴν δὲ τίναξε, |
| 596 | Primary νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δʼ Ἀχαιούς. |
| 597 | Primary πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο. |
| 598 | Primary βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ |
| 599 | Primary ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις |
| 600 | Primary αἰχμὴ Πουλυδάμαντος· ὃ γάρ ῥʼ ἔβαλε σχεδὸν ἐλθών. |
| 601 | Primary Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ |
| 602 | Primary υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης· |
| 603 | Primary τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ |
| 604 | Primary ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν. |
| 605 | Primary Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα |
| 606 | Primary βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν· |
| 607 | Primary ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν |
| 608 | Primary Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο |
| 609 | Primary δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν· |
| 610 | Primary αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε |
| 611 | Primary Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ· |
| 612 | Primary πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας |
| 613 | Primary ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν, |
| 614 | Primary εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους· |
| 615 | Primary καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ, |
| 616 | Primary αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο· |
| 617 | Primary τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας |
| 618 | Primary ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην. |
| 619 | Primary ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε. |
| 620 | Primary καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι |
| 621 | Primary κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα· |
| 622 | Primary μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι· |
| 623 | Primary γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τʼ οὐκέτι κάρτος Ἀχαιῶν. |
| 624 | Primary ὣς ἔφατʼ, Ἰδομενεὺς δʼ ἵμασεν καλλίτριχας ἵππους |
| 625 | Primary νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ. |
| 626 | Primary οὐδʼ ἔλαθʼ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον |
| 627 | Primary Ζεύς, ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην. |
| 628 | Primary τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας· |
| 629 | Primary ὢ πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι |
| 630 | Primary γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει. |
| 631 | Primary τῶν μὲν γὰρ πάντων βέλεʼ ἅπτεται ὅς τις ἀφήῃ |
| 632 | Primary ἢ κακὸς ἢ ἀγαθός· Ζεὺς δʼ ἔμπης πάντʼ ἰθύνει· |
| 633 | Primary ἡμῖν δʼ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε. |
| 634 | Primary ἀλλʼ ἄγετʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, |
| 635 | Primary ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ |
| 636 | Primary χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες, |
| 637 | Primary οἵ που δεῦρʼ ὁρόωντες ἀκηχέδατʼ, οὐδʼ ἔτι φασὶν |
| 638 | Primary Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους |
| 639 | Primary σχήσεσθʼ, ἀλλʼ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι. |
| 640 | Primary εἴη δʼ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα |
| 641 | Primary Πηλεΐδῃ, ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι |
| 642 | Primary λυγρῆς ἀγγελίης, ὅτι οἱ φίλος ὤλεθʼ ἑταῖρος. |
| 643 | Primary ἀλλʼ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν· |
| 644 | Primary ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι. |
| 645 | Primary Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπʼ ἠέρος υἷας Ἀχαιῶν, |
| 646 | Primary ποίησον δʼ αἴθρην, δὸς δʼ ὀφθαλμοῖσιν ἰδέσθαι· |
| 647 | Primary ἐν δὲ φάει καὶ ὄλεσσον, ἐπεί νύ τοι εὔαδεν οὕτως. |
| 648 | Primary ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα· |
| 649 | Primary αὐτίκα δʼ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην, |
| 650 | Primary ἠέλιος δʼ ἐπέλαμψε, μάχη δʼ ἐπὶ πᾶσα φαάνθη· |
| 651 | Primary καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον· |
| 652 | Primary σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι |
| 653 | Primary ζωὸν ἔτʼ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν, |
| 654 | Primary ὄτρυνον δʼ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα |
| 655 | Primary εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθʼ ἑταῖρος. |
| 656 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος, |
| 657 | Primary βῆ δʼ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο, |
| 658 | Primary ὅς τʼ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τʼ ἄνδρας τʼ ἐρεθίζων, |
| 659 | Primary οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι |
| 660 | Primary πάννυχοι ἐγρήσσοντες· ὃ δὲ κρειῶν ἐρατίζων |
| 661 | Primary ἰθύει, ἀλλʼ οὔ τι πρήσσει· θαμέες γὰρ ἄκοντες |
| 662 | Primary ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν, |
| 663 | Primary καιόμεναί τε δεταί, τάς τε τρεῖ ἐσσύμενός περ· |
| 664 | Primary ἠῶθεν δʼ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ· |
| 665 | Primary ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος |
| 666 | Primary ἤϊε πόλλʼ ἀέκων· περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ |
| 667 | Primary ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν. |
| 668 | Primary πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσʼ ἐπέτελλεν· |
| 669 | Primary Αἴαντʼ Ἀργείων ἡγήτορε Μηριόνη τε |
| 670 | Primary νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο |
| 671 | Primary μνησάσθω· πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι |
| 672 | Primary ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. |
| 673 | Primary ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος, |
| 674 | Primary πάντοσε παπταίνων ὥς τʼ αἰετός, ὅν ῥά τέ φασιν |
| 675 | Primary ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν, |
| 676 | Primary ὅν τε καὶ ὑψόθʼ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ |
| 677 | Primary θάμνῳ ὑπʼ ἀμφικόμῳ κατακείμενος, ἀλλά τʼ ἐπʼ αὐτῷ |
| 678 | Primary ἔσσυτο, καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν. |
| 679 | Primary ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ |
| 680 | Primary πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων, |
| 681 | Primary εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο. |
| 682 | Primary τὸν δὲ μάλʼ αἶψʼ ἐνόησε μάχης ἐπʼ ἀριστερὰ πάσης |
| 683 | Primary θαρσύνονθʼ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι, |
| 684 | Primary ἀγχοῦ δʼ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος· |
| 685 | Primary Ἀντίλοχʼ εἰ δʼ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι |
| 686 | Primary λυγρῆς ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. |
| 687 | Primary ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα |
| 688 | Primary γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει, |
| 689 | Primary νίκη δὲ Τρώων· πέφαται δʼ ὤριστος Ἀχαιῶν |
| 690 | Primary Πάτροκλος, μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται. |
| 691 | Primary ἀλλὰ σύ γʼ αἶψʼ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν |
| 692 | Primary εἰπεῖν, αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ |
| 693 | Primary γυμνόν· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. |
| 694 | Primary ὣς ἔφατʼ, Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας· |
| 695 | Primary δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε, τὼ δέ οἱ ὄσσε |
| 696 | Primary δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. |
| 697 | Primary ἀλλʼ οὐδʼ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε, |
| 698 | Primary βῆ δὲ θέειν, τὰ δὲ τεύχεʼ ἀμύμονι δῶκεν ἑταίρῳ |
| 699 | Primary Λαοδόκῳ, ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους. |
| 700 | Primary τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο |
| 701 | Primary Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα. |
| 702 | Primary οὐδʼ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς |
| 703 | Primary τειρομένοις ἑτάροισιν ἀμυνέμεν, ἔνθεν ἀπῆλθεν |
| 704 | Primary Ἀντίλοχος, μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη· |
| 705 | Primary ἀλλʼ ὅ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν, |
| 706 | Primary αὐτὸς δʼ αὖτʼ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει, |
| 707 | Primary στῆ δὲ παρʼ Αἰάντεσσι θέων, εἶθαρ δὲ προσηύδα· |
| 708 | Primary κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν |
| 709 | Primary ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν· οὐδέ μιν οἴω |
| 710 | Primary νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ· |
| 711 | Primary οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο. |
| 712 | Primary ἡμεῖς δʼ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην, |
| 713 | Primary ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν, ἠδὲ καὶ αὐτοὶ |
| 714 | Primary Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν. |
| 715 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας· |
| 716 | Primary πάντα κατʼ αἶσαν ἔειπες ἀγακλεὲς ὦ Μενέλαε· |
| 717 | Primary ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλʼ ὦκα |
| 718 | Primary νεκρὸν ἀείραντες φέρετʼ ἐκ πόνου· αὐτὰρ ὄπισθε |
| 719 | Primary νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ |
| 720 | Primary ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι, οἳ τὸ πάρος περ |
| 721 | Primary μίμνομεν ὀξὺν Ἄρηα παρʼ ἀλλήλοισι μένοντες. |
| 722 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο |
| 723 | Primary ὕψι μάλα μεγάλως· ἐπὶ δʼ ἴαχε λαὸς ὄπισθε |
| 724 | Primary Τρωϊκός, ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς. |
| 725 | Primary ἴθυσαν δὲ κύνεσσιν ἐοικότες, οἵ τʼ ἐπὶ κάπρῳ |
| 726 | Primary βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων· |
| 727 | Primary ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες, |
| 728 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς, |
| 729 | Primary ἄψ τʼ ἀνεχώρησαν διά τʼ ἔτρεσαν ἄλλυδις ἄλλος. |
| 730 | Primary ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο |
| 731 | Primary νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· |
| 732 | Primary ἀλλʼ ὅτε δή ῥʼ Αἴαντε μεταστρεφθέντε κατʼ αὐτοὺς |
| 733 | Primary σταίησαν, τῶν δὲ τράπετο χρώς, οὐδέ τις ἔτλη |
| 734 | Primary πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι. |
| 735 | Primary ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο |
| 736 | Primary νῆας ἔπι γλαφυράς· ἐπὶ δὲ πτόλεμος τέτατό σφιν |
| 737 | Primary ἄγριος ἠΰτε πῦρ, τό τʼ ἐπεσσύμενον πόλιν ἀνδρῶν |
| 738 | Primary ὄρμενον ἐξαίφνης φλεγέθει, μινύθουσι δὲ οἶκοι |
| 739 | Primary ἐν σέλαϊ μεγάλῳ· τὸ δʼ ἐπιβρέμει ἲς ἀνέμοιο. |
| 740 | Primary ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων |
| 741 | Primary ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν· |
| 742 | Primary οἳ δʼ ὥς θʼ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες |
| 743 | Primary ἕλκωσʼ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν |
| 744 | Primary ἢ δοκὸν ἠὲ δόρυ μέγα νήϊον· ἐν δέ τε θυμὸς |
| 745 | Primary τείρεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν· |
| 746 | Primary ὣς οἵ γʼ ἐμμεμαῶτε νέκυν φέρον. αὐτὰρ ὄπισθεν |
| 747 | Primary Αἴαντʼ ἰσχανέτην, ὥς τε πρὼν ἰσχάνει ὕδωρ |
| 748 | Primary ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς, |
| 749 | Primary ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα |
| 750 | Primary ἴσχει, ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι |
| 751 | Primary πλάζων· οὐδέ τί μιν σθένεϊ ῥηγνῦσι ῥέοντες· |
| 752 | Primary ὣς αἰεὶ Αἴαντε μάχην ἀνέεργον ὀπίσσω |
| 753 | Primary Τρώων· οἳ δʼ ἅμʼ ἕποντο, δύω δʼ ἐν τοῖσι μάλιστα |
| 754 | Primary Αἰνείας τʼ Ἀγχισιάδης καὶ φαίδιμος Ἕκτωρ. |
| 755 | Primary τῶν δʼ ὥς τε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν |
| 756 | Primary οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα |
| 757 | Primary κίρκον, ὅ τε σμικρῇσι φόνον φέρει ὀρνίθεσσιν, |
| 758 | Primary ὣς ἄρʼ ὑπʼ Αἰνείᾳ τε καὶ Ἕκτορι κοῦροι Ἀχαιῶν |
| 759 | Primary οὖλον κεκλήγοντες ἴσαν, λήθοντο δὲ χάρμης. |
| 760 | Primary πολλὰ δὲ τεύχεα καλὰ πέσον περί τʼ ἀμφί τε τάφρον |
| 761 | Primary φευγόντων Δαναῶν· πολέμου δʼ οὐ γίγνετʼ ἐρωή. |