Reader
Reader | Iliad, Book 4
Iliad
Homer
Text
Position
Line 1 of 544
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἠγορόωντο |
| 2 | Primary χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνια Ἥβη |
| 3 | Primary νέκταρ ἐοινοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσι |
| 4 | Primary δειδέχατʼ ἀλλήλους, Τρώων πόλιν εἰσορόωντες· |
| 5 | Primary αὐτίκʼ ἐπειρᾶτο Κρονίδης ἐρεθιζέμεν Ἥρην |
| 6 | Primary κερτομίοις ἐπέεσσι παραβλήδην ἀγορεύων· |
| 7 | Primary δοιαὶ μὲν Μενελάῳ ἀρηγόνες εἰσὶ θεάων |
| 8 | Primary Ἥρη τʼ Ἀργείη καὶ Ἀλαλκομενηῒς Ἀθήνη. |
| 9 | Primary ἀλλʼ ἤτοι ταὶ νόσφι καθήμεναι εἰσορόωσαι |
| 10 | Primary τέρπεσθον· τῷ δʼ αὖτε φιλομειδὴς Ἀφροδίτη |
| 11 | Primary αἰεὶ παρμέμβλωκε καὶ αὐτοῦ κῆρας ἀμύνει· |
| 12 | Primary καὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι. |
| 13 | Primary ἀλλʼ ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου· |
| 14 | Primary ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα, |
| 15 | Primary ἤ ῥʼ αὖτις πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν |
| 16 | Primary ὄρσομεν, ἦ φιλότητα μετʼ ἀμφοτέροισι βάλωμεν. |
| 17 | Primary εἰ δʼ αὖ πως τόδε πᾶσι φίλον καὶ ἡδὺ γένοιτο, |
| 18 | Primary ἤτοι μὲν οἰκέοιτο πόλις Πριάμοιο ἄνακτος, |
| 19 | Primary αὖτις δʼ Ἀργείην Ἑλένην Μενέλαος ἄγοιτο. |
| 20 | Primary ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη· |
| 21 | Primary πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην. |
| 22 | Primary ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε |
| 23 | Primary σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει· |
| 24 | Primary Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα· |
| 25 | Primary αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες· |
| 26 | Primary πῶς ἐθέλεις ἅλιον θεῖναι πόνον ἠδʼ ἀτέλεστον, |
| 27 | Primary ἱδρῶ θʼ ὃν ἵδρωσα μόγῳ, καμέτην δέ μοι ἵπποι |
| 28 | Primary λαὸν ἀγειρούσῃ, Πριάμῳ κακὰ τοῖό τε παισίν. |
| 29 | Primary ἕρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι. |
| 30 | Primary τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· |
| 31 | Primary δαιμονίη τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες |
| 32 | Primary τόσσα κακὰ ῥέζουσιν, ὅ τʼ ἀσπερχὲς μενεαίνεις |
| 33 | Primary Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον; |
| 34 | Primary εἰ δὲ σύ γʼ εἰσελθοῦσα πύλας καὶ τείχεα μακρὰ |
| 35 | Primary ὠμὸν βεβρώθοις Πρίαμον Πριάμοιό τε παῖδας |
| 36 | Primary ἄλλους τε Τρῶας, τότε κεν χόλον ἐξακέσαιο. |
| 37 | Primary ἕρξον ὅπως ἐθέλεις· μὴ τοῦτό γε νεῖκος ὀπίσσω |
| 38 | Primary σοὶ καὶ ἐμοὶ μέγʼ ἔρισμα μετʼ ἀμφοτέροισι γένηται. |
| 39 | Primary ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· |
| 40 | Primary ὁππότε κεν καὶ ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι |
| 41 | Primary τὴν ἐθέλω ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι, |
| 42 | Primary μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μʼ ἐᾶσαι· |
| 43 | Primary καὶ γὰρ ἐγὼ σοὶ δῶκα ἑκὼν ἀέκοντί γε θυμῷ· |
| 44 | Primary αἳ γὰρ ὑπʼ ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι |
| 45 | Primary ναιετάουσι πόληες ἐπιχθονίων ἀνθρώπων, |
| 46 | Primary τάων μοι περὶ κῆρι τιέσκετο Ἴλιος ἱρὴ |
| 47 | Primary καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. |
| 48 | Primary οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης |
| 49 | Primary λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς. |
| 50 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη· |
| 51 | Primary ἤτοι ἐμοὶ τρεῖς μὲν πολὺ φίλταταί εἰσι πόληες |
| 52 | Primary Ἄργός τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη· |
| 53 | Primary τὰς διαπέρσαι ὅτʼ ἄν τοι ἀπέχθωνται περὶ κῆρι· |
| 54 | Primary τάων οὔ τοι ἐγὼ πρόσθʼ ἵσταμαι οὐδὲ μεγαίρω. |
| 55 | Primary εἴ περ γὰρ φθονέω τε καὶ οὐκ εἰῶ διαπέρσαι, |
| 56 | Primary οὐκ ἀνύω φθονέουσʼ ἐπεὶ ἦ πολὺ φέρτερός ἐσσι. |
| 57 | Primary ἀλλὰ χρὴ καὶ ἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον· |
| 58 | Primary καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι ἔνθεν ὅθεν σοί, |
| 59 | Primary καί με πρεσβυτάτην τέκετο Κρόνος ἀγκυλομήτης, |
| 60 | Primary ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις |
| 61 | Primary κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις. |
| 62 | Primary ἀλλʼ ἤτοι μὲν ταῦθʼ ὑποείξομεν ἀλλήλοισι, |
| 63 | Primary σοὶ μὲν ἐγώ, σὺ δʼ ἐμοί· ἐπὶ δʼ ἕψονται θεοὶ ἄλλοι |
| 64 | Primary ἀθάνατοι· σὺ δὲ θᾶσσον Ἀθηναίῃ ἐπιτεῖλαι |
| 65 | Primary ἐλθεῖν ἐς Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν, |
| 66 | Primary πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς |
| 67 | Primary ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. |
| 68 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε· |
| 69 | Primary αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· |
| 70 | Primary αἶψα μάλʼ ἐς στρατὸν ἐλθὲ μετὰ Τρῶας καὶ Ἀχαιούς, |
| 71 | Primary πειρᾶν δʼ ὥς κε Τρῶες ὑπερκύδαντας Ἀχαιοὺς |
| 72 | Primary ἄρξωσι πρότεροι ὑπὲρ ὅρκια δηλήσασθαι. |
| 73 | Primary ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην, |
| 74 | Primary βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. |
| 75 | Primary οἷον δʼ ἀστέρα ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω |
| 76 | Primary ἢ ναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν |
| 77 | Primary λαμπρόν· τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρες ἵενται· |
| 78 | Primary τῷ ἐϊκυῖʼ ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, |
| 79 | Primary κὰδ δʼ ἔθορʼ ἐς μέσσον· θάμβος δʼ ἔχεν εἰσορόωντας |
| 80 | Primary Τρῶάς θʼ ἱπποδάμους καὶ ἐϋκνήμιδας Ἀχαιούς· |
| 81 | Primary ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· |
| 82 | Primary ἦ ῥʼ αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ |
| 83 | Primary ἔσσεται, ἢ φιλότητα μετʼ ἀμφοτέροισι τίθησι |
| 84 | Primary Ζεύς, ὅς τʼ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. |
| 85 | Primary ὣς ἄρα τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε. |
| 86 | Primary ἣ δʼ ἀνδρὶ ἰκέλη Τρώων κατεδύσεθʼ ὅμιλον |
| 87 | Primary Λαοδόκῳ Ἀντηνορίδῃ κρατερῷ αἰχμητῇ, |
| 88 | Primary Πάνδαρον ἀντίθεον διζημένη εἴ που ἐφεύροι. |
| 89 | Primary εὗρε Λυκάονος υἱὸν ἀμύμονά τε κρατερόν τε |
| 90 | Primary ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων |
| 91 | Primary λαῶν, οἵ οἱ ἕποντο ἀπʼ Αἰσήποιο ῥοάων· |
| 92 | Primary ἀγχοῦ δʼ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα· |
| 93 | Primary ἦ ῥά νύ μοί τι πίθοιο Λυκάονος υἱὲ δαΐφρον. |
| 94 | Primary τλαίης κεν Μενελάῳ ἐπιπροέμεν ταχὺν ἰόν, |
| 95 | Primary πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, |
| 96 | Primary ἐκ πάντων δὲ μάλιστα Ἀλεξάνδρῳ βασιλῆϊ. |
| 97 | Primary τοῦ κεν δὴ πάμπρωτα παρʼ ἀγλαὰ δῶρα φέροιο, |
| 98 | Primary αἴ κεν ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱὸν |
| 99 | Primary σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντʼ ἀλεγεινῆς. |
| 100 | Primary ἀλλʼ ἄγʼ ὀΐστευσον Μενελάου κυδαλίμοιο, |
| 101 | Primary εὔχεο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ |
| 102 | Primary ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην |
| 103 | Primary οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. |
| 104 | Primary ὣς φάτʼ Ἀθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν· |
| 105 | Primary αὐτίκʼ ἐσύλα τόξον ἐΰξοον ἰξάλου αἰγὸς |
| 106 | Primary ἀγρίου, ὅν ῥά ποτʼ αὐτὸς ὑπὸ στέρνοιο τυχήσας |
| 107 | Primary πέτρης ἐκβαίνοντα δεδεγμένος ἐν προδοκῇσι |
| 108 | Primary βεβλήκει πρὸς στῆθος· ὃ δʼ ὕπτιος ἔμπεσε πέτρῃ. |
| 109 | Primary τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει· |
| 110 | Primary καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων, |
| 111 | Primary πᾶν δʼ εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην. |
| 112 | Primary καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ |
| 113 | Primary ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι |
| 114 | Primary μὴ πρὶν ἀναΐξειαν ἀρήϊοι υἷες Ἀχαιῶν |
| 115 | Primary πρὶν βλῆσθαι Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν. |
| 116 | Primary αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δʼ ἕλετʼ ἰὸν |
| 117 | Primary ἀβλῆτα πτερόεντα μελαινέων ἕρμʼ ὀδυνάων· |
| 118 | Primary αἶψα δʼ ἐπὶ νευρῇ κατεκόσμει πικρὸν ὀϊστόν, |
| 119 | Primary εὔχετο δʼ Ἀπόλλωνι Λυκηγενέϊ κλυτοτόξῳ |
| 120 | Primary ἀρνῶν πρωτογόνων ῥέξειν κλειτὴν ἑκατόμβην |
| 121 | Primary οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης. |
| 122 | Primary ἕλκε δʼ ὁμοῦ γλυφίδας τε λαβὼν καὶ νεῦρα βόεια· |
| 123 | Primary νευρὴν μὲν μαζῷ πέλασεν, τόξῳ δὲ σίδηρον. |
| 124 | Primary αὐτὰρ ἐπεὶ δὴ κυκλοτερὲς μέγα τόξον ἔτεινε, |
| 125 | Primary λίγξε βιός, νευρὴ δὲ μέγʼ ἴαχεν, ἆλτο δʼ ὀϊστὸς |
| 126 | Primary ὀξυβελὴς καθʼ ὅμιλον ἐπιπτέσθαι μενεαίνων. |
| 127 | Primary οὐδὲ σέθεν Μενέλαε θεοὶ μάκαρες λελάθοντο |
| 128 | Primary ἀθάνατοι, πρώτη δὲ Διὸς θυγάτηρ ἀγελείη, |
| 129 | Primary ἥ τοι πρόσθε στᾶσα βέλος ἐχεπευκὲς ἄμυνεν. |
| 130 | Primary ἣ δὲ τόσον μὲν ἔεργεν ἀπὸ χροὸς ὡς ὅτε μήτηρ |
| 131 | Primary παιδὸς ἐέργῃ μυῖαν ὅθʼ ἡδέϊ λέξεται ὕπνῳ, |
| 132 | Primary αὐτὴ δʼ αὖτʼ ἴθυνεν ὅθι ζωστῆρος ὀχῆες |
| 133 | Primary χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ. |
| 134 | Primary ἐν δʼ ἔπεσε ζωστῆρι ἀρηρότι πικρὸς ὀϊστός· |
| 135 | Primary διὰ μὲν ἂρ ζωστῆρος ἐλήλατο δαιδαλέοιο, |
| 136 | Primary καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο |
| 137 | Primary μίτρης θʼ, ἣν ἐφόρει ἔρυμα χροὸς ἕρκος ἀκόντων, |
| 138 | Primary ἥ οἱ πλεῖστον ἔρυτο· διὰ πρὸ δὲ εἴσατο καὶ τῆς. |
| 139 | Primary ἀκρότατον δʼ ἄρʼ ὀϊστὸς ἐπέγραψε χρόα φωτός· |
| 140 | Primary αὐτίκα δʼ ἔρρεεν αἷμα κελαινεφὲς ἐξ ὠτειλῆς. |
| 141 | Primary ὡς δʼ ὅτε τίς τʼ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ |
| 142 | Primary Μῃονὶς ἠὲ Κάειρα παρήϊον ἔμμεναι ἵππων· |
| 143 | Primary κεῖται δʼ ἐν θαλάμῳ, πολέες τέ μιν ἠρήσαντο |
| 144 | Primary ἱππῆες φορέειν· βασιλῆϊ δὲ κεῖται ἄγαλμα, |
| 145 | Primary ἀμφότερον κόσμός θʼ ἵππῳ ἐλατῆρί τε κῦδος· |
| 146 | Primary τοῖοί τοι Μενέλαε μιάνθην αἵματι μηροὶ |
| 147 | Primary εὐφυέες κνῆμαί τε ἰδὲ σφυρὰ κάλʼ ὑπένερθε. |
| 148 | Primary ῥίγησεν δʼ ἄρʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων |
| 149 | Primary ὡς εἶδεν μέλαν αἷμα καταρρέον ἐξ ὠτειλῆς· |
| 150 | Primary ῥίγησεν δὲ καὶ αὐτὸς ἀρηΐφιλος Μενέλαος. |
| 151 | Primary ὡς δὲ ἴδεν νεῦρόν τε καὶ ὄγκους ἐκτὸς ἐόντας |
| 152 | Primary ἄψορρόν οἱ θυμὸς ἐνὶ στήθεσσιν ἀγέρθη. |
| 153 | Primary τοῖς δὲ βαρὺ στενάχων μετέφη κρείων Ἀγαμέμνων |
| 154 | Primary χειρὸς ἔχων Μενέλαον, ἐπεστενάχοντο δʼ ἑταῖροι· |
| 155 | Primary φίλε κασίγνητε θάνατόν νύ τοι ὅρκιʼ ἔταμνον |
| 156 | Primary οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι, |
| 157 | Primary ὥς σʼ ἔβαλον Τρῶες, κατὰ δʼ ὅρκια πιστὰ πάτησαν. |
| 158 | Primary οὐ μέν πως ἅλιον πέλει ὅρκιον αἷμά τε ἀρνῶν |
| 159 | Primary σπονδαί τʼ ἄκρητοι καὶ δεξιαὶ ᾗς ἐπέπιθμεν. |
| 160 | Primary εἴ περ γάρ τε καὶ αὐτίκʼ Ὀλύμπιος οὐκ ἐτέλεσσεν, |
| 161 | Primary ἔκ τε καὶ ὀψὲ τελεῖ, σύν τε μεγάλῳ ἀπέτισαν |
| 162 | Primary σὺν σφῇσιν κεφαλῇσι γυναιξί τε καὶ τεκέεσσιν. |
| 163 | Primary εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· |
| 164 | Primary ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ |
| 165 | Primary καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο, |
| 166 | Primary Ζεὺς δέ σφι Κρονίδης ὑψίζυγος αἰθέρι ναίων |
| 167 | Primary αὐτὸς ἐπισσείῃσιν ἐρεμνὴν αἰγίδα πᾶσι |
| 168 | Primary τῆσδʼ ἀπάτης κοτέων· τὰ μὲν ἔσσεται οὐκ ἀτέλεστα· |
| 169 | Primary ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται ὦ Μενέλαε |
| 170 | Primary αἴ κε θάνῃς καὶ πότμον ἀναπλήσῃς βιότοιο. |
| 171 | Primary καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην· |
| 172 | Primary αὐτίκα γὰρ μνήσονται Ἀχαιοὶ πατρίδος αἴης· |
| 173 | Primary κὰδ δέ κεν εὐχωλὴν Πριάμῳ καὶ Τρωσὶ λίποιμεν |
| 174 | Primary Ἀργείην Ἑλένην· σέο δʼ ὀστέα πύσει ἄρουρα |
| 175 | Primary κειμένου ἐν Τροίῃ ἀτελευτήτῳ ἐπὶ ἔργῳ. |
| 176 | Primary καί κέ τις ὧδʼ ἐρέει Τρώων ὑπερηνορεόντων |
| 177 | Primary τύμβῳ ἐπιθρῴσκων Μενελάου κυδαλίμοιο· |
| 178 | Primary αἴθʼ οὕτως ἐπὶ πᾶσι χόλον τελέσειʼ Ἀγαμέμνων, |
| 179 | Primary ὡς καὶ νῦν ἅλιον στρατὸν ἤγαγεν ἐνθάδʼ Ἀχαιῶν, |
| 180 | Primary καὶ δὴ ἔβη οἶκον δὲ φίλην ἐς πατρίδα γαῖαν |
| 181 | Primary σὺν κεινῇσιν νηυσὶ λιπὼν ἀγαθὸν Μενέλαον. |
| 182 | Primary ὥς ποτέ τις ἐρέει· τότε μοι χάνοι εὐρεῖα χθών. |
| 183 | Primary τὸν δʼ ἐπιθαρσύνων προσέφη ξανθὸς Μενέλαος· |
| 184 | Primary θάρσει, μηδέ τί πω δειδίσσεο λαὸν Ἀχαιῶν· |
| 185 | Primary οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος, ἀλλὰ πάροιθεν |
| 186 | Primary εἰρύσατο ζωστήρ τε παναίολος ἠδʼ ὑπένερθε |
| 187 | Primary ζῶμά τε καὶ μίτρη, τὴν χαλκῆες κάμον ἄνδρες. |
| 188 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· |
| 189 | Primary αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε· |
| 190 | Primary ἕλκος δʼ ἰητὴρ ἐπιμάσσεται ἠδʼ ἐπιθήσει |
| 191 | Primary φάρμαχʼ ἅ κεν παύσῃσι μελαινάων ὀδυνάων. |
| 192 | Primary ἦ καὶ Ταλθύβιον θεῖον κήρυκα προσηύδα· |
| 193 | Primary Ταλθύβιʼ ὅττι τάχιστα Μαχάονα δεῦρο κάλεσσον |
| 194 | Primary φῶτʼ Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος, |
| 195 | Primary ὄφρα ἴδῃ Μενέλαον ἀρήϊον Ἀτρέος υἱόν, |
| 196 | Primary ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς |
| 197 | Primary Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. |
| 198 | Primary ὣς ἔφατʼ, οὐδʼ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας, |
| 199 | Primary βῆ δʼ ἰέναι κατὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων |
| 200 | Primary παπταίνων ἥρωα Μαχάονα· τὸν δὲ νόησεν |
| 201 | Primary ἑσταότʼ· ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων |
| 202 | Primary λαῶν, οἵ οἱ ἕποντο Τρίκης ἐξ ἱπποβότοιο. |
| 203 | Primary ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· |
| 204 | Primary ὄρσʼ Ἀσκληπιάδη, καλέει κρείων Ἀγαμέμνων, |
| 205 | Primary ὄφρα ἴδῃς Μενέλαον ἀρήϊον ἀρχὸν Ἀχαιῶν, |
| 206 | Primary ὅν τις ὀϊστεύσας ἔβαλεν τόξων ἐῢ εἰδὼς |
| 207 | Primary Τρώων ἢ Λυκίων, τῷ μὲν κλέος, ἄμμι δὲ πένθος. |
| 208 | Primary ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε· |
| 209 | Primary βὰν δʼ ἰέναι καθʼ ὅμιλον ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν. |
| 210 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι ξανθὸς Μενέλαος |
| 211 | Primary βλήμενος ἦν, περὶ δʼ αὐτὸν ἀγηγέραθʼ ὅσσοι ἄριστοι |
| 212 | Primary κυκλόσʼ, ὃ δʼ ἐν μέσσοισι παρίστατο ἰσόθεος φώς, |
| 213 | Primary αὐτίκα δʼ ἐκ ζωστῆρος ἀρηρότος ἕλκεν ὀϊστόν· |
| 214 | Primary τοῦ δʼ ἐξελκομένοιο πάλιν ἄγεν ὀξέες ὄγκοι. |
| 215 | Primary λῦσε δέ οἱ ζωστῆρα παναίολον ἠδʼ ὑπένερθε |
| 216 | Primary ζῶμά τε καὶ μίτρην, τὴν χαλκῆες κάμον ἄνδρες. |
| 217 | Primary αὐτὰρ ἐπεὶ ἴδεν ἕλκος ὅθʼ ἔμπεσε πικρὸς ὀϊστός, |
| 218 | Primary αἷμʼ ἐκμυζήσας ἐπʼ ἄρʼ ἤπια φάρμακα εἰδὼς |
| 219 | Primary πάσσε, τά οἵ ποτε πατρὶ φίλα φρονέων πόρε Χείρων. |
| 220 | Primary ὄφρα τοὶ ἀμφεπένοντο βοὴν ἀγαθὸν Μενέλαον, |
| 221 | Primary τόφρα δʼ ἐπὶ Τρώων στίχες ἤλυθον ἀσπιστάων· |
| 222 | Primary οἳ δʼ αὖτις κατὰ τεύχεʼ ἔδυν, μνήσαντο δὲ χάρμης. |
| 223 | Primary ἔνθʼ οὐκ ἂν βρίζοντα ἴδοις Ἀγαμέμνονα δῖον |
| 224 | Primary οὐδὲ καταπτώσσοντʼ οὐδʼ οὐκ ἐθέλοντα μάχεσθαι, |
| 225 | Primary ἀλλὰ μάλα σπεύδοντα μάχην ἐς κυδιάνειραν. |
| 226 | Primary ἵππους μὲν γὰρ ἔασε καὶ ἅρματα ποικίλα χαλκῷ· |
| 227 | Primary καὶ τοὺς μὲν θεράπων ἀπάνευθʼ ἔχε φυσιόωντας |
| 228 | Primary Εὐρυμέδων υἱὸς Πτολεμαίου Πειραΐδαο· |
| 229 | Primary τῷ μάλα πόλλʼ ἐπέτελλε παρισχέμεν ὁππότε κέν μιν |
| 230 | Primary γυῖα λάβῃ κάματος πολέας διὰ κοιρανέοντα· |
| 231 | Primary αὐτὰρ ὃ πεζὸς ἐὼν ἐπεπωλεῖτο στίχας ἀνδρῶν· |
| 232 | Primary καί ῥʼ οὓς μὲν σπεύδοντας ἴδοι Δαναῶν ταχυπώλων, |
| 233 | Primary τοὺς μάλα θαρσύνεσκε παριστάμενος ἐπέεσσιν· |
| 234 | Primary Ἀργεῖοι μή πώ τι μεθίετε θούριδος ἀλκῆς· |
| 235 | Primary οὐ γὰρ ἐπὶ ψευδέσσι πατὴρ Ζεὺς ἔσσετʼ ἀρωγός, |
| 236 | Primary ἀλλʼ οἵ περ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο |
| 237 | Primary τῶν ἤτοι αὐτῶν τέρενα χρόα γῦπες ἔδονται, |
| 238 | Primary ἡμεῖς αὖτʼ ἀλόχους τε φίλας καὶ νήπια τέκνα |
| 239 | Primary ἄξομεν ἐν νήεσσιν, ἐπὴν πτολίεθρον ἕλωμεν. |
| 240 | Primary οὕς τινας αὖ μεθιέντας ἴδοι στυγεροῦ πολέμοιο, |
| 241 | Primary τοὺς μάλα νεικείεσκε χολωτοῖσιν ἐπέεσσιν· |
| 242 | Primary Ἀργεῖοι ἰόμωροι ἐλεγχέες οὔ νυ σέβεσθε; |
| 243 | Primary τίφθʼ οὕτως ἔστητε τεθηπότες ἠΰτε νεβροί, |
| 244 | Primary αἵ τʼ ἐπεὶ οὖν ἔκαμον πολέος πεδίοιο θέουσαι |
| 245 | Primary ἑστᾶσʼ, οὐδʼ ἄρα τίς σφι μετὰ φρεσὶ γίγνεται ἀλκή· |
| 246 | Primary ὣς ὑμεῖς ἔστητε τεθηπότες οὐδὲ μάχεσθε. |
| 247 | Primary ἦ μένετε Τρῶας σχεδὸν ἐλθέμεν ἔνθά τε νῆες |
| 248 | Primary εἰρύατʼ εὔπρυμνοι πολιῆς ἐπὶ θινὶ θαλάσσης, |
| 249 | Primary ὄφρα ἴδητʼ αἴ κʼ ὔμμιν ὑπέρσχῃ χεῖρα Κρονίων; |
| 250 | Primary ὣς ὅ γε κοιρανέων ἐπεπωλεῖτο στίχας ἀνδρῶν· |
| 251 | Primary ἦλθε δʼ ἐπὶ Κρήτεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν. |
| 252 | Primary οἳ δʼ ἀμφʼ Ἰδομενῆα δαΐφρονα θωρήσσοντο· |
| 253 | Primary Ἰδομενεὺς μὲν ἐνὶ προμάχοις συῒ εἴκελος ἀλκήν, |
| 254 | Primary Μηριόνης δʼ ἄρα οἱ πυμάτας ὄτρυνε φάλαγγας. |
| 255 | Primary τοὺς δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, |
| 256 | Primary αὐτίκα δʼ Ἰδομενῆα προσηύδα μειλιχίοισιν· |
| 257 | Primary Ἰδομενεῦ περὶ μέν σε τίω Δαναῶν ταχυπώλων |
| 258 | Primary ἠμὲν ἐνὶ πτολέμῳ ἠδʼ ἀλλοίῳ ἐπὶ ἔργῳ |
| 259 | Primary ἠδʼ ἐν δαίθʼ, ὅτε πέρ τε γερούσιον αἴθοπα οἶνον |
| 260 | Primary Ἀργείων οἳ ἄριστοι ἐνὶ κρητῆρι κέρωνται. |
| 261 | Primary εἴ περ γάρ τʼ ἄλλοι γε κάρη κομόωντες Ἀχαιοὶ |
| 262 | Primary δαιτρὸν πίνωσιν, σὸν δὲ πλεῖον δέπας αἰεὶ |
| 263 | Primary ἕστηχʼ, ὥς περ ἐμοί, πιέειν ὅτε θυμὸς ἀνώγοι. |
| 264 | Primary ἀλλʼ ὄρσευ πόλεμον δʼ οἷος πάρος εὔχεαι εἶναι. |
| 265 | Primary τὸν δʼ αὖτʼ Ἰδομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα· |
| 266 | Primary Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐρίηρος ἑταῖρος |
| 267 | Primary ἔσσομαι, ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα· |
| 268 | Primary ἀλλʼ ἄλλους ὄτρυνε κάρη κομόωντας Ἀχαιοὺς |
| 269 | Primary ὄφρα τάχιστα μαχώμεθʼ, ἐπεὶ σύν γʼ ὅρκιʼ ἔχευαν |
| 270 | Primary Τρῶες· τοῖσιν δʼ αὖ θάνατος καὶ κήδεʼ ὀπίσσω |
| 271 | Primary ἔσσετʼ ἐπεὶ πρότεροι ὑπὲρ ὅρκια δηλήσαντο. |
| 272 | Primary ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ· |
| 273 | Primary ἦλθε δʼ ἐπʼ Αἰάντεσσι κιὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· |
| 274 | Primary τὼ δὲ κορυσσέσθην, ἅμα δὲ νέφος εἵπετο πεζῶν. |
| 275 | Primary ὡς δʼ ὅτʼ ἀπὸ σκοπιῆς εἶδεν νέφος αἰπόλος ἀνὴρ |
| 276 | Primary ἐρχόμενον κατὰ πόντον ὑπὸ Ζεφύροιο ἰωῆς· |
| 277 | Primary τῷ δέ τʼ ἄνευθεν ἐόντι μελάντερον ἠΰτε πίσσα |
| 278 | Primary φαίνετʼ ἰὸν κατὰ πόντον, ἄγει δέ τε λαίλαπα πολλήν, |
| 279 | Primary ῥίγησέν τε ἰδών, ὑπό τε σπέος ἤλασε μῆλα· |
| 280 | Primary τοῖαι ἅμʼ Αἰάντεσσι διοτρεφέων αἰζηῶν |
| 281 | Primary δήϊον ἐς πόλεμον πυκιναὶ κίνυντο φάλαγγες |
| 282 | Primary κυάνεαι, σάκεσίν τε καὶ ἔγχεσι πεφρικυῖαι. |
| 283 | Primary καὶ τοὺς μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, |
| 284 | Primary καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 285 | Primary Αἴαντʼ Ἀργείων ἡγήτορε χαλκοχιτώνων, |
| 286 | Primary σφῶϊ μέν· οὐ γὰρ ἔοικʼ ὀτρυνέμεν· οὔ τι κελεύω· |
| 287 | Primary αὐτὼ γὰρ μάλα λαὸν ἀνώγετον ἶφι μάχεσθαι. |
| 288 | Primary αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον |
| 289 | Primary τοῖος πᾶσιν θυμὸς ἐνὶ στήθεσσι γένοιτο· |
| 290 | Primary τώ κε τάχʼ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος |
| 291 | Primary χερσὶν ὑφʼ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. |
| 292 | Primary ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους· |
| 293 | Primary ἔνθʼ ὅ γε Νέστορʼ ἔτετμε λιγὺν Πυλίων ἀγορητὴν |
| 294 | Primary οὓς ἑτάρους στέλλοντα καὶ ὀτρύνοντα μάχεσθαι |
| 295 | Primary ἀμφὶ μέγαν Πελάγοντα Ἀλάστορά τε Χρομίον τε |
| 296 | Primary Αἵμονά τε κρείοντα Βίαντά τε ποιμένα λαῶν· |
| 297 | Primary ἱππῆας μὲν πρῶτα σὺν ἵπποισιν καὶ ὄχεσφι, |
| 298 | Primary πεζοὺς δʼ ἐξόπιθε στῆσεν πολέας τε καὶ ἐσθλοὺς |
| 299 | Primary ἕρκος ἔμεν πολέμοιο· κακοὺς δʼ ἐς μέσσον ἔλασσεν, |
| 300 | Primary ὄφρα καὶ οὐκ ἐθέλων τις ἀναγκαίῃ πολεμίζοι. |
| 301 | Primary ἱππεῦσιν μὲν πρῶτʼ ἐπετέλλετο· τοὺς γὰρ ἀνώγει |
| 302 | Primary σφοὺς ἵππους ἐχέμεν μηδὲ κλονέεσθαι ὁμίλῳ· |
| 303 | Primary μηδέ τις ἱπποσύνῃ τε καὶ ἠνορέηφι πεποιθὼς |
| 304 | Primary οἶος πρόσθʼ ἄλλων μεμάτω Τρώεσσι μάχεσθαι, |
| 305 | Primary μηδʼ ἀναχωρείτω· ἀλαπαδνότεροι γὰρ ἔσεσθε. |
| 306 | Primary ὃς δέ κʼ ἀνὴρ ἀπὸ ὧν ὀχέων ἕτερʼ ἅρμαθʼ ἵκηται |
| 307 | Primary ἔγχει ὀρεξάσθω, ἐπεὶ ἦ πολὺ φέρτερον οὕτω. |
| 308 | Primary ὧδε καὶ οἱ πρότεροι πόλεας καὶ τείχεʼ ἐπόρθεον |
| 309 | Primary τόνδε νόον καὶ θυμὸν ἐνὶ στήθεσσιν ἔχοντες. |
| 310 | Primary ὣς ὃ γέρων ὄτρυνε πάλαι πολέμων ἐῢ εἰδώς· |
| 311 | Primary καὶ τὸν μὲν γήθησεν ἰδὼν κρείων Ἀγαμέμνων, |
| 312 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 313 | Primary ὦ γέρον εἴθʼ ὡς θυμὸς ἐνὶ στήθεσσι φίλοισιν |
| 314 | Primary ὥς τοι γούναθʼ ἕποιτο, βίη δέ τοι ἔμπεδος εἴη· |
| 315 | Primary ἀλλά σε γῆρας τείρει ὁμοίϊον· ὡς ὄφελέν τις |
| 316 | Primary ἀνδρῶν ἄλλος ἔχειν, σὺ δὲ κουροτέροισι μετεῖναι. |
| 317 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· |
| 318 | Primary Ἀτρεΐδη μάλα μέν τοι ἐγὼν ἐθέλοιμι καὶ αὐτὸς |
| 319 | Primary ὣς ἔμεν ὡς ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν. |
| 320 | Primary ἀλλʼ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν· |
| 321 | Primary εἰ τότε κοῦρος ἔα νῦν αὖτέ με γῆρας ὀπάζει. |
| 322 | Primary ἀλλὰ καὶ ὧς ἱππεῦσι μετέσσομαι ἠδὲ κελεύσω |
| 323 | Primary βουλῇ καὶ μύθοισι· τὸ γὰρ γέρας ἐστὶ γερόντων. |
| 324 | Primary αἰχμὰς δʼ αἰχμάσσουσι νεώτεροι, οἵ περ ἐμεῖο |
| 325 | Primary ὁπλότεροι γεγάασι πεποίθασίν τε βίηφιν. |
| 326 | Primary ὣς ἔφατʼ, Ἀτρεΐδης δὲ παρῴχετο γηθόσυνος κῆρ. |
| 327 | Primary εὗρʼ υἱὸν Πετεῶο Μενεσθῆα πλήξιππον |
| 328 | Primary ἑσταότʼ· ἀμφὶ δʼ Ἀθηναῖοι μήστωρες ἀϋτῆς· |
| 329 | Primary αὐτὰρ ὃ πλησίον ἑστήκει πολύμητις Ὀδυσσεύς, |
| 330 | Primary πὰρ δὲ Κεφαλλήνων ἀμφὶ στίχες οὐκ ἀλαπαδναὶ |
| 331 | Primary ἕστασαν· οὐ γάρ πώ σφιν ἀκούετο λαὸς ἀϋτῆς, |
| 332 | Primary ἀλλὰ νέον συνορινόμεναι κίνυντο φάλαγγες |
| 333 | Primary Τρώων ἱπποδάμων καὶ Ἀχαιῶν· οἳ δὲ μένοντες |
| 334 | Primary ἕστασαν ὁππότε πύργος Ἀχαιῶν ἄλλος ἐπελθὼν |
| 335 | Primary Τρώων ὁρμήσειε καὶ ἄρξειαν πολέμοιο. |
| 336 | Primary τοὺς δὲ ἰδὼν νείκεσσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, |
| 337 | Primary καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 338 | Primary ὦ υἱὲ Πετεῶο διοτρεφέος βασιλῆος, |
| 339 | Primary καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε κερδαλεόφρον |
| 340 | Primary τίπτε καταπτώσσοντες ἀφέστατε, μίμνετε δʼ ἄλλους; |
| 341 | Primary σφῶϊν μέν τʼ ἐπέοικε μετὰ πρώτοισιν ἐόντας |
| 342 | Primary ἑστάμεν ἠδὲ μάχης καυστείρης ἀντιβολῆσαι· |
| 343 | Primary πρώτω γὰρ καὶ δαιτὸς ἀκουάζεσθον ἐμεῖο, |
| 344 | Primary ὁππότε δαῖτα γέρουσιν ἐφοπλίζωμεν Ἀχαιοί. |
| 345 | Primary ἔνθα φίλʼ ὀπταλέα κρέα ἔδμεναι ἠδὲ κύπελλα |
| 346 | Primary οἴνου πινέμεναι μελιηδέος ὄφρʼ ἐθέλητον· |
| 347 | Primary νῦν δὲ φίλως χʼ ὁρόῳτε καὶ εἰ δέκα πύργοι Ἀχαιῶν |
| 348 | Primary ὑμείων προπάροιθε μαχοίατο νηλέϊ χαλκῷ. |
| 349 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· |
| 350 | Primary Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; |
| 351 | Primary πῶς δὴ φῂς πολέμοιο μεθιέμεν ὁππότʼ Ἀχαιοὶ |
| 352 | Primary Τρωσὶν ἐφʼ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα; |
| 353 | Primary ὄψεαι αἴ κʼ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ |
| 354 | Primary Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα |
| 355 | Primary Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτʼ ἀνεμώλια βάζεις. |
| 356 | Primary τὸν δʼ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων |
| 357 | Primary ὡς γνῶ χωομένοιο· πάλιν δʼ ὅ γε λάζετο μῦθον· |
| 358 | Primary διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ |
| 359 | Primary οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω· |
| 360 | Primary οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν |
| 361 | Primary ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τʼ ἐγώ περ. |
| 362 | Primary ἀλλʼ ἴθι ταῦτα δʼ ὄπισθεν ἀρεσσόμεθʼ εἴ τι κακὸν νῦν |
| 363 | Primary εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν. |
| 364 | Primary ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετʼ ἄλλους. |
| 365 | Primary εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα |
| 366 | Primary ἑσταότʼ ἔν θʼ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι· |
| 367 | Primary πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός. |
| 368 | Primary καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων, |
| 369 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 370 | Primary ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο |
| 371 | Primary τί πτώσσεις, τί δʼ ὀπιπεύεις πολέμοιο γεφύρας; |
| 372 | Primary οὐ μὲν Τυδέϊ γʼ ὧδε φίλον πτωσκαζέμεν ἦεν, |
| 373 | Primary ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι, |
| 374 | Primary ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε |
| 375 | Primary ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι. |
| 376 | Primary ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας |
| 377 | Primary ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων· |
| 378 | Primary οἳ δὲ τότʼ ἐστρατόωνθʼ ἱερὰ πρὸς τείχεα Θήβης, |
| 379 | Primary καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους· |
| 380 | Primary οἳ δʼ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· |
| 381 | Primary ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων. |
| 382 | Primary οἳ δʼ ἐπεὶ οὖν ᾤχοντο ἰδὲ πρὸ ὁδοῦ ἐγένοντο, |
| 383 | Primary Ἀσωπὸν δʼ ἵκοντο βαθύσχοινον λεχεποίην, |
| 384 | Primary ἔνθʼ αὖτʼ ἀγγελίην ἐπὶ Τυδῆ στεῖλαν Ἀχαιοί. |
| 385 | Primary αὐτὰρ ὃ βῆ, πολέας δὲ κιχήσατο Καδμεΐωνας |
| 386 | Primary δαινυμένους κατὰ δῶμα βίης Ἐτεοκληείης. |
| 387 | Primary ἔνθʼ οὐδὲ ξεῖνός περ ἐὼν ἱππηλάτα Τυδεὺς |
| 388 | Primary τάρβει, μοῦνος ἐὼν πολέσιν μετὰ Καδμείοισιν, |
| 389 | Primary ἀλλʼ ὅ γʼ ἀεθλεύειν προκαλίζετο, πάντα δʼ ἐνίκα |
| 390 | Primary ῥηϊδίως· τοίη οἱ ἐπίρροθος ἦεν Ἀθήνη. |
| 391 | Primary οἳ δὲ χολωσάμενοι Καδμεῖοι κέντορες ἵππων |
| 392 | Primary ἂψ ἄρʼ ἀνερχομένῳ πυκινὸν λόχον εἷσαν ἄγοντες |
| 393 | Primary κούρους πεντήκοντα· δύω δʼ ἡγήτορες ἦσαν, |
| 394 | Primary Μαίων Αἱμονίδης ἐπιείκελος ἀθανάτοισιν, |
| 395 | Primary υἱός τʼ Αὐτοφόνοιο μενεπτόλεμος Πολυφόντης. |
| 396 | Primary Τυδεὺς μὲν καὶ τοῖσιν ἀεικέα πότμον ἐφῆκε· |
| 397 | Primary πάντας ἔπεφνʼ, ἕνα δʼ οἶον ἵει οἶκον δὲ νέεσθαι· |
| 398 | Primary Μαίονʼ ἄρα προέηκε θεῶν τεράεσσι πιθήσας. |
| 399 | Primary τοῖος ἔην Τυδεὺς Αἰτώλιος· ἀλλὰ τὸν υἱὸν |
| 400 | Primary γείνατο εἷο χέρεια μάχῃ, ἀγορῇ δέ τʼ ἀμείνω. |
| 401 | Primary ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κρατερὸς Διομήδης |
| 402 | Primary αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο· |
| 403 | Primary τὸν δʼ υἱὸς Καπανῆος ἀμείψατο κυδαλίμοιο· |
| 404 | Primary Ἀτρεΐδη μὴ ψεύδεʼ ἐπιστάμενος σάφα εἰπεῖν· |
| 405 | Primary ἡμεῖς τοι πατέρων μέγʼ ἀμείνονες εὐχόμεθʼ εἶναι· |
| 406 | Primary ἡμεῖς καὶ Θήβης ἕδος εἵλομεν ἑπταπύλοιο |
| 407 | Primary παυρότερον λαὸν ἀγαγόνθʼ ὑπὸ τεῖχος ἄρειον, |
| 408 | Primary πειθόμενοι τεράεσσι θεῶν καὶ Ζηνὸς ἀρωγῇ· |
| 409 | Primary κεῖνοι δὲ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο· |
| 410 | Primary τὼ μή μοι πατέρας ποθʼ ὁμοίῃ ἔνθεο τιμῇ. |
| 411 | Primary τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης· |
| 412 | Primary τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· |
| 413 | Primary οὐ γὰρ ἐγὼ νεμεσῶ Ἀγαμέμνονι ποιμένι λαῶν |
| 414 | Primary ὀτρύνοντι μάχεσθαι ἐϋκνήμιδας Ἀχαιούς· |
| 415 | Primary τούτῳ μὲν γὰρ κῦδος ἅμʼ ἕψεται εἴ κεν Ἀχαιοὶ |
| 416 | Primary Τρῶας δῃώσωσιν ἕλωσί τε Ἴλιον ἱρήν, |
| 417 | Primary τούτῳ δʼ αὖ μέγα πένθος Ἀχαιῶν δῃωθέντων. |
| 418 | Primary ἀλλʼ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα θούριδος ἀλκῆς. |
| 419 | Primary ἦ ῥα καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε· |
| 420 | Primary δεινὸν δʼ ἔβραχε χαλκὸς ἐπὶ στήθεσσιν ἄνακτος |
| 421 | Primary ὀρνυμένου· ὑπό κεν ταλασίφρονά περ δέος εἷλεν. |
| 422 | Primary ὡς δʼ ὅτʼ ἐν αἰγιαλῷ πολυηχέϊ κῦμα θαλάσσης |
| 423 | Primary ὄρνυτʼ ἐπασσύτερον Ζεφύρου ὕπο κινήσαντος· |
| 424 | Primary πόντῳ μέν τε πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα |
| 425 | Primary χέρσῳ ῥηγνύμενον μεγάλα βρέμει, ἀμφὶ δέ τʼ ἄκρας |
| 426 | Primary κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δʼ ἁλὸς ἄχνην· |
| 427 | Primary ὣς τότʼ ἐπασσύτεραι Δαναῶν κίνυντο φάλαγγες |
| 428 | Primary νωλεμέως πόλεμον δέ· κέλευε δὲ οἷσιν ἕκαστος |
| 429 | Primary ἡγεμόνων· οἳ δʼ ἄλλοι ἀκὴν ἴσαν, οὐδέ κε φαίης |
| 430 | Primary τόσσον λαὸν ἕπεσθαι ἔχοντʼ ἐν στήθεσιν αὐδήν, |
| 431 | Primary σιγῇ δειδιότες σημάντορας· ἀμφὶ δὲ πᾶσι |
| 432 | Primary τεύχεα ποικίλʼ ἔλαμπε, τὰ εἱμένοι ἐστιχόωντο. |
| 433 | Primary Τρῶες δʼ, ὥς τʼ ὄϊες πολυπάμονος ἀνδρὸς ἐν αὐλῇ |
| 434 | Primary μυρίαι ἑστήκασιν ἀμελγόμεναι γάλα λευκὸν |
| 435 | Primary ἀζηχὲς μεμακυῖαι ἀκούουσαι ὄπα ἀρνῶν, |
| 436 | Primary ὣς Τρώων ἀλαλητὸς ἀνὰ στρατὸν εὐρὺν ὀρώρει· |
| 437 | Primary οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος οὐδʼ ἴα γῆρυς, |
| 438 | Primary ἀλλὰ γλῶσσα μέμικτο, πολύκλητοι δʼ ἔσαν ἄνδρες. |
| 439 | Primary ὄρσε δὲ τοὺς μὲν Ἄρης, τοὺς δὲ γλαυκῶπις Ἀθήνη |
| 440 | Primary Δεῖμός τʼ ἠδὲ Φόβος καὶ Ἔρις ἄμοτον μεμαυῖα, |
| 441 | Primary Ἄρεος ἀνδροφόνοιο κασιγνήτη ἑτάρη τε, |
| 442 | Primary ἥ τʼ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα |
| 443 | Primary οὐρανῷ ἐστήριξε κάρη καὶ ἐπὶ χθονὶ βαίνει· |
| 444 | Primary ἥ σφιν καὶ τότε νεῖκος ὁμοίϊον ἔμβαλε μέσσῳ |
| 445 | Primary ἐρχομένη καθʼ ὅμιλον ὀφέλλουσα στόνον ἀνδρῶν. |
| 446 | Primary οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, |
| 447 | Primary σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν |
| 448 | Primary χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι |
| 449 | Primary ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει. |
| 450 | Primary ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν |
| 451 | Primary ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα. |
| 452 | Primary ὡς δʼ ὅτε χείμαρροι ποταμοὶ κατʼ ὄρεσφι ῥέοντες |
| 453 | Primary ἐς μισγάγκειαν συμβάλλετον ὄβριμον ὕδωρ |
| 454 | Primary κρουνῶν ἐκ μεγάλων κοίλης ἔντοσθε χαράδρης, |
| 455 | Primary τῶν δέ τε τηλόσε δοῦπον ἐν οὔρεσιν ἔκλυε ποιμήν· |
| 456 | Primary ὣς τῶν μισγομένων γένετο ἰαχή τε πόνος τε. |
| 457 | Primary πρῶτος δʼ Ἀντίλοχος Τρώων ἕλεν ἄνδρα κορυστὴν |
| 458 | Primary ἐσθλὸν ἐνὶ προμάχοισι Θαλυσιάδην Ἐχέπωλον· |
| 459 | Primary τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης, |
| 460 | Primary ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω |
| 461 | Primary αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν, |
| 462 | Primary ἤριπε δʼ ὡς ὅτε πύργος ἐνὶ κρατερῇ ὑσμίνῃ. |
| 463 | Primary τὸν δὲ πεσόντα ποδῶν ἔλαβε κρείων Ἐλεφήνωρ |
| 464 | Primary Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων, |
| 465 | Primary ἕλκε δʼ ὑπʼ ἐκ βελέων, λελιημένος ὄφρα τάχιστα |
| 466 | Primary τεύχεα συλήσειε· μίνυνθα δέ οἱ γένεθʼ ὁρμή. |
| 467 | Primary νεκρὸν γὰρ ἐρύοντα ἰδὼν μεγάθυμος Ἀγήνωρ |
| 468 | Primary πλευρά, τά οἱ κύψαντι παρʼ ἀσπίδος ἐξεφαάνθη, |
| 469 | Primary οὔτησε ξυστῷ χαλκήρεϊ, λῦσε δὲ γυῖα. |
| 470 | Primary ὣς τὸν μὲν λίπε θυμός, ἐπʼ αὐτῷ δʼ ἔργον ἐτύχθη |
| 471 | Primary ἀργαλέον Τρώων καὶ Ἀχαιῶν· οἳ δὲ λύκοι ὣς |
| 472 | Primary ἀλλήλοις ἐπόρουσαν, ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιζεν. |
| 473 | Primary ἔνθʼ ἔβαλʼ Ἀνθεμίωνος υἱὸν Τελαμώνιος Αἴας |
| 474 | Primary ἠΐθεον θαλερὸν Σιμοείσιον, ὅν ποτε μήτηρ |
| 475 | Primary Ἴδηθεν κατιοῦσα παρʼ ὄχθῃσιν Σιμόεντος |
| 476 | Primary γείνατʼ, ἐπεί ῥα τοκεῦσιν ἅμʼ ἕσπετο μῆλα ἰδέσθαι· |
| 477 | Primary τοὔνεκά μιν κάλεον Σιμοείσιον· οὐδὲ τοκεῦσι |
| 478 | Primary θρέπτρα φίλοις ἀπέδωκε, μινυνθάδιος δέ οἱ αἰὼν |
| 479 | Primary ἔπλεθʼ ὑπʼ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι. |
| 480 | Primary πρῶτον γάρ μιν ἰόντα βάλε στῆθος παρὰ μαζὸν |
| 481 | Primary δεξιόν· ἀντικρὺ δὲ διʼ ὤμου χάλκεον ἔγχος |
| 482 | Primary ἦλθεν· ὁ δʼ ἐν κονίῃσι χαμαὶ πέσεν αἴγειρος ὣς |
| 483 | Primary ἥ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο πεφύκει |
| 484 | Primary λείη, ἀτάρ τέ οἱ ὄζοι ἐπʼ ἀκροτάτῃ πεφύασι· |
| 485 | Primary τὴν μέν θʼ ἁρματοπηγὸς ἀνὴρ αἴθωνι σιδήρῳ |
| 486 | Primary ἐξέταμʼ, ὄφρα ἴτυν κάμψῃ περικαλλέϊ δίφρῳ· |
| 487 | Primary ἣ μέν τʼ ἀζομένη κεῖται ποταμοῖο παρʼ ὄχθας. |
| 488 | Primary τοῖον ἄρʼ Ἀνθεμίδην Σιμοείσιον ἐξενάριξεν |
| 489 | Primary Αἴας διογενής· τοῦ δʼ Ἄντιφος αἰολοθώρηξ |
| 490 | Primary Πριαμίδης καθʼ ὅμιλον ἀκόντισεν ὀξέϊ δουρί. |
| 491 | Primary τοῦ μὲν ἅμαρθʼ, ὃ δὲ Λεῦκον Ὀδυσσέος ἐσθλὸν ἑταῖρον |
| 492 | Primary βεβλήκει βουβῶνα, νέκυν ἑτέρωσʼ ἐρύοντα· |
| 493 | Primary ἤριπε δʼ ἀμφʼ αὐτῷ, νεκρὸς δέ οἱ ἔκπεσε χειρός. |
| 494 | Primary τοῦ δʼ Ὀδυσεὺς μάλα θυμὸν ἀποκταμένοιο χολώθη, |
| 495 | Primary βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ, |
| 496 | Primary στῆ δὲ μάλʼ ἐγγὺς ἰὼν καὶ ἀκόντισε δουρὶ φαεινῷ |
| 497 | Primary ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο |
| 498 | Primary ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν, |
| 499 | Primary ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα |
| 500 | Primary ὅς οἱ Ἀβυδόθεν ἦλθε παρʼ ἵππων ὠκειάων. |
| 501 | Primary τόν ῥʼ Ὀδυσεὺς ἑτάροιο χολωσάμενος βάλε δουρὶ |
| 502 | Primary κόρσην· ἣ δʼ ἑτέροιο διὰ κροτάφοιο πέρησεν |
| 503 | Primary αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψε, |
| 504 | Primary δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. |
| 505 | Primary χώρησαν δʼ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ· |
| 506 | Primary Ἀργεῖοι δὲ μέγα ἴαχον, ἐρύσαντο δὲ νεκρούς, |
| 507 | Primary ἴθυσαν δὲ πολὺ προτέρω· νεμέσησε δʼ Ἀπόλλων |
| 508 | Primary Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ κέκλετʼ ἀΰσας· |
| 509 | Primary ὄρνυσθʼ ἱππόδαμοι Τρῶες μηδʼ εἴκετε χάρμης |
| 510 | Primary Ἀργείοις, ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος |
| 511 | Primary χαλκὸν ἀνασχέσθαι ταμεσίχροα βαλλομένοισιν· |
| 512 | Primary οὐ μὰν οὐδʼ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο |
| 513 | Primary μάρναται, ἀλλʼ ἐπὶ νηυσὶ χόλον θυμαλγέα πέσσει. |
| 514 | Primary ὣς φάτʼ ἀπὸ πτόλιος δεινὸς θεός· αὐτὰρ Ἀχαιοὺς |
| 515 | Primary ὦρσε Διὸς θυγάτηρ κυδίστη Τριτογένεια |
| 516 | Primary ἐρχομένη καθʼ ὅμιλον, ὅθι μεθιέντας ἴδοιτο. |
| 517 | Primary ἔνθʼ Ἀμαρυγκείδην Διώρεα μοῖρα πέδησε· |
| 518 | Primary χερμαδίῳ γὰρ βλῆτο παρὰ σφυρὸν ὀκριόεντι |
| 519 | Primary κνήμην δεξιτερήν· βάλε δὲ Θρῃκῶν ἀγὸς ἀνδρῶν |
| 520 | Primary Πείρως Ἰμβρασίδης ὃς ἄρʼ Αἰνόθεν εἰληλούθει. |
| 521 | Primary ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς |
| 522 | Primary ἄχρις ἀπηλοίησεν· ὃ δʼ ὕπτιος ἐν κονίῃσι |
| 523 | Primary κάππεσεν ἄμφω χεῖρε φίλοις ἑτάροισι πετάσσας |
| 524 | Primary θυμὸν ἀποπνείων· ὃ δʼ ἐπέδραμεν ὅς ῥʼ ἔβαλέν περ |
| 525 | Primary Πείροος, οὖτα δὲ δουρὶ παρʼ ὀμφαλόν· ἐκ δʼ ἄρα πᾶσαι |
| 526 | Primary χύντο χαμαὶ χολάδες, τὸν δὲ σκότος ὄσσε κάλυψε. |
| 527 | Primary τὸν δὲ Θόας Αἰτωλὸς ἀπεσσύμενον βάλε δουρὶ |
| 528 | Primary στέρνον ὑπὲρ μαζοῖο, πάγη δʼ ἐν πνεύμονι χαλκός· |
| 529 | Primary ἀγχίμολον δέ οἱ ἦλθε Θόας, ἐκ δʼ ὄβριμον ἔγχος |
| 530 | Primary ἐσπάσατο στέρνοιο, ἐρύσσατο δὲ ξίφος ὀξύ, |
| 531 | Primary τῷ ὅ γε γαστέρα τύψε μέσην, ἐκ δʼ αἴνυτο θυμόν. |
| 532 | Primary τεύχεα δʼ οὐκ ἀπέδυσε· περίστησαν γὰρ ἑταῖροι |
| 533 | Primary Θρήϊκες ἀκρόκομοι δολίχʼ ἔγχεα χερσὶν ἔχοντες, |
| 534 | Primary οἵ ἑ μέγαν περ ἐόντα καὶ ἴφθιμον καὶ ἀγαυὸν |
| 535 | Primary ὦσαν ἀπὸ σφείων· ὃ δὲ χασσάμενος πελεμίχθη. |
| 536 | Primary ὣς τώ γʼ ἐν κονίῃσι παρʼ ἀλλήλοισι τετάσθην, |
| 537 | Primary ἤτοι ὃ μὲν Θρῃκῶν, ὃ δʼ Ἐπειῶν χαλκοχιτώνων |
| 538 | Primary ἡγεμόνες· πολλοὶ δὲ περὶ κτείνοντο καὶ ἄλλοι. |
| 539 | Primary ἔνθά κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο μετελθών, |
| 540 | Primary ὅς τις ἔτʼ ἄβλητος καὶ ἀνούτατος ὀξέϊ χαλκῷ |
| 541 | Primary δινεύοι κατὰ μέσσον, ἄγοι δέ ἑ Παλλὰς Ἀθήνη |
| 542 | Primary χειρὸς ἑλοῦσʼ, αὐτὰρ βελέων ἀπερύκοι ἐρωήν· |
| 543 | Primary πολλοὶ γὰρ Τρώων καὶ Ἀχαιῶν ἤματι κείνῳ |
| 544 | Primary πρηνέες ἐν κονίῃσι παρʼ ἀλλήλοισι τέταντο. |