Reader
Reader | Iliad, Book 18
Iliad
Homer
Text
Position
Line 1 of 617
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο, |
| 2 | Primary Ἀντίλοχος δʼ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε. |
| 3 | Primary τὸν δʼ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων |
| 4 | Primary τὰ φρονέοντʼ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν· |
| 5 | Primary ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· |
| 6 | Primary ὤ μοι ἐγώ, τί τʼ ἄρʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ |
| 7 | Primary νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο; |
| 8 | Primary μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ, |
| 9 | Primary ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε |
| 10 | Primary Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο |
| 11 | Primary χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο. |
| 12 | Primary ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς |
| 13 | Primary σχέτλιος· ἦ τʼ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ |
| 14 | Primary ἂψ ἐπὶ νῆας ἴμεν, μηδʼ Ἕκτορι ἶφι μάχεσθαι. |
| 15 | Primary εἷος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, |
| 16 | Primary τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς |
| 17 | Primary δάκρυα θερμὰ χέων, φάτο δʼ ἀγγελίην ἀλεγεινήν· |
| 18 | Primary ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς |
| 19 | Primary πεύσεαι ἀγγελίης, ἣ μὴ ὤφελλε γενέσθαι. |
| 20 | Primary κεῖται Πάτροκλος, νέκυος δὲ δὴ ἀμφιμάχονται |
| 21 | Primary γυμνοῦ· ἀτὰρ τά γε τεύχεʼ ἔχει κορυθαίολος Ἕκτωρ. |
| 22 | Primary ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· |
| 23 | Primary ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν |
| 24 | Primary χεύατο κὰκ κεφαλῆς, χαρίεν δʼ ᾔσχυνε πρόσωπον· |
| 25 | Primary νεκταρέῳ δὲ χιτῶνι μέλαινʼ ἀμφίζανε τέφρη. |
| 26 | Primary αὐτὸς δʼ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς |
| 27 | Primary κεῖτο, φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων. |
| 28 | Primary δμῳαὶ δʼ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε |
| 29 | Primary θυμὸν ἀκηχέμεναι μεγάλʼ ἴαχον, ἐκ δὲ θύραζε |
| 30 | Primary ἔδραμον ἀμφʼ Ἀχιλῆα δαΐφρονα, χερσὶ δὲ πᾶσαι |
| 31 | Primary στήθεα πεπλήγοντο, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης. |
| 32 | Primary Ἀντίλοχος δʼ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων |
| 33 | Primary χεῖρας ἔχων Ἀχιλῆος· ὃ δʼ ἔστενε κυδάλιμον κῆρ· |
| 34 | Primary δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ. |
| 35 | Primary σμερδαλέον δʼ ᾤμωξεν· ἄκουσε δὲ πότνια μήτηρ |
| 36 | Primary ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι, |
| 37 | Primary κώκυσέν τʼ ἄρʼ ἔπειτα· θεαὶ δέ μιν ἀμφαγέροντο |
| 38 | Primary πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. |
| 39 | Primary ἔνθʼ ἄρʼ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε |
| 40 | Primary Νησαίη Σπειώ τε Θόη θʼ Ἁλίη τε βοῶπις |
| 41 | Primary Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια |
| 42 | Primary καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ |
| 43 | Primary Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε |
| 44 | Primary Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα |
| 45 | Primary Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια |
| 46 | Primary Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα· |
| 47 | Primary ἔνθα δʼ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα |
| 48 | Primary Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τʼ Ἀμάθεια |
| 49 | Primary ἄλλαι θʼ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν. |
| 50 | Primary τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δʼ ἅμα πᾶσαι |
| 51 | Primary στήθεα πεπλήγοντο, Θέτις δʼ ἐξῆρχε γόοιο· |
| 52 | Primary κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρʼ ἐῢ πᾶσαι |
| 53 | Primary εἴδετʼ ἀκούουσαι ὅσʼ ἐμῷ ἔνι κήδεα θυμῷ. |
| 54 | Primary ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια, |
| 55 | Primary ἥ τʼ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε |
| 56 | Primary ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· |
| 57 | Primary τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς |
| 58 | Primary νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω |
| 59 | Primary Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις |
| 60 | Primary οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. |
| 61 | Primary ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο |
| 62 | Primary ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. |
| 63 | Primary ἀλλʼ εἶμʼ, ὄφρα ἴδωμι φίλον τέκος, ἠδʼ ἐπακούσω |
| 64 | Primary ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα. |
| 65 | Primary ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ |
| 66 | Primary δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης |
| 67 | Primary ῥήγνυτο· ταὶ δʼ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο |
| 68 | Primary ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ |
| 69 | Primary Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφʼ Ἀχιλῆα. |
| 70 | Primary τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ, |
| 71 | Primary ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο, |
| 72 | Primary καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· |
| 73 | Primary τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; |
| 74 | Primary ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται |
| 75 | Primary ἐκ Διός, ὡς ἄρα δὴ πρίν γʼ εὔχεο χεῖρας ἀνασχὼν |
| 76 | Primary πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν |
| 77 | Primary σεῦ ἐπιδευομένους, παθέειν τʼ ἀεκήλια ἔργα. |
| 78 | Primary τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 79 | Primary μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν· |
| 80 | Primary ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθʼ ἑταῖρος |
| 81 | Primary Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων |
| 82 | Primary ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ |
| 83 | Primary δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι |
| 84 | Primary καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα |
| 85 | Primary ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ. |
| 86 | Primary αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι |
| 87 | Primary ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν. |
| 88 | Primary νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη |
| 89 | Primary παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις |
| 90 | Primary οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε |
| 91 | Primary ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ |
| 92 | Primary πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ, |
| 93 | Primary Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ. |
| 94 | Primary τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα· |
| 95 | Primary ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις· |
| 96 | Primary αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος. |
| 97 | Primary τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 98 | Primary αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ |
| 99 | Primary κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης |
| 100 | Primary ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι. |
| 101 | Primary νῦν δʼ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν, |
| 102 | Primary οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδʼ ἑτάροισι |
| 103 | Primary τοῖς ἄλλοις, οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ, |
| 104 | Primary ἀλλʼ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης, |
| 105 | Primary τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων |
| 106 | Primary ἐν πολέμῳ· ἀγορῇ δέ τʼ ἀμείνονές εἰσι καὶ ἄλλοι. |
| 107 | Primary ὡς ἔρις ἔκ τε θεῶν ἔκ τʼ ἀνθρώπων ἀπόλοιτο |
| 108 | Primary καὶ χόλος, ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι, |
| 109 | Primary ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο |
| 110 | Primary ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός· |
| 111 | Primary ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων. |
| 112 | Primary ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ, |
| 113 | Primary θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ· |
| 114 | Primary νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω |
| 115 | Primary Ἕκτορα· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ |
| 116 | Primary Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι. |
| 117 | Primary οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα, |
| 118 | Primary ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι· |
| 119 | Primary ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης. |
| 120 | Primary ὣς καὶ ἐγών, εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται, |
| 121 | Primary κείσομʼ ἐπεί κε θάνω· νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην, |
| 122 | Primary καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων |
| 123 | Primary ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων |
| 124 | Primary δάκρυʼ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην, |
| 125 | Primary γνοῖεν δʼ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι· |
| 126 | Primary μὴ δέ μʼ ἔρυκε μάχης φιλέουσά περ· οὐδέ με πείσεις. |
| 127 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα· |
| 128 | Primary ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι |
| 129 | Primary τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον. |
| 130 | Primary ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται |
| 131 | Primary χάλκεα μαρμαίροντα· τὰ μὲν κορυθαίολος Ἕκτωρ |
| 132 | Primary αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται· οὐδέ ἕ φημι |
| 133 | Primary δηρὸν ἐπαγλαϊεῖσθαι, ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ. |
| 134 | Primary ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος |
| 135 | Primary πρίν γʼ ἐμὲ δεῦρʼ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι· |
| 136 | Primary ἠῶθεν γὰρ νεῦμαι ἅμʼ ἠελίῳ ἀνιόντι |
| 137 | Primary τεύχεα καλὰ φέρουσα παρʼ Ἡφαίστοιο ἄνακτος. |
| 138 | Primary ὣς ἄρα φωνήσασα πάλιν τράπεθʼ υἷος ἑοῖο, |
| 139 | Primary καὶ στρεφθεῖσʼ ἁλίῃσι κασιγνήτῃσι μετηύδα· |
| 140 | Primary ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον |
| 141 | Primary ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός, |
| 142 | Primary καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον |
| 143 | Primary εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν |
| 144 | Primary υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα. |
| 145 | Primary ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν· |
| 146 | Primary ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα |
| 147 | Primary ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι. |
| 148 | Primary τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ |
| 149 | Primary θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο |
| 150 | Primary φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο. |
| 151 | Primary οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ |
| 152 | Primary ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος· |
| 153 | Primary αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι |
| 154 | Primary Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν. |
| 155 | Primary τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ |
| 156 | Primary ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα· |
| 157 | Primary τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν |
| 158 | Primary νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς |
| 159 | Primary ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε |
| 160 | Primary στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν. |
| 161 | Primary ὡς δʼ ἀπὸ σώματος οὔ τι λέοντʼ αἴθωνα δύνανται |
| 162 | Primary ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι, |
| 163 | Primary ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ |
| 164 | Primary Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι. |
| 165 | Primary καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος, |
| 166 | Primary εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις |
| 167 | Primary ἄγγελος ἦλθε θέουσʼ ἀπʼ Ὀλύμπου θωρήσσεσθαι |
| 168 | Primary κρύβδα Διὸς ἄλλων τε θεῶν· πρὸ γὰρ ἧκέ μιν Ἥρη. |
| 169 | Primary ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· |
| 170 | Primary ὄρσεο Πηλεΐδη, πάντων ἐκπαγλότατʼ ἀνδρῶν· |
| 171 | Primary Πατρόκλῳ ἐπάμυνον, οὗ εἵνεκα φύλοπις αἰνὴ |
| 172 | Primary ἕστηκε πρὸ νεῶν· οἳ δʼ ἀλλήλους ὀλέκουσιν |
| 173 | Primary οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος, |
| 174 | Primary οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν |
| 175 | Primary Τρῶες ἐπιθύουσι· μάλιστα δὲ φαίδιμος Ἕκτωρ |
| 176 | Primary ἑλκέμεναι μέμονεν· κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε |
| 177 | Primary πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς. |
| 178 | Primary ἀλλʼ ἄνα μηδʼ ἔτι κεῖσο· σέβας δέ σε θυμὸν ἱκέσθω |
| 179 | Primary Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι· |
| 180 | Primary σοὶ λώβη, αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ. |
| 181 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· |
| 182 | Primary Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε; |
| 183 | Primary τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· |
| 184 | Primary Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις· |
| 185 | Primary οὐδʼ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος |
| 186 | Primary ἀθανάτων, οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται. |
| 187 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 188 | Primary πῶς τὰρ ἴω μετὰ μῶλον; ἔχουσι δὲ τεύχεʼ ἐκεῖνοι· |
| 189 | Primary μήτηρ δʼ οὔ με φίλη πρίν γʼ εἴα θωρήσσεσθαι |
| 190 | Primary πρίν γʼ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι· |
| 191 | Primary στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεν ἔντεα καλά. |
| 192 | Primary ἄλλου δʼ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω, |
| 193 | Primary εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο. |
| 194 | Primary ἀλλὰ καὶ αὐτὸς ὅ γʼ ἔλπομʼ ἐνὶ πρώτοισιν ὁμιλεῖ |
| 195 | Primary ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος. |
| 196 | Primary τὸν δʼ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις· |
| 197 | Primary εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχεʼ ἔχονται· |
| 198 | Primary ἀλλʼ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι, |
| 199 | Primary αἴ κέ σʼ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο |
| 200 | Primary Τρῶες, ἀναπνεύσωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν |
| 201 | Primary τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο. |
| 202 | Primary ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις, |
| 203 | Primary αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος· ἀμφὶ δʼ Ἀθήνη |
| 204 | Primary ὤμοις ἰφθίμοισι βάλʼ αἰγίδα θυσσανόεσσαν, |
| 205 | Primary ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων |
| 206 | Primary χρύσεον, ἐκ δʼ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν. |
| 207 | Primary ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρʼ ἵκηται |
| 208 | Primary τηλόθεν ἐκ νήσου, τὴν δήϊοι ἀμφιμάχωνται, |
| 209 | Primary οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ |
| 210 | Primary ἄστεος ἐκ σφετέρου· ἅμα δʼ ἠελίῳ καταδύντι |
| 211 | Primary πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι, ὑψόσε δʼ αὐγὴ |
| 212 | Primary γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι, |
| 213 | Primary αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται· |
| 214 | Primary ὣς ἀπʼ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρʼ ἵκανε· |
| 215 | Primary στῆ δʼ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος, οὐδʼ ἐς Ἀχαιοὺς |
| 216 | Primary μίσγετο· μητρὸς γὰρ πυκινὴν ὠπίζετʼ ἐφετμήν. |
| 217 | Primary ἔνθα στὰς ἤϋσʼ, ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη |
| 218 | Primary φθέγξατʼ· ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν. |
| 219 | Primary ὡς δʼ ὅτʼ ἀριζήλη φωνή, ὅτε τʼ ἴαχε σάλπιγξ |
| 220 | Primary ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων, |
| 221 | Primary ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο. |
| 222 | Primary οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο, |
| 223 | Primary πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι |
| 224 | Primary ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ. |
| 225 | Primary ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ |
| 226 | Primary δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος |
| 227 | Primary δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη. |
| 228 | Primary τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς, |
| 229 | Primary τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι. |
| 230 | Primary ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι |
| 231 | Primary ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ |
| 232 | Primary ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες |
| 233 | Primary κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι |
| 234 | Primary μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς |
| 235 | Primary δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον |
| 236 | Primary κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ, |
| 237 | Primary τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν |
| 238 | Primary ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα. |
| 239 | Primary Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη |
| 240 | Primary πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι· |
| 241 | Primary ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ |
| 242 | Primary φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο. |
| 243 | Primary Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης |
| 244 | Primary χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους, |
| 245 | Primary ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι. |
| 246 | Primary ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη |
| 247 | Primary ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς |
| 248 | Primary ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. |
| 249 | Primary τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν |
| 250 | Primary Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· |
| 251 | Primary Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο, |
| 252 | Primary ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα· |
| 253 | Primary ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 254 | Primary ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε |
| 255 | Primary ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν |
| 256 | Primary ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν. |
| 257 | Primary ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ |
| 258 | Primary τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί· |
| 259 | Primary χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων |
| 260 | Primary ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας. |
| 261 | Primary νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα· |
| 262 | Primary οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει |
| 263 | Primary μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ |
| 264 | Primary ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται, |
| 265 | Primary ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν. |
| 266 | Primary ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται· |
| 267 | Primary νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα |
| 268 | Primary ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας |
| 269 | Primary αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν |
| 270 | Primary γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν |
| 271 | Primary ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται |
| 272 | Primary Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο. |
| 273 | Primary εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ, |
| 274 | Primary νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι |
| 275 | Primary ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι |
| 276 | Primary μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται· |
| 277 | Primary πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες |
| 278 | Primary στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν |
| 279 | Primary ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι. |
| 280 | Primary ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους |
| 281 | Primary παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων· |
| 282 | Primary εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει, |
| 283 | Primary οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται. |
| 284 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ· |
| 285 | Primary Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις, |
| 286 | Primary ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας. |
| 287 | Primary ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων; |
| 288 | Primary πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι |
| 289 | Primary πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον· |
| 290 | Primary νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά, |
| 291 | Primary πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν |
| 292 | Primary κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς. |
| 293 | Primary νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω |
| 294 | Primary κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς, |
| 295 | Primary νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ· |
| 296 | Primary οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω. |
| 297 | Primary ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. |
| 298 | Primary νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι, |
| 299 | Primary καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος· |
| 300 | Primary Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει, |
| 301 | Primary συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι· |
| 302 | Primary τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς. |
| 303 | Primary πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες |
| 304 | Primary νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα. |
| 305 | Primary εἰ δʼ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς, |
| 306 | Primary ἄλγιον αἴ κʼ ἐθέλῃσι τῷ ἔσσεται· οὔ μιν ἔγωγε |
| 307 | Primary φεύξομαι ἐκ πολέμοιο δυσηχέος, ἀλλὰ μάλʼ ἄντην |
| 308 | Primary στήσομαι, ἤ κε φέρῃσι μέγα κράτος, ἦ κε φεροίμην. |
| 309 | Primary ξυνὸς Ἐνυάλιος, καί τε κτανέοντα κατέκτα. |
| 310 | Primary ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν |
| 311 | Primary νήπιοι· ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη. |
| 312 | Primary Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι, |
| 313 | Primary Πουλυδάμαντι δʼ ἄρʼ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν. |
| 314 | Primary δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατόν· αὐτὰρ Ἀχαιοὶ |
| 315 | Primary παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες. |
| 316 | Primary τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο |
| 317 | Primary χεῖρας ἐπʼ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου |
| 318 | Primary πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος, |
| 319 | Primary ᾧ ῥά θʼ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ |
| 320 | Primary ὕλης ἐκ πυκινῆς· ὃ δέ τʼ ἄχνυται ὕστερος ἐλθών, |
| 321 | Primary πολλὰ δέ τʼ ἄγκεʼ ἐπῆλθε μετʼ ἀνέρος ἴχνιʼ ἐρευνῶν |
| 322 | Primary εἴ ποθεν ἐξεύροι· μάλα γὰρ δριμὺς χόλος αἱρεῖ· |
| 323 | Primary ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν· |
| 324 | Primary ὢ πόποι ἦ ῥʼ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ |
| 325 | Primary θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι· |
| 326 | Primary φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν |
| 327 | Primary Ἴλιον ἐκπέρσαντα, λαχόντα τε ληΐδος αἶσαν. |
| 328 | Primary ἀλλʼ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ· |
| 329 | Primary ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι |
| 330 | Primary αὐτοῦ ἐνὶ Τροίῃ, ἐπεὶ οὐδʼ ἐμὲ νοστήσαντα |
| 331 | Primary δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς |
| 332 | Primary οὐδὲ Θέτις μήτηρ, ἀλλʼ αὐτοῦ γαῖα καθέξει. |
| 333 | Primary νῦν δʼ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμʼ ὑπὸ γαῖαν, |
| 334 | Primary οὔ σε πρὶν κτεριῶ πρίν γʼ Ἕκτορος ἐνθάδʼ ἐνεῖκαι |
| 335 | Primary τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος· |
| 336 | Primary δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω |
| 337 | Primary Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς. |
| 338 | Primary τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως, |
| 339 | Primary ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι |
| 340 | Primary κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι, |
| 341 | Primary τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ |
| 342 | Primary πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων. |
| 343 | Primary ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς |
| 344 | Primary ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα |
| 345 | Primary Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα. |
| 346 | Primary οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, |
| 347 | Primary ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες. |
| 348 | Primary γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ· |
| 349 | Primary αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, |
| 350 | Primary καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ, |
| 351 | Primary ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο· |
| 352 | Primary ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν |
| 353 | Primary ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ. |
| 354 | Primary παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα |
| 355 | Primary Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες· |
| 356 | Primary Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε· |
| 357 | Primary ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη |
| 358 | Primary ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο |
| 359 | Primary ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί. |
| 360 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· |
| 361 | Primary αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες. |
| 362 | Primary καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι, |
| 363 | Primary ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε· |
| 364 | Primary πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη, |
| 365 | Primary ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις |
| 366 | Primary κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις, |
| 367 | Primary οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι; |
| 368 | Primary ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· |
| 369 | Primary Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα |
| 370 | Primary ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι |
| 371 | Primary χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων. |
| 372 | Primary τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας |
| 373 | Primary σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν |
| 374 | Primary ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο, |
| 375 | Primary χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν, |
| 376 | Primary ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα |
| 377 | Primary ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι. |
| 378 | Primary οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω |
| 379 | Primary δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς. |
| 380 | Primary ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι, |
| 381 | Primary τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα. |
| 382 | Primary τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος |
| 383 | Primary καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις· |
| 384 | Primary ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 385 | Primary τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ |
| 386 | Primary αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. |
| 387 | Primary ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. |
| 388 | Primary ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων. |
| 389 | Primary τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου |
| 390 | Primary καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· |
| 391 | Primary κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον· |
| 392 | Primary Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει. |
| 393 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· |
| 394 | Primary ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον, |
| 395 | Primary ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα |
| 396 | Primary μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε |
| 397 | Primary κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ, |
| 398 | Primary εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ |
| 399 | Primary Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο. |
| 400 | Primary τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά, |
| 401 | Primary πόρπας τε γναμπτάς θʼ ἕλικας κάλυκάς τε καὶ ὅρμους |
| 402 | Primary ἐν σπῆϊ γλαφυρῷ· περὶ δὲ ῥόος Ὠκεανοῖο |
| 403 | Primary ἀφρῷ μορμύρων ῥέεν ἄσπετος· οὐδέ τις ἄλλος |
| 404 | Primary ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων, |
| 405 | Primary ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν, αἵ μʼ ἐσάωσαν. |
| 406 | Primary ἣ νῦν ἡμέτερον δόμον ἵκει· τώ με μάλα χρεὼ |
| 407 | Primary πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν. |
| 408 | Primary ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά, |
| 409 | Primary ὄφρʼ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα. |
| 410 | Primary ἦ, καὶ ἀπʼ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη |
| 411 | Primary χωλεύων· ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. |
| 412 | Primary φύσας μέν ῥʼ ἀπάνευθε τίθει πυρός, ὅπλά τε πάντα |
| 413 | Primary λάρνακʼ ἐς ἀργυρέην συλλέξατο, τοῖς ἐπονεῖτο· |
| 414 | Primary σπόγγῳ δʼ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρʼ ἀπομόργνυ |
| 415 | Primary αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα, |
| 416 | Primary δῦ δὲ χιτῶνʼ, ἕλε δὲ σκῆπτρον παχύ, βῆ δὲ θύραζε |
| 417 | Primary χωλεύων· ὑπὸ δʼ ἀμφίπολοι ῥώοντο ἄνακτι |
| 418 | Primary χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι. |
| 419 | Primary τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν, ἐν δὲ καὶ αὐδὴ |
| 420 | Primary καὶ σθένος, ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν. |
| 421 | Primary αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον· αὐτὰρ ὃ ἔρρων |
| 422 | Primary πλησίον, ἔνθα Θέτις περ, ἐπὶ θρόνου ἷζε φαεινοῦ, |
| 423 | Primary ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 424 | Primary τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ |
| 425 | Primary αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις. |
| 426 | Primary αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, |
| 427 | Primary εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. |
| 428 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· |
| 429 | Primary Ἥφαιστʼ, ἦ ἄρα δή τις, ὅσαι θεαί εἰσʼ ἐν Ὀλύμπῳ, |
| 430 | Primary τοσσάδʼ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ |
| 431 | Primary ὅσσʼ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγεʼ ἔδωκεν; |
| 432 | Primary ἐκ μέν μʼ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν |
| 433 | Primary Αἰακίδῃ Πηλῆϊ, καὶ ἔτλην ἀνέρος εὐνὴν |
| 434 | Primary πολλὰ μάλʼ οὐκ ἐθέλουσα. ὃ μὲν δὴ γήραϊ λυγρῷ |
| 435 | Primary κεῖται ἐνὶ μεγάροις ἀρημένος, ἄλλα δέ μοι νῦν· |
| 436 | Primary υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε |
| 437 | Primary ἔξοχον ἡρώων· ὃ δʼ ἀνέδραμεν ἔρνεϊ ἶσος· |
| 438 | Primary τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς |
| 439 | Primary νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω |
| 440 | Primary Τρωσὶ μαχησόμενον· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις |
| 441 | Primary οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω. |
| 442 | Primary ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο |
| 443 | Primary ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα. |
| 444 | Primary κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν, |
| 445 | Primary τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων. |
| 446 | Primary ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν· αὐτὰρ Ἀχαιοὺς |
| 447 | Primary Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον, οὐδὲ θύραζε |
| 448 | Primary εἴων ἐξιέναι· τὸν δὲ λίσσοντο γέροντες |
| 449 | Primary Ἀργείων, καὶ πολλὰ περικλυτὰ δῶρʼ ὀνόμαζον. |
| 450 | Primary ἔνθʼ αὐτὸς μὲν ἔπειτʼ ἠναίνετο λοιγὸν ἀμῦναι, |
| 451 | Primary αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε, |
| 452 | Primary πέμπε δέ μιν πόλεμον δέ, πολὺν δʼ ἅμα λαὸν ὄπασσε. |
| 453 | Primary πᾶν δʼ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι· |
| 454 | Primary καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον, εἰ μὴ Ἀπόλλων |
| 455 | Primary πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν |
| 456 | Primary ἔκτανʼ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε. |
| 457 | Primary τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα |
| 458 | Primary υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν |
| 459 | Primary καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας |
| 460 | Primary καὶ θώρηχʼ· ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος |
| 461 | Primary Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων. |
| 462 | Primary τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· |
| 463 | Primary θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. |
| 464 | Primary αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην |
| 465 | Primary νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι, |
| 466 | Primary ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε |
| 467 | Primary ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται. |
| 468 | Primary ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας· |
| 469 | Primary τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι. |
| 470 | Primary φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων |
| 471 | Primary παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι, |
| 472 | Primary ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε, |
| 473 | Primary ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο. |
| 474 | Primary χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε |
| 475 | Primary καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα |
| 476 | Primary θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ |
| 477 | Primary ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην. |
| 478 | Primary ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε |
| 479 | Primary πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν |
| 480 | Primary τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα. |
| 481 | Primary πέντε δʼ ἄρʼ αὐτοῦ ἔσαν σάκεος πτύχες· αὐτὰρ ἐν αὐτῷ |
| 482 | Primary ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν. |
| 483 | Primary ἐν μὲν γαῖαν ἔτευξʼ, ἐν δʼ οὐρανόν, ἐν δὲ θάλασσαν, |
| 484 | Primary ἠέλιόν τʼ ἀκάμαντα σελήνην τε πλήθουσαν, |
| 485 | Primary ἐν δὲ τὰ τείρεα πάντα, τά τʼ οὐρανὸς ἐστεφάνωται, |
| 486 | Primary Πληϊάδας θʼ Ὑάδας τε τό τε σθένος Ὠρίωνος |
| 487 | Primary Ἄρκτόν θʼ, ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν, |
| 488 | Primary ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, |
| 489 | Primary οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο. |
| 490 | Primary ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων |
| 491 | Primary καλάς. ἐν τῇ μέν ῥα γάμοι τʼ ἔσαν εἰλαπίναι τε, |
| 492 | Primary νύμφας δʼ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων |
| 493 | Primary ἠγίνεον ἀνὰ ἄστυ, πολὺς δʼ ὑμέναιος ὀρώρει· |
| 494 | Primary κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον, ἐν δʼ ἄρα τοῖσιν |
| 495 | Primary αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἳ δὲ γυναῖκες |
| 496 | Primary ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη. |
| 497 | Primary λαοὶ δʼ εἰν ἀγορῇ ἔσαν ἀθρόοι· ἔνθα δὲ νεῖκος |
| 498 | Primary ὠρώρει, δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς |
| 499 | Primary ἀνδρὸς ἀποφθιμένου· ὃ μὲν εὔχετο πάντʼ ἀποδοῦναι |
| 500 | Primary δήμῳ πιφαύσκων, ὃ δʼ ἀναίνετο μηδὲν ἑλέσθαι· |
| 501 | Primary ἄμφω δʼ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι. |
| 502 | Primary λαοὶ δʼ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί· |
| 503 | Primary κήρυκες δʼ ἄρα λαὸν ἐρήτυον· οἳ δὲ γέροντες |
| 504 | Primary εἵατʼ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ, |
| 505 | Primary σκῆπτρα δὲ κηρύκων ἐν χέρσʼ ἔχον ἠεροφώνων· |
| 506 | Primary τοῖσιν ἔπειτʼ ἤϊσσον, ἀμοιβηδὶς δὲ δίκαζον. |
| 507 | Primary κεῖτο δʼ ἄρʼ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα, |
| 508 | Primary τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι. |
| 509 | Primary τὴν δʼ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν |
| 510 | Primary τεύχεσι λαμπόμενοι· δίχα δέ σφισιν ἥνδανε βουλή, |
| 511 | Primary ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι |
| 512 | Primary κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν· |
| 513 | Primary οἳ δʼ οὔ πω πείθοντο, λόχῳ δʼ ὑπεθωρήσσοντο. |
| 514 | Primary τεῖχος μέν ῥʼ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα |
| 515 | Primary ῥύατʼ ἐφεσταότες, μετὰ δʼ ἀνέρες οὓς ἔχε γῆρας· |
| 516 | Primary οἳ δʼ ἴσαν· ἦρχε δʼ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη |
| 517 | Primary ἄμφω χρυσείω, χρύσεια δὲ εἵματα ἕσθην, |
| 518 | Primary καλὼ καὶ μεγάλω σὺν τεύχεσιν, ὥς τε θεώ περ |
| 519 | Primary ἀμφὶς ἀριζήλω· λαοὶ δʼ ὑπολίζονες ἦσαν. |
| 520 | Primary οἳ δʼ ὅτε δή ῥʼ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι |
| 521 | Primary ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν, |
| 522 | Primary ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ. |
| 523 | Primary τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν |
| 524 | Primary δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς. |
| 525 | Primary οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες |
| 526 | Primary τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν. |
| 527 | Primary οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα |
| 528 | Primary τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ |
| 529 | Primary ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας. |
| 530 | Primary οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν |
| 531 | Primary εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων |
| 532 | Primary βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο. |
| 533 | Primary στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας, |
| 534 | Primary βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. |
| 535 | Primary ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ, |
| 536 | Primary ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον, |
| 537 | Primary ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν· |
| 538 | Primary εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν. |
| 539 | Primary ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο, |
| 540 | Primary νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας. |
| 541 | Primary ἐν δʼ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν |
| 542 | Primary εὐρεῖαν τρίπολον· πολλοὶ δʼ ἀροτῆρες ἐν αὐτῇ |
| 543 | Primary ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα. |
| 544 | Primary οἳ δʼ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης, |
| 545 | Primary τοῖσι δʼ ἔπειτʼ ἐν χερσὶ δέπας μελιηδέος οἴνου |
| 546 | Primary δόσκεν ἀνὴρ ἐπιών· τοὶ δὲ στρέψασκον ἀνʼ ὄγμους, |
| 547 | Primary ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι. |
| 548 | Primary ἣ δὲ μελαίνετʼ ὄπισθεν, ἀρηρομένῃ δὲ ἐῴκει, |
| 549 | Primary χρυσείη περ ἐοῦσα· τὸ δὴ περὶ θαῦμα τέτυκτο. |
| 550 | Primary ἐν δʼ ἐτίθει τέμενος βασιλήϊον· ἔνθα δʼ ἔριθοι |
| 551 | Primary ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες. |
| 552 | Primary δράγματα δʼ ἄλλα μετʼ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε, |
| 553 | Primary ἄλλα δʼ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο. |
| 554 | Primary τρεῖς δʼ ἄρʼ ἀμαλλοδετῆρες ἐφέστασαν· αὐτὰρ ὄπισθε |
| 555 | Primary παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες |
| 556 | Primary ἀσπερχὲς πάρεχον· βασιλεὺς δʼ ἐν τοῖσι σιωπῇ |
| 557 | Primary σκῆπτρον ἔχων ἑστήκει ἐπʼ ὄγμου γηθόσυνος κῆρ. |
| 558 | Primary κήρυκες δʼ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο, |
| 559 | Primary βοῦν δʼ ἱερεύσαντες μέγαν ἄμφεπον· αἳ δὲ γυναῖκες |
| 560 | Primary δεῖπνον ἐρίθοισιν λεύκʼ ἄλφιτα πολλὰ πάλυνον. |
| 561 | Primary ἐν δʼ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν |
| 562 | Primary καλὴν χρυσείην· μέλανες δʼ ἀνὰ βότρυες ἦσαν, |
| 563 | Primary ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν. |
| 564 | Primary ἀμφὶ δὲ κυανέην κάπετον, περὶ δʼ ἕρκος ἔλασσε |
| 565 | Primary κασσιτέρου· μία δʼ οἴη ἀταρπιτὸς ἦεν ἐπʼ αὐτήν, |
| 566 | Primary τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν. |
| 567 | Primary παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες |
| 568 | Primary πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν. |
| 569 | Primary τοῖσιν δʼ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ |
| 570 | Primary ἱμερόεν κιθάριζε, λίνον δʼ ὑπὸ καλὸν ἄειδε |
| 571 | Primary λεπταλέῃ φωνῇ· τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ |
| 572 | Primary μολπῇ τʼ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο. |
| 573 | Primary ἐν δʼ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων· |
| 574 | Primary αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε, |
| 575 | Primary μυκηθμῷ δʼ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ |
| 576 | Primary πὰρ ποταμὸν κελάδοντα, παρὰ ῥοδανὸν δονακῆα. |
| 577 | Primary χρύσειοι δὲ νομῆες ἅμʼ ἐστιχόωντο βόεσσι |
| 578 | Primary τέσσαρες, ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο. |
| 579 | Primary σμερδαλέω δὲ λέοντε δύʼ ἐν πρώτῃσι βόεσσι |
| 580 | Primary ταῦρον ἐρύγμηλον ἐχέτην· ὃ δὲ μακρὰ μεμυκὼς |
| 581 | Primary ἕλκετο· τὸν δὲ κύνες μετεκίαθον ἠδʼ αἰζηοί. |
| 582 | Primary τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην |
| 583 | Primary ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον· οἳ δὲ νομῆες |
| 584 | Primary αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες. |
| 585 | Primary οἳ δʼ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων, |
| 586 | Primary ἱστάμενοι δὲ μάλʼ ἐγγὺς ὑλάκτεον ἔκ τʼ ἀλέοντο. |
| 587 | Primary ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις |
| 588 | Primary ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων, |
| 589 | Primary σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς. |
| 590 | Primary ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, |
| 591 | Primary τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ εὐρείῃ |
| 592 | Primary Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. |
| 593 | Primary ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι |
| 594 | Primary ὀρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες. |
| 595 | Primary τῶν δʼ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον, οἳ δὲ χιτῶνας |
| 596 | Primary εἵατʼ ἐϋννήτους, ἦκα στίλβοντας ἐλαίῳ· |
| 597 | Primary καί ῥʼ αἳ μὲν καλὰς στεφάνας ἔχον, οἳ δὲ μαχαίρας |
| 598 | Primary εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων. |
| 599 | Primary οἳ δʼ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι |
| 600 | Primary ῥεῖα μάλʼ, ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν |
| 601 | Primary ἑζόμενος κεραμεὺς πειρήσεται, αἴ κε θέῃσιν· |
| 602 | Primary ἄλλοτε δʼ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι. |
| 603 | Primary πολλὸς δʼ ἱμερόεντα χορὸν περιίσταθʼ ὅμιλος |
| 604 | Primary τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς |
| 605 | Primary φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς |
| 606 | Primary μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους. |
| 607 | Primary ἐν δʼ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο |
| 608 | Primary ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο. |
| 609 | Primary αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε, |
| 610 | Primary τεῦξʼ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς, |
| 611 | Primary τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν |
| 612 | Primary καλὴν δαιδαλέην, ἐπὶ δὲ χρύσεον λόφον ἧκε, |
| 613 | Primary τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο. |
| 614 | Primary αὐτὰρ ἐπεὶ πάνθʼ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις, |
| 615 | Primary μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας. |
| 616 | Primary ἣ δʼ ἴρηξ ὣς ἆλτο κατʼ Οὐλύμπου νιφόεντος |
| 617 | Primary τεύχεα μαρμαίροντα παρʼ Ἡφαίστοιο φέρουσα. |