Reader
Reader | Iliad, Book 22
Iliad
Homer
Text
Position
Line 1 of 515
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ |
| 2 | Primary ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν |
| 3 | Primary κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ |
| 4 | Primary τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες. |
| 5 | Primary Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν |
| 6 | Primary Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. |
| 7 | Primary αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· |
| 8 | Primary τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις |
| 9 | Primary αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με |
| 10 | Primary ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις. |
| 11 | Primary ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, |
| 12 | Primary οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. |
| 13 | Primary οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. |
| 14 | Primary τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 15 | Primary ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων |
| 16 | Primary ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ |
| 17 | Primary γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. |
| 18 | Primary νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας |
| 19 | Primary ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω. |
| 20 | Primary ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. |
| 21 | Primary ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, |
| 22 | Primary σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, |
| 23 | Primary ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· |
| 24 | Primary ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα. |
| 25 | Primary τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι |
| 26 | Primary παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, |
| 27 | Primary ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ |
| 28 | Primary φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ, |
| 29 | Primary ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι. |
| 30 | Primary λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, |
| 31 | Primary καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· |
| 32 | Primary ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. |
| 33 | Primary ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν |
| 34 | Primary ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει |
| 35 | Primary λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων |
| 36 | Primary ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι· |
| 37 | Primary τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· |
| 38 | Primary Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον |
| 39 | Primary οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς |
| 40 | Primary Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι |
| 41 | Primary σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο |
| 42 | Primary ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν |
| 43 | Primary κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι· |
| 44 | Primary ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε |
| 45 | Primary κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. |
| 46 | Primary καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον |
| 47 | Primary οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, |
| 48 | Primary τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν. |
| 49 | Primary ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα |
| 50 | Primary χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον· |
| 51 | Primary πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. |
| 52 | Primary εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, |
| 53 | Primary ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· |
| 54 | Primary λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος |
| 55 | Primary ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. |
| 56 | Primary ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς |
| 57 | Primary Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς |
| 58 | Primary Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. |
| 59 | Primary πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον |
| 60 | Primary δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ |
| 61 | Primary αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα |
| 62 | Primary υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, |
| 63 | Primary καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα |
| 64 | Primary βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι, |
| 65 | Primary ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. |
| 66 | Primary αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν |
| 67 | Primary ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ |
| 68 | Primary τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, |
| 69 | Primary οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, |
| 70 | Primary οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ |
| 71 | Primary κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν |
| 72 | Primary ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ |
| 73 | Primary κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ· |
| 74 | Primary ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον |
| 75 | Primary αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος, |
| 76 | Primary τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν. |
| 77 | Primary ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ |
| 78 | Primary τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε. |
| 79 | Primary μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα |
| 80 | Primary κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε· |
| 81 | Primary καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα· |
| 82 | Primary Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον |
| 83 | Primary αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον· |
| 84 | Primary τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα |
| 85 | Primary τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ |
| 86 | Primary σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε |
| 87 | Primary κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή, |
| 88 | Primary οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν |
| 89 | Primary Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται. |
| 90 | Primary ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν |
| 91 | Primary πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον, |
| 92 | Primary ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα. |
| 93 | Primary ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι |
| 94 | Primary βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός, |
| 95 | Primary σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ· |
| 96 | Primary ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει |
| 97 | Primary πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας· |
| 98 | Primary ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· |
| 99 | Primary ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω, |
| 100 | Primary Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει, |
| 101 | Primary ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι |
| 102 | Primary νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς. |
| 103 | Primary ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν. |
| 104 | Primary νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν, |
| 105 | Primary αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, |
| 106 | Primary μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο· |
| 107 | Primary Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν. |
| 108 | Primary ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη |
| 109 | Primary ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι, |
| 110 | Primary ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος. |
| 111 | Primary εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν |
| 112 | Primary καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας |
| 113 | Primary αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω |
| 114 | Primary καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ, |
| 115 | Primary πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν |
| 116 | Primary ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή, |
| 117 | Primary δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς |
| 118 | Primary ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε· |
| 119 | Primary Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι |
| 120 | Primary μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι |
| 121 | Primary κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει· |
| 122 | Primary ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; |
| 123 | Primary μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει |
| 124 | Primary οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα |
| 125 | Primary αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω. |
| 126 | Primary οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης |
| 127 | Primary τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε |
| 128 | Primary παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν. |
| 129 | Primary βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα· |
| 130 | Primary εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ. |
| 131 | Primary ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς |
| 132 | Primary ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ |
| 133 | Primary σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον |
| 134 | Primary δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ |
| 135 | Primary ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος. |
| 136 | Primary Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη |
| 137 | Primary αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς· |
| 138 | Primary Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς. |
| 139 | Primary ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν |
| 140 | Primary ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν, |
| 141 | Primary ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς |
| 142 | Primary ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει· |
| 143 | Primary ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ |
| 144 | Primary τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα. |
| 145 | Primary οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα |
| 146 | Primary τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο, |
| 147 | Primary κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ |
| 148 | Primary δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος. |
| 149 | Primary ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς |
| 150 | Primary γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο· |
| 151 | Primary ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ, |
| 152 | Primary ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ. |
| 153 | Primary ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι |
| 154 | Primary καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα |
| 155 | Primary πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες |
| 156 | Primary τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν. |
| 157 | Primary τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων· |
| 158 | Primary πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων |
| 159 | Primary καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην |
| 160 | Primary ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν, |
| 161 | Primary ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο. |
| 162 | Primary ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι |
| 163 | Primary ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον |
| 164 | Primary ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος· |
| 165 | Primary ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην |
| 166 | Primary καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο· |
| 167 | Primary τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· |
| 168 | Primary ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος |
| 169 | Primary ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ |
| 170 | Primary Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν |
| 171 | Primary Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε |
| 172 | Primary ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς |
| 173 | Primary ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει. |
| 174 | Primary ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε |
| 175 | Primary ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη |
| 176 | Primary Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα. |
| 177 | Primary τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 178 | Primary ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες· |
| 179 | Primary ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ |
| 180 | Primary ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι; |
| 181 | Primary ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. |
| 182 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
| 183 | Primary θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ |
| 184 | Primary πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι· |
| 185 | Primary ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει. |
| 186 | Primary ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην· |
| 187 | Primary βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. |
| 188 | Primary Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς. |
| 189 | Primary ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται |
| 190 | Primary ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας· |
| 191 | Primary τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ, |
| 192 | Primary ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ· |
| 193 | Primary ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα. |
| 194 | Primary ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων |
| 195 | Primary ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους, |
| 196 | Primary εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι, |
| 197 | Primary τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς |
| 198 | Primary πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί. |
| 199 | Primary ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν· |
| 200 | Primary οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν· |
| 201 | Primary ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι. |
| 202 | Primary πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο, |
| 203 | Primary εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων |
| 204 | Primary ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα; |
| 205 | Primary λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς, |
| 206 | Primary οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα, |
| 207 | Primary μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι. |
| 208 | Primary ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο, |
| 209 | Primary καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα, |
| 210 | Primary ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο, |
| 211 | Primary τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο, |
| 212 | Primary ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ, |
| 213 | Primary ᾤχετο δʼ εἰς Ἀΐδαο, λίπεν δέ ἑ Φοῖβος Ἀπόλλων. |
| 214 | Primary Πηλεΐωνα δʼ ἵκανε θεὰ γλαυκῶπις Ἀθήνη, |
| 215 | Primary ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· |
| 216 | Primary νῦν δὴ νῶι ἔολπα Διῒ φίλε φαίδιμʼ Ἀχιλλεῦ |
| 217 | Primary οἴσεσθαι μέγα κῦδος Ἀχαιοῖσι προτὶ νῆας |
| 218 | Primary Ἕκτορα δῃώσαντε μάχης ἄατόν περ ἐόντα. |
| 219 | Primary οὔ οἱ νῦν ἔτι γʼ ἔστι πεφυγμένον ἄμμε γενέσθαι, |
| 220 | Primary οὐδʼ εἴ κεν μάλα πολλὰ πάθοι ἑκάεργος Ἀπόλλων |
| 221 | Primary προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο. |
| 222 | Primary ἀλλὰ σὺ μὲν νῦν στῆθι καὶ ἄμπνυε, τόνδε δʼ ἐγώ τοι |
| 223 | Primary οἰχομένη πεπιθήσω ἐναντίβιον μαχέσασθαι. |
| 224 | Primary ὣς φάτʼ Ἀθηναίη, ὃ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ, |
| 225 | Primary στῆ δʼ ἄρʼ ἐπὶ μελίης χαλκογλώχινος ἐρεισθείς. |
| 226 | Primary ἣ δʼ ἄρα τὸν μὲν ἔλειπε, κιχήσατο δʼ Ἕκτορα δῖον |
| 227 | Primary Δηϊφόβῳ ἐϊκυῖα δέμας καὶ ἀτειρέα φωνήν· |
| 228 | Primary ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· |
| 229 | Primary ἠθεῖʼ ἦ μάλα δή σε βιάζεται ὠκὺς Ἀχιλλεὺς |
| 230 | Primary ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκων· |
| 231 | Primary ἀλλʼ ἄγε δὴ στέωμεν καὶ ἀλεξώμεσθα μένοντες. |
| 232 | Primary τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· |
| 233 | Primary Δηΐφοβʼ ἦ μέν μοι τὸ πάρος πολὺ φίλτατος ἦσθα |
| 234 | Primary γνωτῶν οὓς Ἑκάβη ἠδὲ Πρίαμος τέκε παῖδας· |
| 235 | Primary νῦν δʼ ἔτι καὶ μᾶλλον νοέω φρεσὶ τιμήσασθαι, |
| 236 | Primary ὃς ἔτλης ἐμεῦ εἵνεκʼ, ἐπεὶ ἴδες ὀφθαλμοῖσι, |
| 237 | Primary τείχεος ἐξελθεῖν, ἄλλοι δʼ ἔντοσθε μένουσι. |
| 238 | Primary τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 239 | Primary ἠθεῖʼ ἦ μὲν πολλὰ πατὴρ καὶ πότνια μήτηρ |
| 240 | Primary λίσσονθʼ ἑξείης γουνούμενοι, ἀμφὶ δʼ ἑταῖροι, |
| 241 | Primary αὖθι μένειν· τοῖον γὰρ ὑποτρομέουσιν ἅπαντες· |
| 242 | Primary ἀλλʼ ἐμὸς ἔνδοθι θυμὸς ἐτείρετο πένθεϊ λυγρῷ. |
| 243 | Primary νῦν δʼ ἰθὺς μεμαῶτε μαχώμεθα, μὴ δέ τι δούρων |
| 244 | Primary ἔστω φειδωλή, ἵνα εἴδομεν εἴ κεν Ἀχιλλεὺς |
| 245 | Primary νῶϊ κατακτείνας ἔναρα βροτόεντα φέρηται |
| 246 | Primary νῆας ἔπι γλαφυράς, ἦ κεν σῷ δουρὶ δαμήῃ. |
| 247 | Primary ὣς φαμένη καὶ κερδοσύνῃ ἡγήσατʼ Ἀθήνη· |
| 248 | Primary οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, |
| 249 | Primary τὸν πρότερος προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· |
| 250 | Primary οὔ σʼ ἔτι Πηλέος υἱὲ φοβήσομαι, ὡς τὸ πάρος περ |
| 251 | Primary τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον, οὐδέ ποτʼ ἔτλην |
| 252 | Primary μεῖναι ἐπερχόμενον· νῦν αὖτέ με θυμὸς ἀνῆκε |
| 253 | Primary στήμεναι ἀντία σεῖο· ἕλοιμί κεν ἤ κεν ἁλοίην. |
| 254 | Primary ἀλλʼ ἄγε δεῦρο θεοὺς ἐπιδώμεθα· τοὶ γὰρ ἄριστοι |
| 255 | Primary μάρτυροι ἔσσονται καὶ ἐπίσκοποι ἁρμονιάων· |
| 256 | Primary οὐ γὰρ ἐγώ σʼ ἔκπαγλον ἀεικιῶ, αἴ κεν ἐμοὶ Ζεὺς |
| 257 | Primary δώῃ καμμονίην, σὴν δὲ ψυχὴν ἀφέλωμαι· |
| 258 | Primary ἀλλʼ ἐπεὶ ἄρ κέ σε συλήσω κλυτὰ τεύχεʼ Ἀχιλλεῦ |
| 259 | Primary νεκρὸν Ἀχαιοῖσιν δώσω πάλιν· ὣς δὲ σὺ ῥέζειν. |
| 260 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· |
| 261 | Primary Ἕκτορ μή μοι ἄλαστε συνημοσύνας ἀγόρευε· |
| 262 | Primary ὡς οὐκ ἔστι λέουσι καὶ ἀνδράσιν ὅρκια πιστά, |
| 263 | Primary οὐδὲ λύκοι τε καὶ ἄρνες ὁμόφρονα θυμὸν ἔχουσιν, |
| 264 | Primary ἀλλὰ κακὰ φρονέουσι διαμπερὲς ἀλλήλοισιν, |
| 265 | Primary ὣς οὐκ ἔστʼ ἐμὲ καὶ σὲ φιλήμεναι, οὐδέ τι νῶϊν |
| 266 | Primary ὅρκια ἔσσονται, πρίν γʼ ἢ ἕτερόν γε πεσόντα |
| 267 | Primary αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. |
| 268 | Primary παντοίης ἀρετῆς μιμνήσκεο· νῦν σε μάλα χρὴ |
| 269 | Primary αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν. |
| 270 | Primary οὔ τοι ἔτʼ ἔσθʼ ὑπάλυξις, ἄφαρ δέ σε Παλλὰς Ἀθήνη |
| 271 | Primary ἔγχει ἐμῷ δαμάᾳ· νῦν δʼ ἀθρόα πάντʼ ἀποτίσεις |
| 272 | Primary κήδεʼ ἐμῶν ἑτάρων οὓς ἔκτανες ἔγχεϊ θύων. |
| 273 | Primary ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος· |
| 274 | Primary καὶ τὸ μὲν ἄντα ἰδὼν ἠλεύατο φαίδιμος Ἕκτωρ· |
| 275 | Primary ἕζετο γὰρ προϊδών, τὸ δʼ ὑπέρπτατο χάλκεον ἔγχος, |
| 276 | Primary ἐν γαίῃ δʼ ἐπάγη· ἀνὰ δʼ ἥρπασε Παλλὰς Ἀθήνη, |
| 277 | Primary ἂψ δʼ Ἀχιλῆϊ δίδου, λάθε δʼ Ἕκτορα ποιμένα λαῶν. |
| 278 | Primary Ἕκτωρ δὲ προσέειπεν ἀμύμονα Πηλεΐωνα· |
| 279 | Primary ἤμβροτες, οὐδʼ ἄρα πώ τι θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ |
| 280 | Primary ἐκ Διὸς ἠείδης τὸν ἐμὸν μόρον, ἦ τοι ἔφης γε· |
| 281 | Primary ἀλλά τις ἀρτιεπὴς καὶ ἐπίκλοπος ἔπλεο μύθων, |
| 282 | Primary ὄφρά σʼ ὑποδείσας μένεος ἀλκῆς τε λάθωμαι. |
| 283 | Primary οὐ μέν μοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξεις, |
| 284 | Primary ἀλλʼ ἰθὺς μεμαῶτι διὰ στήθεσφιν ἔλασσον |
| 285 | Primary εἴ τοι ἔδωκε θεός· νῦν αὖτʼ ἐμὸν ἔγχος ἄλευαι |
| 286 | Primary χάλκεον· ὡς δή μιν σῷ ἐν χροῒ πᾶν κομίσαιο. |
| 287 | Primary καί κεν ἐλαφρότερος πόλεμος Τρώεσσι γένοιτο |
| 288 | Primary σεῖο καταφθιμένοιο· σὺ γάρ σφισι πῆμα μέγιστον. |
| 289 | Primary ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, |
| 290 | Primary καὶ βάλε Πηλεΐδαο μέσον σάκος οὐδʼ ἀφάμαρτε· |
| 291 | Primary τῆλε δʼ ἀπεπλάγχθη σάκεος δόρυ· χώσατο δʼ Ἕκτωρ |
| 292 | Primary ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός, |
| 293 | Primary στῆ δὲ κατηφήσας, οὐδʼ ἄλλʼ ἔχε μείλινον ἔγχος. |
| 294 | Primary Δηΐφοβον δʼ ἐκάλει λευκάσπιδα μακρὸν ἀΰσας· |
| 295 | Primary ᾔτεέ μιν δόρυ μακρόν· ὃ δʼ οὔ τί οἱ ἐγγύθεν ἦεν. |
| 296 | Primary Ἕκτωρ δʼ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· |
| 297 | Primary ὢ πόποι ἦ μάλα δή με θεοὶ θάνατόνδε κάλεσσαν· |
| 298 | Primary Δηΐφοβον γὰρ ἔγωγʼ ἐφάμην ἥρωα παρεῖναι· |
| 299 | Primary ἀλλʼ ὃ μὲν ἐν τείχει, ἐμὲ δʼ ἐξαπάτησεν Ἀθήνη. |
| 300 | Primary νῦν δὲ δὴ ἐγγύθι μοι θάνατος κακός, οὐδʼ ἔτʼ ἄνευθεν, |
| 301 | Primary οὐδʼ ἀλέη· ἦ γάρ ῥα πάλαι τό γε φίλτερον ἦεν |
| 302 | Primary Ζηνί τε καὶ Διὸς υἷι ἑκηβόλῳ, οἵ με πάρος γε |
| 303 | Primary πρόφρονες εἰρύατο· νῦν αὖτέ με μοῖρα κιχάνει. |
| 304 | Primary μὴ μὰν ἀσπουδί γε καὶ ἀκλειῶς ἀπολοίμην, |
| 305 | Primary ἀλλὰ μέγα ῥέξας τι καὶ ἐσσομένοισι πυθέσθαι. |
| 306 | Primary ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξύ, |
| 307 | Primary τό οἱ ὑπὸ λαπάρην τέτατο μέγα τε στιβαρόν τε, |
| 308 | Primary οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις, |
| 309 | Primary ὅς τʼ εἶσιν πεδίον δὲ διὰ νεφέων ἐρεβεννῶν |
| 310 | Primary ἁρπάξων ἢ ἄρνʼ ἀμαλὴν ἤ πτῶκα λαγωόν· |
| 311 | Primary ὣς Ἕκτωρ οἴμησε τινάσσων φάσγανον ὀξύ. |
| 312 | Primary ὁρμήθη δʼ Ἀχιλεύς, μένεος δʼ ἐμπλήσατο θυμὸν |
| 313 | Primary ἀγρίου, πρόσθεν δὲ σάκος στέρνοιο κάλυψε |
| 314 | Primary καλὸν δαιδάλεον, κόρυθι δʼ ἐπένευε φαεινῇ |
| 315 | Primary τετραφάλῳ· καλαὶ δὲ περισσείοντο ἔθειραι |
| 316 | Primary χρύσεαι, ἃς Ἥφαιστος ἵει λόφον ἀμφὶ θαμειάς. |
| 317 | Primary οἷος δʼ ἀστὴρ εἶσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ |
| 318 | Primary ἕσπερος, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται ἀστήρ, |
| 319 | Primary ὣς αἰχμῆς ἀπέλαμπʼ εὐήκεος, ἣν ἄρʼ Ἀχιλλεὺς |
| 320 | Primary πάλλεν δεξιτερῇ φρονέων κακὸν Ἕκτορι δίῳ, |
| 321 | Primary εἰσορόων χρόα καλόν, ὅπῃ εἴξειε μάλιστα. |
| 322 | Primary τοῦ δὲ καὶ ἄλλο τόσον μὲν ἔχε χρόα χάλκεα τεύχεα, |
| 323 | Primary καλά, τὰ Πατρόκλοιο βίην ἐνάριξε κατακτάς· |
| 324 | Primary φαίνετο δʼ ᾗ κληῗδες ἀπʼ ὤμων αὐχένʼ ἔχουσι, |
| 325 | Primary λαυκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· |
| 326 | Primary τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτʼ ἔλασʼ ἔγχεϊ δῖος Ἀχιλλεύς, |
| 327 | Primary ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή· |
| 328 | Primary οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, |
| 329 | Primary ὄφρά τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. |
| 330 | Primary ἤριπε δʼ ἐν κονίῃς· ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς· |
| 331 | Primary Ἕκτορ ἀτάρ που ἔφης Πατροκλῆʼ ἐξεναρίζων |
| 332 | Primary σῶς ἔσσεσθʼ, ἐμὲ δʼ οὐδὲν ὀπίζεο νόσφιν ἐόντα, |
| 333 | Primary νήπιε· τοῖο δʼ ἄνευθεν ἀοσσητὴρ μέγʼ ἀμείνων |
| 334 | Primary νηυσὶν ἔπι γλαφυρῇσιν ἐγὼ μετόπισθε λελείμμην, |
| 335 | Primary ὅς τοι γούνατʼ ἔλυσα· σὲ μὲν κύνες ἠδʼ οἰωνοὶ |
| 336 | Primary ἑλκήσουσʼ ἀϊκῶς, τὸν δὲ κτεριοῦσιν Ἀχαιοί. |
| 337 | Primary τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· |
| 338 | Primary λίσσομʼ ὑπὲρ ψυχῆς καὶ γούνων σῶν τε τοκήων, |
| 339 | Primary μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν, |
| 340 | Primary ἀλλὰ σὺ μὲν χαλκόν τε ἅλις χρυσόν τε δέδεξο, |
| 341 | Primary δῶρα τά τοι δώσουσι πατὴρ καὶ πότνια μήτηρ, |
| 342 | Primary σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με |
| 343 | Primary Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. |
| 344 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεὺς· |
| 345 | Primary μή με κύον γούνων γουνάζεο μὴ δὲ τοκήων· |
| 346 | Primary αἲ γάρ πως αὐτόν με μένος καὶ θυμὸς ἀνήη |
| 347 | Primary ὤμʼ ἀποταμνόμενον κρέα ἔδμεναι, οἷα ἔοργας, |
| 348 | Primary ὡς οὐκ ἔσθʼ ὃς σῆς γε κύνας κεφαλῆς ἀπαλάλκοι, |
| 349 | Primary οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποινα |
| 350 | Primary στήσωσʼ ἐνθάδʼ ἄγοντες, ὑπόσχωνται δὲ καὶ ἄλλα, |
| 351 | Primary οὐδʼ εἴ κέν σʼ αὐτὸν χρυσῷ ἐρύσασθαι ἀνώγοι |
| 352 | Primary Δαρδανίδης Πρίαμος· οὐδʼ ὧς σέ γε πότνια μήτηρ |
| 353 | Primary ἐνθεμένη λεχέεσσι γοήσεται ὃν τέκεν αὐτή, |
| 354 | Primary ἀλλὰ κύνες τε καὶ οἰωνοὶ κατὰ πάντα δάσονται. |
| 355 | Primary τὸν δὲ καταθνῄσκων προσέφη κορυθαίολος Ἕκτωρ· |
| 356 | Primary ἦ σʼ εὖ γιγνώσκων προτιόσσομαι, οὐδʼ ἄρʼ ἔμελλον |
| 357 | Primary πείσειν· ἦ γὰρ σοί γε σιδήρεος ἐν φρεσὶ θυμός. |
| 358 | Primary φράζεο νῦν, μή τοί τι θεῶν μήνιμα γένωμαι |
| 359 | Primary ἤματι τῷ ὅτε κέν σε Πάρις καὶ Φοῖβος Ἀπόλλων |
| 360 | Primary ἐσθλὸν ἐόντʼ ὀλέσωσιν ἐνὶ Σκαιῇσι πύλῃσιν. |
| 361 | Primary ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε, |
| 362 | Primary ψυχὴ δʼ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει |
| 363 | Primary ὃν πότμον γοόωσα λιποῦσʼ ἀνδροτῆτα καὶ ἥβην. |
| 364 | Primary τὸν καὶ τεθνηῶτα προσηύδα δῖος Ἀχιλλεύς· |
| 365 | Primary τέθναθι· κῆρα δʼ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ |
| 366 | Primary Ζεὺς ἐθέλῃ τελέσαι ἠδʼ ἀθάνατοι θεοὶ ἄλλοι. |
| 367 | Primary ἦ ῥα, καὶ ἐκ νεκροῖο ἐρύσσατο χάλκεον ἔγχος, |
| 368 | Primary καὶ τό γʼ ἄνευθεν ἔθηχʼ, ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα |
| 369 | Primary αἱματόεντʼ· ἄλλοι δὲ περίδραμον υἷες Ἀχαιῶν, |
| 370 | Primary οἳ καὶ θηήσαντο φυὴν καὶ εἶδος ἀγητὸν |
| 371 | Primary Ἕκτορος· οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη. |
| 372 | Primary ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· |
| 373 | Primary ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος ἀμφαφάασθαι |
| 374 | Primary Ἕκτωρ ἢ ὅτε νῆας ἐνέπρησεν πυρὶ κηλέῳ. |
| 375 | Primary ὣς ἄρα τις εἴπεσκε καὶ οὐτήσασκε παραστάς. |
| 376 | Primary τὸν δʼ ἐπεὶ ἐξενάριξε ποδάρκης δῖος Ἀχιλλεύς, |
| 377 | Primary στὰς ἐν Ἀχαιοῖσιν ἔπεα πτερόεντʼ ἀγόρευεν· |
| 378 | Primary ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες |
| 379 | Primary ἐπεὶ δὴ τόνδʼ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν, |
| 380 | Primary ὃς κακὰ πόλλʼ ἔρρεξεν ὅσʼ οὐ σύμπαντες οἱ ἄλλοι, |
| 381 | Primary εἰ δʼ ἄγετʼ ἀμφὶ πόλιν σὺν τεύχεσι πειρηθῶμεν, |
| 382 | Primary ὄφρά κʼ ἔτι γνῶμεν Τρώων νόον ὅν τινʼ ἔχουσιν, |
| 383 | Primary ἢ καταλείψουσιν πόλιν ἄκρην τοῦδε πεσόντος, |
| 384 | Primary ἦε μένειν μεμάασι καὶ Ἕκτορος οὐκέτʼ ἐόντος. |
| 385 | Primary ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; |
| 386 | Primary κεῖται πὰρ νήεσσι νέκυς ἄκλαυτος ἄθαπτος |
| 387 | Primary Πάτροκλος· τοῦ δʼ οὐκ ἐπιλήσομαι, ὄφρʼ ἂν ἔγωγε |
| 388 | Primary ζωοῖσιν μετέω καί μοι φίλα γούνατʼ ὀρώρῃ· |
| 389 | Primary εἰ δὲ θανόντων περ καταλήθοντʼ εἰν Ἀΐδαο |
| 390 | Primary αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομʼ ἑταίρου. |
| 391 | Primary νῦν δʼ ἄγʼ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν |
| 392 | Primary νηυσὶν ἔπι γλαφυρῇσι νεώμεθα, τόνδε δʼ ἄγωμεν. |
| 393 | Primary ἠράμεθα μέγα κῦδος· ἐπέφνομεν Ἕκτορα δῖον, |
| 394 | Primary ᾧ Τρῶες κατὰ ἄστυ θεῷ ὣς εὐχετόωντο. |
| 395 | Primary ἦ ῥα, καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα. |
| 396 | Primary ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε |
| 397 | Primary ἐς σφυρὸν ἐκ πτέρνης, βοέους δʼ ἐξῆπτεν ἱμάντας, |
| 398 | Primary ἐκ δίφροιο δʼ ἔδησε, κάρη δʼ ἕλκεσθαι ἔασεν· |
| 399 | Primary ἐς δίφρον δʼ ἀναβὰς ἀνά τε κλυτὰ τεύχεʼ ἀείρας |
| 400 | Primary μάστιξέν ῥʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. |
| 401 | Primary τοῦ δʼ ἦν ἑλκομένοιο κονίσαλος, ἀμφὶ δὲ χαῖται |
| 402 | Primary κυάνεαι πίτναντο, κάρη δʼ ἅπαν ἐν κονίῃσι |
| 403 | Primary κεῖτο πάρος χαρίεν· τότε δὲ Ζεὺς δυσμενέεσσι |
| 404 | Primary δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ. |
| 405 | Primary ὣς τοῦ μὲν κεκόνιτο κάρη ἅπαν· ἣ δέ νυ μήτηρ |
| 406 | Primary τίλλε κόμην, ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην |
| 407 | Primary τηλόσε, κώκυσεν δὲ μάλα μέγα παῖδʼ ἐσιδοῦσα· |
| 408 | Primary ᾤμωξεν δʼ ἐλεεινὰ πατὴρ φίλος, ἀμφὶ δὲ λαοὶ |
| 409 | Primary κωκυτῷ τʼ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ. |
| 410 | Primary τῷ δὲ μάλιστʼ ἄρʼ ἔην ἐναλίγκιον ὡς εἰ ἅπασα |
| 411 | Primary Ἴλιος ὀφρυόεσσα πυρὶ σμύχοιτο κατʼ ἄκρης. |
| 412 | Primary λαοὶ μέν ῥα γέροντα μόγις ἔχον ἀσχαλόωντα |
| 413 | Primary ἐξελθεῖν μεμαῶτα πυλάων Δαρδανιάων. |
| 414 | Primary πάντας δʼ ἐλλιτάνευε κυλινδόμενος κατὰ κόπρον, |
| 415 | Primary ἐξονομακλήδην ὀνομάζων ἄνδρα ἕκαστον· |
| 416 | Primary σχέσθε φίλοι, καί μʼ οἶον ἐάσατε κηδόμενοί περ |
| 417 | Primary ἐξελθόντα πόληος ἱκέσθʼ ἐπὶ νῆας Ἀχαιῶν. |
| 418 | Primary λίσσωμʼ ἀνέρα τοῦτον ἀτάσθαλον ὀβριμοεργόν, |
| 419 | Primary ἤν πως ἡλικίην αἰδέσσεται ἠδʼ ἐλεήσῃ |
| 420 | Primary γῆρας· καὶ δέ νυ τῷ γε πατὴρ τοιόσδε τέτυκται |
| 421 | Primary Πηλεύς, ὅς μιν ἔτικτε καὶ ἔτρεφε πῆμα γενέσθαι |
| 422 | Primary Τρωσί· μάλιστα δʼ ἐμοὶ περὶ πάντων ἄλγεʼ ἔθηκε. |
| 423 | Primary τόσσους γάρ μοι παῖδας ἀπέκτανε τηλεθάοντας· |
| 424 | Primary τῶν πάντων οὐ τόσσον ὀδύρομαι ἀχνύμενός περ |
| 425 | Primary ὡς ἑνός, οὗ μʼ ἄχος ὀξὺ κατοίσεται Ἄϊδος εἴσω, |
| 426 | Primary Ἕκτορος· ὡς ὄφελεν θανέειν ἐν χερσὶν ἐμῇσι· |
| 427 | Primary τώ κε κορεσσάμεθα κλαίοντέ τε μυρομένω τε |
| 428 | Primary μήτηρ θʼ, ἥ μιν ἔτικτε δυσάμμορος, ἠδʼ ἐγὼ αὐτός. |
| 429 | Primary ὣς ἔφατο κλαίων, ἐπὶ δὲ στενάχοντο πολῖται· |
| 430 | Primary Τρῳῇσιν δʼ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο· |
| 431 | Primary τέκνον ἐγὼ δειλή· τί νυ βείομαι αἰνὰ παθοῦσα |
| 432 | Primary σεῦ ἀποτεθνηῶτος; ὅ μοι νύκτάς τε καὶ ἦμαρ |
| 433 | Primary εὐχωλὴ κατὰ ἄστυ πελέσκεο, πᾶσί τʼ ὄνειαρ |
| 434 | Primary Τρωσί τε καὶ Τρῳῇσι κατὰ πτόλιν, οἵ σε θεὸν ὣς |
| 435 | Primary δειδέχατʼ· ἦ γὰρ καί σφι μάλα μέγα κῦδος ἔησθα |
| 436 | Primary ζωὸς ἐών· νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει. |
| 437 | Primary ὣς ἔφατο κλαίουσʼ, ἄλοχος δʼ οὔ πώ τι πέπυστο |
| 438 | Primary Ἕκτορος· οὐ γάρ οἵ τις ἐτήτυμος ἄγγελος ἐλθὼν |
| 439 | Primary ἤγγειλʼ ὅττί ῥά οἱ πόσις ἔκτοθι μίμνε πυλάων, |
| 440 | Primary ἀλλʼ ἥ γʼ ἱστὸν ὕφαινε μυχῷ δόμου ὑψηλοῖο |
| 441 | Primary δίπλακα πορφυρέην, ἐν δὲ θρόνα ποικίλʼ ἔπασσε. |
| 442 | Primary κέκλετο δʼ ἀμφιπόλοισιν ἐϋπλοκάμοις κατὰ δῶμα |
| 443 | Primary ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα πέλοιτο |
| 444 | Primary Ἕκτορι θερμὰ λοετρὰ μάχης ἐκ νοστήσαντι |
| 445 | Primary νηπίη, οὐδʼ ἐνόησεν ὅ μιν μάλα τῆλε λοετρῶν |
| 446 | Primary χερσὶν Ἀχιλλῆος δάμασε γλαυκῶπις Ἀθήνη. |
| 447 | Primary κωκυτοῦ δʼ ἤκουσε καὶ οἰμωγῆς ἀπὸ πύργου· |
| 448 | Primary τῆς δʼ ἐλελίχθη γυῖα, χαμαὶ δέ οἱ ἔκπεσε κερκίς· |
| 449 | Primary ἣ δʼ αὖτις δμῳῇσιν ἐϋπλοκάμοισι μετηύδα· |
| 450 | Primary δεῦτε δύω μοι ἕπεσθον, ἴδωμʼ ὅτινʼ ἔργα τέτυκται. |
| 451 | Primary αἰδοίης ἑκυρῆς ὀπὸς ἔκλυον, ἐν δʼ ἐμοὶ αὐτῇ |
| 452 | Primary στήθεσι πάλλεται ἦτορ ἀνὰ στόμα, νέρθε δὲ γοῦνα |
| 453 | Primary πήγνυται· ἐγγὺς δή τι κακὸν Πριάμοιο τέκεσσιν. |
| 454 | Primary αἲ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος· ἀλλὰ μάλʼ αἰνῶς |
| 455 | Primary δείδω μὴ δή μοι θρασὺν Ἕκτορα δῖος Ἀχιλλεὺς |
| 456 | Primary μοῦνον ἀποτμήξας πόλιος πεδίον δὲ δίηται, |
| 457 | Primary καὶ δή μιν καταπαύσῃ ἀγηνορίης ἀλεγεινῆς |
| 458 | Primary ἥ μιν ἔχεσκʼ, ἐπεὶ οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν, |
| 459 | Primary ἀλλὰ πολὺ προθέεσκε, τὸ ὃν μένος οὐδενὶ εἴκων. |
| 460 | Primary ὣς φαμένη μεγάροιο διέσσυτο μαινάδι ἴση |
| 461 | Primary παλλομένη κραδίην· ἅμα δʼ ἀμφίπολοι κίον αὐτῇ |
| 462 | Primary αὐτὰρ ἐπεὶ πύργόν τε καὶ ἀνδρῶν ἷξεν ὅμιλον |
| 463 | Primary ἔστη παπτήνασʼ ἐπὶ τείχεϊ, τὸν δὲ νόησεν |
| 464 | Primary ἑλκόμενον πρόσθεν πόλιος· ταχέες δέ μιν ἵπποι |
| 465 | Primary ἕλκον ἀκηδέστως κοίλας ἐπὶ νῆας Ἀχαιῶν. |
| 466 | Primary τὴν δὲ κατʼ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψεν, |
| 467 | Primary ἤριπε δʼ ἐξοπίσω, ἀπὸ δὲ ψυχὴν ἐκάπυσσε. |
| 468 | Primary τῆλε δʼ ἀπὸ κρατὸς βάλε δέσματα σιγαλόεντα, |
| 469 | Primary ἄμπυκα κεκρύφαλόν τε ἰδὲ πλεκτὴν ἀναδέσμην |
| 470 | Primary κρήδεμνόν θʼ, ὅ ῥά οἱ δῶκε χρυσῆ Ἀφροδίτη |
| 471 | Primary ἤματι τῷ ὅτε μιν κορυθαίολος ἠγάγεθʼ Ἕκτωρ |
| 472 | Primary ἐκ δόμου Ἠετίωνος, ἐπεὶ πόρε μυρία ἕδνα. |
| 473 | Primary ἀμφὶ δέ μιν γαλόῳ τε καὶ εἰνατέρες ἅλις ἔσταν, |
| 474 | Primary αἵ ἑ μετὰ σφίσιν εἶχον ἀτυζομένην ἀπολέσθαι. |
| 475 | Primary ἣ δʼ ἐπεὶ οὖν ἔμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη |
| 476 | Primary ἀμβλήδην γοόωσα μετὰ Τρῳῇσιν ἔειπεν· |
| 477 | Primary Ἕκτορ ἐγὼ δύστηνος· ἰῇ ἄρα γεινόμεθʼ αἴσῃ |
| 478 | Primary ἀμφότεροι, σὺ μὲν ἐν Τροίῃ Πριάμου κατὰ δῶμα, |
| 479 | Primary αὐτὰρ ἐγὼ Θήβῃσιν ὑπὸ Πλάκῳ ὑληέσσῃ |
| 480 | Primary ἐν δόμῳ Ἠετίωνος, ὅ μʼ ἔτρεφε τυτθὸν ἐοῦσαν |
| 481 | Primary δύσμορος αἰνόμορον· ὡς μὴ ὤφελλε τεκέσθαι. |
| 482 | Primary νῦν δὲ σὺ μὲν Ἀΐδαο δόμους ὑπὸ κεύθεσι γαίης |
| 483 | Primary ἔρχεαι, αὐτὰρ ἐμὲ στυγερῷ ἐνὶ πένθεϊ λείπεις |
| 484 | Primary χήρην ἐν μεγάροισι· πάϊς δʼ ἔτι νήπιος αὔτως, |
| 485 | Primary ὃν τέκομεν σύ τʼ ἐγώ τε δυσάμμοροι· οὔτε σὺ τούτῳ |
| 486 | Primary ἔσσεαι Ἕκτορ ὄνειαρ ἐπεὶ θάνες, οὔτε σοὶ οὗτος. |
| 487 | Primary ἤν περ γὰρ πόλεμόν γε φύγῃ πολύδακρυν Ἀχαιῶν, |
| 488 | Primary αἰεί τοι τούτῳ γε πόνος καὶ κήδεʼ ὀπίσσω |
| 489 | Primary ἔσσοντʼ· ἄλλοι γάρ οἱ ἀπουρίσσουσιν ἀρούρας. |
| 490 | Primary ἦμαρ δʼ ὀρφανικὸν παναφήλικα παῖδα τίθησι· |
| 491 | Primary πάντα δʼ ὑπεμνήμυκε, δεδάκρυνται δὲ παρειαί, |
| 492 | Primary δευόμενος δέ τʼ ἄνεισι πάϊς ἐς πατρὸς ἑταίρους, |
| 493 | Primary ἄλλον μὲν χλαίνης ἐρύων, ἄλλον δὲ χιτῶνος· |
| 494 | Primary τῶν δʼ ἐλεησάντων κοτύλην τις τυτθὸν ἐπέσχε· |
| 495 | Primary χείλεα μέν τʼ ἐδίηνʼ, ὑπερῴην δʼ οὐκ ἐδίηνε. |
| 496 | Primary τὸν δὲ καὶ ἀμφιθαλὴς ἐκ δαιτύος ἐστυφέλιξε |
| 497 | Primary χερσὶν πεπλήγων καὶ ὀνειδείοισιν ἐνίσσων· |
| 498 | Primary ἔρρʼ οὕτως· οὐ σός γε πατὴρ μεταδαίνυται ἡμῖν. |
| 499 | Primary δακρυόεις δέ τʼ ἄνεισι πάϊς ἐς μητέρα χήρην |
| 500 | Primary Ἀστυάναξ, ὃς πρὶν μὲν ἑοῦ ἐπὶ γούνασι πατρὸς |
| 501 | Primary μυελὸν οἶον ἔδεσκε καὶ οἰῶν πίονα δημόν· |
| 502 | Primary αὐτὰρ ὅθʼ ὕπνος ἕλοι, παύσαιτό τε νηπιαχεύων, |
| 503 | Primary εὕδεσκʼ ἐν λέκτροισιν ἐν ἀγκαλίδεσσι τιθήνης |
| 504 | Primary εὐνῇ ἔνι μαλακῇ θαλέων ἐμπλησάμενος κῆρ· |
| 505 | Primary νῦν δʼ ἂν πολλὰ πάθῃσι φίλου ἀπὸ πατρὸς ἁμαρτὼν |
| 506 | Primary Ἀστυάναξ, ὃν Τρῶες ἐπίκλησιν καλέουσιν· |
| 507 | Primary οἶος γάρ σφιν ἔρυσο πύλας καὶ τείχεα μακρά. |
| 508 | Primary νῦν δὲ σὲ μὲν παρὰ νηυσὶ κορωνίσι νόσφι τοκήων |
| 509 | Primary αἰόλαι εὐλαὶ ἔδονται, ἐπεί κε κύνες κορέσωνται |
| 510 | Primary γυμνόν· ἀτάρ τοι εἵματʼ ἐνὶ μεγάροισι κέονται |
| 511 | Primary λεπτά τε καὶ χαρίεντα τετυγμένα χερσὶ γυναικῶν. |
| 512 | Primary ἀλλʼ ἤτοι τάδε πάντα καταφλέξω πυρὶ κηλέῳ |
| 513 | Primary οὐδὲν σοί γʼ ὄφελος, ἐπεὶ οὐκ ἐγκείσεαι αὐτοῖς, |
| 514 | Primary ἀλλὰ πρὸς Τρώων καὶ Τρωϊάδων κλέος εἶναι. |
| 515 | Primary ὣς ἔφατο κλαίουσʼ, ἐπὶ δὲ στενάχοντο γυναῖκες. |