Reader
Reader | Iliad, Book 7
Iliad
Homer
Text
Position
Line 1 of 482
Waypoints
| Line Ref | Monro and Allen | Ancient Greek |
|---|---|
| 1 | Primary ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, |
| 2 | Primary τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ |
| 3 | Primary ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. |
| 4 | Primary ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν |
| 5 | Primary οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι |
| 6 | Primary πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται, |
| 7 | Primary ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. |
| 8 | Primary ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος |
| 9 | Primary Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης |
| 10 | Primary γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· |
| 11 | Primary Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι |
| 12 | Primary αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. |
| 13 | Primary Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν |
| 14 | Primary Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην |
| 15 | Primary Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων |
| 16 | Primary ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. |
| 17 | Primary τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη |
| 18 | Primary Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, |
| 19 | Primary βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα |
| 20 | Primary Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων |
| 21 | Primary Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην· |
| 22 | Primary ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. |
| 23 | Primary τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· |
| 24 | Primary τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο |
| 25 | Primary ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; |
| 26 | Primary ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην |
| 27 | Primary δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. |
| 28 | Primary ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· |
| 29 | Primary νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα |
| 30 | Primary σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ |
| 31 | Primary Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ |
| 32 | Primary ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ. |
| 33 | Primary τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 34 | Primary ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ |
| 35 | Primary ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. |
| 36 | Primary ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν; |
| 37 | Primary τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· |
| 38 | Primary Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, |
| 39 | Primary ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος |
| 40 | Primary ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, |
| 41 | Primary οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ |
| 42 | Primary οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ. |
| 43 | Primary ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. |
| 44 | Primary τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ |
| 45 | Primary βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· |
| 46 | Primary στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· |
| 47 | Primary Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε |
| 48 | Primary ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· |
| 49 | Primary ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, |
| 50 | Primary αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος |
| 51 | Primary ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι· |
| 52 | Primary οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν· |
| 53 | Primary ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων. |
| 54 | Primary ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας, |
| 55 | Primary καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας, |
| 56 | Primary μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες. |
| 57 | Primary κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς· |
| 58 | Primary κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων |
| 59 | Primary ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι |
| 60 | Primary φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο |
| 61 | Primary ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ |
| 62 | Primary ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι. |
| 63 | Primary οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ |
| 64 | Primary ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς, |
| 65 | Primary τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε |
| 66 | Primary ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε· |
| 67 | Primary κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ |
| 68 | Primary ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
| 69 | Primary ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν, |
| 70 | Primary ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν |
| 71 | Primary εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε |
| 72 | Primary ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν. |
| 73 | Primary ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν· |
| 74 | Primary τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει |
| 75 | Primary δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ. |
| 76 | Primary ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω· |
| 77 | Primary εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ, |
| 78 | Primary τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας, |
| 79 | Primary σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με |
| 80 | Primary Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα. |
| 81 | Primary εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων, |
| 82 | Primary τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν, |
| 83 | Primary καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο, |
| 84 | Primary τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω, |
| 85 | Primary ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί, |
| 86 | Primary σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ. |
| 87 | Primary καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων |
| 88 | Primary νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον· |
| 89 | Primary ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος, |
| 90 | Primary ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ. |
| 91 | Primary ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται. |
| 92 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· |
| 93 | Primary αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι· |
| 94 | Primary ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε |
| 95 | Primary νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ· |
| 96 | Primary ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί· |
| 97 | Primary ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς |
| 98 | Primary εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν. |
| 99 | Primary ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε |
| 100 | Primary ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως· |
| 101 | Primary τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε |
| 102 | Primary νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν. |
| 103 | Primary ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά. |
| 104 | Primary ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ |
| 105 | Primary Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν, |
| 106 | Primary εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν, |
| 107 | Primary αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων |
| 108 | Primary δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 109 | Primary ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ |
| 110 | Primary ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ, |
| 111 | Primary μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι |
| 112 | Primary Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι. |
| 113 | Primary καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ |
| 114 | Primary ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων. |
| 115 | Primary ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων, |
| 116 | Primary τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί. |
| 117 | Primary εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος, |
| 118 | Primary φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι |
| 119 | Primary δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. |
| 120 | Primary ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως |
| 121 | Primary αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα |
| 122 | Primary γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο· |
| 123 | Primary Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν· |
| 124 | Primary ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. |
| 125 | Primary ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς |
| 126 | Primary ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής, |
| 127 | Primary ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ |
| 128 | Primary πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. |
| 129 | Primary τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι, |
| 130 | Primary πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι |
| 131 | Primary θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω. |
| 132 | Primary αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον |
| 133 | Primary ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο |
| 134 | Primary ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι |
| 135 | Primary Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. |
| 136 | Primary τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς |
| 137 | Primary τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος |
| 138 | Primary δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην |
| 139 | Primary ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες |
| 140 | Primary οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, |
| 141 | Primary ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. |
| 142 | Primary τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, |
| 143 | Primary στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον |
| 144 | Primary χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς |
| 145 | Primary δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη· |
| 146 | Primary τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. |
| 147 | Primary καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· |
| 148 | Primary αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, |
| 149 | Primary δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι· |
| 150 | Primary τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους. |
| 151 | Primary οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη· |
| 152 | Primary ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν |
| 153 | Primary θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων· |
| 154 | Primary καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη. |
| 155 | Primary τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· |
| 156 | Primary πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. |
| 157 | Primary εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· |
| 158 | Primary τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. |
| 159 | Primary ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν |
| 160 | Primary οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν. |
| 161 | Primary ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν. |
| 162 | Primary ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, |
| 163 | Primary τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, |
| 164 | Primary τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, |
| 165 | Primary τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος |
| 166 | Primary Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ, |
| 167 | Primary τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός, |
| 168 | Primary ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς· |
| 169 | Primary πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ. |
| 170 | Primary τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ· |
| 171 | Primary κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν· |
| 172 | Primary οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς, |
| 173 | Primary καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι |
| 174 | Primary δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. |
| 175 | Primary ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος, |
| 176 | Primary ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο. |
| 177 | Primary λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον· |
| 178 | Primary ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· |
| 179 | Primary Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, |
| 180 | Primary ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. |
| 181 | Primary ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, |
| 182 | Primary ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ |
| 183 | Primary Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ |
| 184 | Primary δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. |
| 185 | Primary οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. |
| 186 | Primary ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ |
| 187 | Primary ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας, |
| 188 | Primary ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς, |
| 189 | Primary γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. |
| 190 | Primary τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε· |
| 191 | Primary ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς |
| 192 | Primary θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον. |
| 193 | Primary ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω, |
| 194 | Primary τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι |
| 195 | Primary σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται, |
| 196 | Primary ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης· |
| 197 | Primary οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται |
| 198 | Primary οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως |
| 199 | Primary ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε. |
| 200 | Primary ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι· |
| 201 | Primary ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· |
| 202 | Primary Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε |
| 203 | Primary δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι· |
| 204 | Primary εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ, |
| 205 | Primary ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον. |
| 206 | Primary ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ. |
| 207 | Primary αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα, |
| 208 | Primary σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης, |
| 209 | Primary ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων |
| 210 | Primary θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι. |
| 211 | Primary τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν |
| 212 | Primary μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν |
| 213 | Primary ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος. |
| 214 | Primary τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες, |
| 215 | Primary Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον, |
| 216 | Primary Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν· |
| 217 | Primary ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι |
| 218 | Primary ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ. |
| 219 | Primary Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον |
| 220 | Primary χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων |
| 221 | Primary σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων, |
| 222 | Primary ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον |
| 223 | Primary ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν. |
| 224 | Primary τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας |
| 225 | Primary στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· |
| 226 | Primary Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος |
| 227 | Primary οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι |
| 228 | Primary καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. |
| 229 | Primary ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι |
| 230 | Primary κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· |
| 231 | Primary ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν |
| 232 | Primary καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο. |
| 233 | Primary τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· |
| 234 | Primary Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν |
| 235 | Primary μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε |
| 236 | Primary ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα. |
| 237 | Primary αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε· |
| 238 | Primary οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν |
| 239 | Primary ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν· |
| 240 | Primary οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων· |
| 241 | Primary οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ. |
| 242 | Primary ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα |
| 243 | Primary λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι. |
| 244 | Primary ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, |
| 245 | Primary καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον |
| 246 | Primary ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ. |
| 247 | Primary ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής, |
| 248 | Primary ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε |
| 249 | Primary Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος, |
| 250 | Primary καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην. |
| 251 | Primary διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος, |
| 252 | Primary καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο· |
| 253 | Primary ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα |
| 254 | Primary ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν. |
| 255 | Primary τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω |
| 256 | Primary σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν |
| 257 | Primary ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν. |
| 258 | Primary Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί, |
| 259 | Primary οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή. |
| 260 | Primary Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ |
| 261 | Primary ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα, |
| 262 | Primary τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα, |
| 263 | Primary ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ, |
| 264 | Primary ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ |
| 265 | Primary κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε· |
| 266 | Primary τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον |
| 267 | Primary μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός. |
| 268 | Primary δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας |
| 269 | Primary ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, |
| 270 | Primary εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ, |
| 271 | Primary βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη |
| 272 | Primary ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων. |
| 273 | Primary καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο, |
| 274 | Primary εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν |
| 275 | Primary ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων, |
| 276 | Primary Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω· |
| 277 | Primary μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον |
| 278 | Primary κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς· |
| 279 | Primary μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον· |
| 280 | Primary ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς, |
| 281 | Primary ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες. |
| 282 | Primary νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. |
| 283 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας· |
| 284 | Primary Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι· |
| 285 | Primary αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους. |
| 286 | Primary ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος. |
| 287 | Primary τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· |
| 288 | Primary Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε |
| 289 | Primary καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι, |
| 290 | Primary νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος |
| 291 | Primary σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων |
| 292 | Primary ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. |
| 293 | Primary νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι, |
| 294 | Primary ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς, |
| 295 | Primary σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν· |
| 296 | Primary αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος |
| 297 | Primary Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους, |
| 298 | Primary αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα. |
| 299 | Primary δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω, |
| 300 | Primary ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε· |
| 301 | Primary ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο, |
| 302 | Primary ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε. |
| 303 | Primary ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον |
| 304 | Primary σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι· |
| 305 | Primary Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν. |
| 306 | Primary τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν |
| 307 | Primary ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν, |
| 308 | Primary ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα, |
| 309 | Primary Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους· |
| 310 | Primary καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι. |
| 311 | Primary Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ |
| 312 | Primary εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ. |
| 313 | Primary οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο, |
| 314 | Primary τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων |
| 315 | Primary ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι. |
| 316 | Primary τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, |
| 317 | Primary μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, |
| 318 | Primary ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. |
| 319 | Primary αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα, |
| 320 | Primary δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· |
| 321 | Primary νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν |
| 322 | Primary ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων. |
| 323 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 324 | Primary τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν |
| 325 | Primary Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· |
| 326 | Primary ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· |
| 327 | Primary Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν, |
| 328 | Primary πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί, |
| 329 | Primary τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον |
| 330 | Primary ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον· |
| 331 | Primary τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν, |
| 332 | Primary αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς |
| 333 | Primary βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς |
| 334 | Primary τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος |
| 335 | Primary οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν. |
| 336 | Primary τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες |
| 337 | Primary ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα |
| 338 | Primary πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν. |
| 339 | Primary ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας, |
| 340 | Primary ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· |
| 341 | Primary ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον, |
| 342 | Primary ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα, |
| 343 | Primary μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων. |
| 344 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες. |
| 345 | Primary Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ |
| 346 | Primary δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι· |
| 347 | Primary τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν· |
| 348 | Primary κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, |
| 349 | Primary ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
| 350 | Primary δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ |
| 351 | Primary δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ |
| 352 | Primary ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν |
| 353 | Primary ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε. |
| 354 | Primary ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη |
| 355 | Primary δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, |
| 356 | Primary ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα· |
| 357 | Primary Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις· |
| 358 | Primary οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι. |
| 359 | Primary εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις, |
| 360 | Primary ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί. |
| 361 | Primary αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω· |
| 362 | Primary ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω· |
| 363 | Primary κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ |
| 364 | Primary πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι. |
| 365 | Primary ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη |
| 366 | Primary Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος, |
| 367 | Primary ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· |
| 368 | Primary κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι, |
| 369 | Primary ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
| 370 | Primary νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ, |
| 371 | Primary καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος· |
| 372 | Primary ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας |
| 373 | Primary εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ |
| 374 | Primary μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· |
| 375 | Primary καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι |
| 376 | Primary παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς |
| 377 | Primary κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων |
| 378 | Primary ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. |
| 379 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο· |
| 380 | Primary δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν· |
| 381 | Primary ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας· |
| 382 | Primary τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος |
| 383 | Primary νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι |
| 384 | Primary στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ· |
| 385 | Primary Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν |
| 386 | Primary ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ |
| 387 | Primary εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο, |
| 388 | Primary μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε· |
| 389 | Primary κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν |
| 390 | Primary ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι· |
| 391 | Primary πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι· |
| 392 | Primary κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο |
| 393 | Primary οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται. |
| 394 | Primary καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε |
| 395 | Primary παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς |
| 396 | Primary κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων |
| 397 | Primary ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην. |
| 398 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· |
| 399 | Primary ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης· |
| 400 | Primary μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω |
| 401 | Primary μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν |
| 402 | Primary ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται. |
| 403 | Primary ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν |
| 404 | Primary μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο· |
| 405 | Primary καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· |
| 406 | Primary Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις |
| 407 | Primary ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως |
| 408 | Primary ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω· |
| 409 | Primary οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων |
| 410 | Primary γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. |
| 411 | Primary ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης. |
| 412 | Primary ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν, |
| 413 | Primary ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν. |
| 414 | Primary οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες |
| 415 | Primary πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι |
| 416 | Primary Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε |
| 417 | Primary στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα, |
| 418 | Primary ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην· |
| 419 | Primary Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν |
| 420 | Primary ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην. |
| 421 | Primary Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας |
| 422 | Primary ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο |
| 423 | Primary οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν. |
| 424 | Primary ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον· |
| 425 | Primary ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα |
| 426 | Primary δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν. |
| 427 | Primary οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ |
| 428 | Primary νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, |
| 429 | Primary ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν. |
| 430 | Primary ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ |
| 431 | Primary νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ, |
| 432 | Primary ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας. |
| 433 | Primary ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ, |
| 434 | Primary τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν, |
| 435 | Primary τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες |
| 436 | Primary ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν |
| 437 | Primary πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν. |
| 438 | Primary ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας, |
| 439 | Primary ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη· |
| 440 | Primary ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν |
| 441 | Primary εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν. |
| 442 | Primary ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί· |
| 443 | Primary οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ |
| 444 | Primary θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων. |
| 445 | Primary τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· |
| 446 | Primary Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν |
| 447 | Primary ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει; |
| 448 | Primary οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ |
| 449 | Primary τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον |
| 450 | Primary ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας; |
| 451 | Primary τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς· |
| 452 | Primary τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων |
| 453 | Primary ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε. |
| 454 | Primary τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· |
| 455 | Primary ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες. |
| 456 | Primary ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα, |
| 457 | Primary ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε· |
| 458 | Primary σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς. |
| 459 | Primary ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ |
| 460 | Primary οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν |
| 461 | Primary τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι, |
| 462 | Primary αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι, |
| 463 | Primary ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν. |
| 464 | Primary ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
| 465 | Primary δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, |
| 466 | Primary βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο. |
| 467 | Primary νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι |
| 468 | Primary πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος, |
| 469 | Primary τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν. |
| 470 | Primary χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ |
| 471 | Primary δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα. |
| 472 | Primary ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί, |
| 473 | Primary ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ, |
| 474 | Primary ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν, |
| 475 | Primary ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. |
| 476 | Primary παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ |
| 477 | Primary δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι· |
| 478 | Primary παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς |
| 479 | Primary σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει· |
| 480 | Primary οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη |
| 481 | Primary πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι. |
| 482 | Primary κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο. |