Reader
Reader | Odyssey, Book 11
Odyssey
Homer
Text
Position
Line 1 of 640
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, |
| 2 | Primary νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, |
| 3 | Primary ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ, |
| 4 | Primary ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ |
| 5 | Primary βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. |
| 6 | Primary ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο |
| 7 | Primary ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, |
| 8 | Primary Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. |
| 9 | Primary ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα |
| 10 | Primary ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. |
| 11 | Primary τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης· |
| 12 | Primary δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. |
| 13 | Primary ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο. |
| 14 | Primary ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, |
| 15 | Primary ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς |
| 16 | Primary ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν, |
| 17 | Primary οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, |
| 18 | Primary οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται, |
| 19 | Primary ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. |
| 20 | Primary νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα |
| 21 | Primary εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο |
| 22 | Primary ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη. |
| 23 | Primary ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε |
| 24 | Primary ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ |
| 25 | Primary βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, |
| 26 | Primary ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, |
| 27 | Primary πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, |
| 28 | Primary τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον. |
| 29 | Primary πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, |
| 30 | Primary ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, |
| 31 | Primary ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, |
| 32 | Primary Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ |
| 33 | Primary παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. |
| 34 | Primary τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, |
| 35 | Primary ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα |
| 36 | Primary ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο |
| 37 | Primary ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. |
| 38 | Primary νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες |
| 39 | Primary παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, |
| 40 | Primary πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, |
| 41 | Primary ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες· |
| 42 | Primary οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος |
| 43 | Primary θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. |
| 44 | Primary δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα |
| 45 | Primary μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, |
| 46 | Primary δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, |
| 47 | Primary ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· |
| 48 | Primary αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ |
| 49 | Primary ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα |
| 50 | Primary αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. |
| 51 | Primary πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· |
| 52 | Primary οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· |
| 53 | Primary σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς |
| 54 | Primary ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. |
| 55 | Primary τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, |
| 56 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· |
| 57 | Primary Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; |
| 58 | Primary ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ. |
| 59 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· |
| 60 | Primary διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, |
| 61 | Primary ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. |
| 62 | Primary Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα |
| 63 | Primary ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, |
| 64 | Primary ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν |
| 65 | Primary ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε. |
| 66 | Primary νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων, |
| 67 | Primary πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, |
| 68 | Primary Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες· |
| 69 | Primary οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο |
| 70 | Primary νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα· |
| 71 | Primary ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο. |
| 72 | Primary μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν |
| 73 | Primary νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι, |
| 74 | Primary ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν, |
| 75 | Primary σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης, |
| 76 | Primary ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι. |
| 77 | Primary ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν, |
| 78 | Primary τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν. |
| 79 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 80 | Primary ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω. |
| 81 | Primary νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν |
| 82 | Primary ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων, |
| 83 | Primary εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν· |
| 84 | Primary ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, |
| 85 | Primary Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, |
| 86 | Primary τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν. |
| 87 | Primary τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· |
| 88 | Primary ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, |
| 89 | Primary αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. |
| 90 | Primary ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο |
| 91 | Primary χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· |
| 92 | Primary διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, |
| 93 | Primary τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο |
| 94 | Primary ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; |
| 95 | Primary ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, |
| 96 | Primary αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. |
| 97 | Primary ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον |
| 98 | Primary κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, |
| 99 | Primary καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· |
| 100 | Primary νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ· |
| 101 | Primary τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω |
| 102 | Primary λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ |
| 103 | Primary χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. |
| 104 | Primary ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, |
| 105 | Primary αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, |
| 106 | Primary ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα |
| 107 | Primary Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, |
| 108 | Primary βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα |
| 109 | Primary Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. |
| 110 | Primary τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, |
| 111 | Primary καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· |
| 112 | Primary εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, |
| 113 | Primary νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, |
| 114 | Primary ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, |
| 115 | Primary νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ, |
| 116 | Primary ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι |
| 117 | Primary μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες. |
| 118 | Primary ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών· |
| 119 | Primary αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι |
| 120 | Primary κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ, |
| 121 | Primary ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν, |
| 122 | Primary εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν |
| 123 | Primary ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· |
| 124 | Primary οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους |
| 125 | Primary οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. |
| 126 | Primary σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει· |
| 127 | Primary ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης |
| 128 | Primary φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, |
| 129 | Primary καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν, |
| 130 | Primary ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, |
| 131 | Primary ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, |
| 132 | Primary οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας |
| 133 | Primary ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, |
| 134 | Primary πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ |
| 135 | Primary ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ |
| 136 | Primary γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ |
| 137 | Primary ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω. |
| 138 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 139 | Primary Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί. |
| 140 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
| 141 | Primary μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης· |
| 142 | Primary ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν |
| 143 | Primary ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι. |
| 144 | Primary εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα; |
| 145 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· |
| 146 | Primary ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω. |
| 147 | Primary ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων |
| 148 | Primary αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει· |
| 149 | Primary ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω. |
| 150 | Primary ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω |
| 151 | Primary Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν· |
| 152 | Primary αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ |
| 153 | Primary ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω, |
| 154 | Primary καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· |
| 155 | Primary τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα |
| 156 | Primary ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι. |
| 157 | Primary μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, |
| 158 | Primary Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι |
| 159 | Primary πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα. |
| 160 | Primary ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις |
| 161 | Primary νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες |
| 162 | Primary εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα; |
| 163 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 164 | Primary μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο |
| 165 | Primary ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο· |
| 166 | Primary οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς |
| 167 | Primary γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν, |
| 168 | Primary ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ |
| 169 | Primary Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην. |
| 170 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· |
| 171 | Primary τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; |
| 172 | Primary ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα |
| 173 | Primary οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν; |
| 174 | Primary εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον, |
| 175 | Primary ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη |
| 176 | Primary ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι. |
| 177 | Primary εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, |
| 178 | Primary ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει |
| 179 | Primary ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος. |
| 180 | Primary ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· |
| 181 | Primary καὶ λίην κείνη γε μένει τετληότι θυμῷ |
| 182 | Primary σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ |
| 183 | Primary φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. |
| 184 | Primary σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος |
| 185 | Primary Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας |
| 186 | Primary δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν· |
| 187 | Primary πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει |
| 188 | Primary ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ |
| 189 | Primary δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, |
| 190 | Primary ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ, |
| 191 | Primary ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται· |
| 192 | Primary αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη, |
| 193 | Primary πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο |
| 194 | Primary φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί. |
| 195 | Primary ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει |
| 196 | Primary σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει. |
| 197 | Primary οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον· |
| 198 | Primary οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα |
| 199 | Primary οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν, |
| 200 | Primary οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα |
| 201 | Primary τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· |
| 202 | Primary ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, |
| 203 | Primary σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα. |
| 204 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας |
| 205 | Primary μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης. |
| 206 | Primary τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, |
| 207 | Primary τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ |
| 208 | Primary ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, |
| 209 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· |
| 210 | Primary μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα, |
| 211 | Primary ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε |
| 212 | Primary ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο; |
| 213 | Primary ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια |
| 214 | Primary ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω; |
| 215 | Primary ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· |
| 216 | Primary ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν, |
| 217 | Primary οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει, |
| 218 | Primary ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν· |
| 219 | Primary οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, |
| 220 | Primary ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο |
| 221 | Primary δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός, |
| 222 | Primary ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται. |
| 223 | Primary ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα |
| 224 | Primary ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί. |
| 225 | Primary νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες |
| 226 | Primary ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια, |
| 227 | Primary ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. |
| 228 | Primary αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, |
| 229 | Primary αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην. |
| 230 | Primary ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· |
| 231 | Primary σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ |
| 232 | Primary οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. |
| 233 | Primary αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη |
| 234 | Primary ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας. |
| 235 | Primary ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, |
| 236 | Primary ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι, |
| 237 | Primary φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· |
| 238 | Primary ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο, |
| 239 | Primary ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι, |
| 240 | Primary καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. |
| 241 | Primary τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος |
| 242 | Primary ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· |
| 243 | Primary πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, |
| 244 | Primary κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. |
| 245 | Primary λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν. |
| 246 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, |
| 247 | Primary ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 248 | Primary χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ |
| 249 | Primary τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ |
| 250 | Primary ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. |
| 251 | Primary νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς· |
| 252 | Primary αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων. |
| 253 | Primary ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. |
| 254 | Primary ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα, |
| 255 | Primary τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην |
| 256 | Primary ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ |
| 257 | Primary ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι. |
| 258 | Primary τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν, |
| 259 | Primary Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην. |
| 260 | Primary τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, |
| 261 | Primary ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι, |
| 262 | Primary καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε, |
| 263 | Primary οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, |
| 264 | Primary πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο |
| 265 | Primary ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. |
| 266 | Primary τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, |
| 267 | Primary ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα |
| 268 | Primary γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· |
| 269 | Primary καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα, |
| 270 | Primary τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. |
| 271 | Primary μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, |
| 272 | Primary ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο |
| 273 | Primary γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας |
| 274 | Primary γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. |
| 275 | Primary ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων |
| 276 | Primary Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· |
| 277 | Primary ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο, |
| 278 | Primary ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, |
| 279 | Primary ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω |
| 280 | Primary πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν. |
| 281 | Primary καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς |
| 282 | Primary γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, |
| 283 | Primary ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο, |
| 284 | Primary ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν· |
| 285 | Primary ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, |
| 286 | Primary Νέστορά τε Χρόνιον τε Περικλύμενόν τʼ ἀγέρωχον. |
| 287 | Primary τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, |
| 288 | Primary τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς |
| 289 | Primary τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους |
| 290 | Primary ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης |
| 291 | Primary ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων |
| 292 | Primary ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, |
| 293 | Primary δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. |
| 294 | Primary ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο |
| 295 | Primary ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, |
| 296 | Primary καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, |
| 297 | Primary θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή. |
| 298 | Primary καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, |
| 299 | Primary ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, |
| 300 | Primary Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, |
| 301 | Primary τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα· |
| 302 | Primary οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες |
| 303 | Primary ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε |
| 304 | Primary τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. |
| 305 | Primary τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν |
| 306 | Primary εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, |
| 307 | Primary καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην, |
| 308 | Primary Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην, |
| 309 | Primary οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα |
| 310 | Primary καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· |
| 311 | Primary ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν |
| 312 | Primary εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. |
| 313 | Primary οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ |
| 314 | Primary φυλόπιδα στήσειν πολυάικος πολέμοιο. |
| 315 | Primary Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ |
| 316 | Primary Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. |
| 317 | Primary καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο· |
| 318 | Primary ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, |
| 319 | Primary ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους |
| 320 | Primary ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ. |
| 321 | Primary Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, |
| 322 | Primary κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς |
| 323 | Primary ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων |
| 324 | Primary ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα |
| 325 | Primary Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν. |
| 326 | Primary Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην, |
| 327 | Primary ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. |
| 328 | Primary πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, |
| 329 | Primary ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας· |
| 330 | Primary πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη |
| 331 | Primary εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους |
| 332 | Primary ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει. |
| 333 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, |
| 334 | Primary κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. |
| 335 | Primary τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων. |
| 336 | Primary Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι |
| 337 | Primary εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας; |
| 338 | Primary ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς· |
| 339 | Primary τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα |
| 340 | Primary οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν |
| 341 | Primary κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται. |
| 342 | Primary τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, |
| 343 | Primary ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν· |
| 344 | Primary ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης |
| 345 | Primary μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε. |
| 346 | Primary Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε. |
| 347 | Primary τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· |
| 348 | Primary τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε |
| 349 | Primary ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω· |
| 350 | Primary ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων |
| 351 | Primary ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν |
| 352 | Primary δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει |
| 353 | Primary πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ. |
| 354 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 355 | Primary Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, |
| 356 | Primary εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν, |
| 357 | Primary πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε, |
| 358 | Primary καὶ κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη, |
| 359 | Primary πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι· |
| 360 | Primary καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην |
| 361 | Primary πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα. |
| 362 | Primary τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· |
| 363 | Primary ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες, |
| 364 | Primary ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς |
| 365 | Primary βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, |
| 366 | Primary ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο· |
| 367 | Primary σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί. |
| 368 | Primary μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας, |
| 369 | Primary πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά. |
| 370 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, |
| 371 | Primary εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ |
| 372 | Primary Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον. |
| 373 | Primary νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη |
| 374 | Primary εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα. |
| 375 | Primary καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ |
| 376 | Primary τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι. |
| 377 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 378 | Primary Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, |
| 379 | Primary ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου· |
| 380 | Primary εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε |
| 381 | Primary τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν, |
| 382 | Primary κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο, |
| 383 | Primary οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν, |
| 384 | Primary ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός. |
| 385 | Primary αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ |
| 386 | Primary ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, |
| 387 | Primary ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο |
| 388 | Primary ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ |
| 389 | Primary οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. |
| 390 | Primary ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν· |
| 391 | Primary κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, |
| 392 | Primary πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων· |
| 393 | Primary ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς, |
| 394 | Primary οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι. |
| 395 | Primary τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, |
| 396 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· |
| 397 | Primary Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, |
| 398 | Primary τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; |
| 399 | Primary ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν |
| 400 | Primary ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν; |
| 401 | Primary ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου |
| 402 | Primary βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά, |
| 403 | Primary ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν; |
| 404 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· |
| 405 | Primary διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, |
| 406 | Primary οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν |
| 407 | Primary ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν, |
| 408 | Primary οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου, |
| 409 | Primary ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε |
| 410 | Primary ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας, |
| 411 | Primary δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. |
| 412 | Primary ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι |
| 413 | Primary νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες, |
| 414 | Primary οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο |
| 415 | Primary ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ. |
| 416 | Primary ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, |
| 417 | Primary μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ· |
| 418 | Primary ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, |
| 419 | Primary ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας |
| 420 | Primary κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. |
| 421 | Primary οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός, |
| 422 | Primary Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις |
| 423 | Primary ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων |
| 424 | Primary βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις |
| 425 | Primary νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο |
| 426 | Primary χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι. |
| 427 | Primary ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός, |
| 428 | Primary ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται· |
| 429 | Primary οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές, |
| 430 | Primary κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε |
| 431 | Primary ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν |
| 432 | Primary οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα |
| 433 | Primary οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω |
| 434 | Primary θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν. |
| 435 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 436 | Primary ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς |
| 437 | Primary ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς |
| 438 | Primary ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί, |
| 439 | Primary σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι. |
| 440 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· |
| 441 | Primary τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι· |
| 442 | Primary μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς, |
| 443 | Primary ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι. |
| 444 | Primary ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός· |
| 445 | Primary λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε |
| 446 | Primary κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. |
| 447 | Primary ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς |
| 448 | Primary ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ |
| 449 | Primary νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ, |
| 450 | Primary ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών, |
| 451 | Primary καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν. |
| 452 | Primary ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις |
| 453 | Primary ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν. |
| 454 | Primary ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· |
| 455 | Primary κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν |
| 456 | Primary νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν. |
| 457 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, |
| 458 | Primary εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο, |
| 459 | Primary ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι, |
| 460 | Primary ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ· |
| 461 | Primary οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης. |
| 462 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 463 | Primary Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα, |
| 464 | Primary ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. |
| 465 | Primary νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν |
| 466 | Primary ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες· |
| 467 | Primary ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος |
| 468 | Primary καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο |
| 469 | Primary Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε |
| 470 | Primary τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. |
| 471 | Primary ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο |
| 472 | Primary καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· |
| 473 | Primary διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, |
| 474 | Primary σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; |
| 475 | Primary πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ |
| 476 | Primary ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων; |
| 477 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 478 | Primary ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, |
| 479 | Primary ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν |
| 480 | Primary εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην· |
| 481 | Primary οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς |
| 482 | Primary γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ, |
| 483 | Primary οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω. |
| 484 | Primary πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν |
| 485 | Primary Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν |
| 486 | Primary ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ. |
| 487 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· |
| 488 | Primary μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ. |
| 489 | Primary βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, |
| 490 | Primary ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, |
| 491 | Primary ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. |
| 492 | Primary ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες, |
| 493 | Primary ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί. |
| 494 | Primary εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι, |
| 495 | Primary ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν, |
| 496 | Primary ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε, |
| 497 | Primary οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε. |
| 498 | Primary οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο, |
| 499 | Primary τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ |
| 500 | Primary πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν· |
| 501 | Primary εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ· |
| 502 | Primary τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, |
| 503 | Primary οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς. |
| 504 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 505 | Primary ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, |
| 506 | Primary αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο |
| 507 | Primary πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις· |
| 508 | Primary αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης |
| 509 | Primary ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς. |
| 510 | Primary ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, |
| 511 | Primary αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων· |
| 512 | Primary Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω. |
| 513 | Primary αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ, |
| 514 | Primary οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ, |
| 515 | Primary ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων, |
| 516 | Primary πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι. |
| 517 | Primary πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, |
| 518 | Primary ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, |
| 519 | Primary ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, |
| 520 | Primary ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι |
| 521 | Primary Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. |
| 522 | Primary κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. |
| 523 | Primary αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός, |
| 524 | Primary Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο, |
| 525 | Primary ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι, |
| 526 | Primary ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες |
| 527 | Primary δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου· |
| 528 | Primary κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν |
| 529 | Primary οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν |
| 530 | Primary δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν |
| 531 | Primary ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην |
| 532 | Primary καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα. |
| 533 | Primary ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, |
| 534 | Primary μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν |
| 535 | Primary ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ |
| 536 | Primary οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ |
| 537 | Primary γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης. |
| 538 | Primary ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο |
| 539 | Primary φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα, |
| 540 | Primary γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι. |
| 541 | Primary αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων |
| 542 | Primary ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη. |
| 543 | Primary οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο |
| 544 | Primary νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, |
| 545 | Primary τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ |
| 546 | Primary τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ. |
| 547 | Primary παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη. |
| 548 | Primary ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ· |
| 549 | Primary τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν, |
| 550 | Primary Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο |
| 551 | Primary τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. |
| 552 | Primary τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· |
| 553 | Primary Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες |
| 554 | Primary οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων |
| 555 | Primary οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι, |
| 556 | Primary τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ |
| 557 | Primary ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο |
| 558 | Primary ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος |
| 559 | Primary αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων |
| 560 | Primary ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν. |
| 561 | Primary ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς |
| 562 | Primary ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν. |
| 563 | Primary ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας |
| 564 | Primary ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων. |
| 565 | Primary ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· |
| 566 | Primary ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι |
| 567 | Primary τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων. |
| 568 | Primary ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν, |
| 569 | Primary χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, |
| 570 | Primary ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, |
| 571 | Primary ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ. |
| 572 | Primary τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα |
| 573 | Primary θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, |
| 574 | Primary τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι |
| 575 | Primary χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές. |
| 576 | Primary καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν, |
| 577 | Primary κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, |
| 578 | Primary γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, |
| 579 | Primary δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί· |
| 580 | Primary Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν, |
| 581 | Primary Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος. |
| 582 | Primary καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα |
| 583 | Primary ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ· |
| 584 | Primary στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι· |
| 585 | Primary ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων, |
| 586 | Primary τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ |
| 587 | Primary γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων. |
| 588 | Primary δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν, |
| 589 | Primary ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι |
| 590 | Primary συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι· |
| 591 | Primary τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, |
| 592 | Primary τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα. |
| 593 | Primary καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα |
| 594 | Primary λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. |
| 595 | Primary ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε |
| 596 | Primary λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι |
| 597 | Primary ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς· |
| 598 | Primary αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. |
| 599 | Primary αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς |
| 600 | Primary ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει. |
| 601 | Primary τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην, |
| 602 | Primary εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι |
| 603 | Primary τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην, |
| 604 | Primary παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου. |
| 605 | Primary ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς, |
| 606 | Primary πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς, |
| 607 | Primary γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν, |
| 608 | Primary δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς. |
| 609 | Primary σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ |
| 610 | Primary χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, |
| 611 | Primary ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες, |
| 612 | Primary ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε. |
| 613 | Primary μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο, |
| 614 | Primary ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ. |
| 615 | Primary ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν, |
| 616 | Primary καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· |
| 617 | Primary διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, |
| 618 | Primary ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις, |
| 619 | Primary ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο. |
| 620 | Primary Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν |
| 621 | Primary εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ |
| 622 | Primary δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους. |
| 623 | Primary καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον |
| 624 | Primary φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον· |
| 625 | Primary τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο· |
| 626 | Primary Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη. |
| 627 | Primary ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω, |
| 628 | Primary αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι |
| 629 | Primary ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο. |
| 630 | Primary καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, |
| 631 | Primary Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα· |
| 632 | Primary ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν |
| 633 | Primary ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, |
| 634 | Primary μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου |
| 635 | Primary ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια. |
| 636 | Primary αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους |
| 637 | Primary αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. |
| 638 | Primary οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. |
| 639 | Primary τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο, |
| 640 | Primary πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος. |