Reader
Reader | Odyssey, Book 12
Odyssey
Homer
Text
Position
Line 1 of 453
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο |
| 2 | Primary νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο |
| 3 | Primary νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης |
| 4 | Primary οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο, |
| 5 | Primary νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, |
| 6 | Primary ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· |
| 7 | Primary ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. |
| 8 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 9 | Primary δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης |
| 10 | Primary οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα. |
| 11 | Primary φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή, |
| 12 | Primary θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. |
| 13 | Primary αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ, |
| 14 | Primary τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες |
| 15 | Primary πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν. |
| 16 | Primary ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην |
| 17 | Primary ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα |
| 18 | Primary ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ |
| 19 | Primary σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. |
| 20 | Primary ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων· |
| 21 | Primary σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο, |
| 22 | Primary δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι. |
| 23 | Primary ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον |
| 24 | Primary αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι |
| 25 | Primary πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα |
| 26 | Primary σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ |
| 27 | Primary ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες. |
| 28 | Primary ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. |
| 29 | Primary ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα |
| 30 | Primary ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· |
| 31 | Primary ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, |
| 32 | Primary οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός, |
| 33 | Primary ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων |
| 34 | Primary εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα· |
| 35 | Primary αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα. |
| 36 | Primary καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη· |
| 37 | Primary ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον, |
| 38 | Primary ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός. |
| 39 | Primary Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας |
| 40 | Primary ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται. |
| 41 | Primary ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ |
| 42 | Primary Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα |
| 43 | Primary οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται, |
| 44 | Primary ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ |
| 45 | Primary ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς |
| 46 | Primary ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι. |
| 47 | Primary ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων |
| 48 | Primary κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ |
| 49 | Primary τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα, |
| 50 | Primary δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε |
| 51 | Primary ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω, |
| 52 | Primary ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν. |
| 53 | Primary εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, |
| 54 | Primary οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων. |
| 55 | Primary αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι, |
| 56 | Primary ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω, |
| 57 | Primary ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς |
| 58 | Primary θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν. |
| 59 | Primary ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς |
| 60 | Primary κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης· |
| 61 | Primary Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι. |
| 62 | Primary τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι |
| 63 | Primary τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν, |
| 64 | Primary ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη· |
| 65 | Primary ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. |
| 66 | Primary τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται, |
| 67 | Primary ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν |
| 68 | Primary κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι. |
| 69 | Primary οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, |
| 70 | Primary Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα. |
| 71 | Primary καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, |
| 72 | Primary ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων. |
| 73 | Primary οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει |
| 74 | Primary ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε |
| 75 | Primary κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη |
| 76 | Primary κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ. |
| 77 | Primary οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη, |
| 78 | Primary οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν· |
| 79 | Primary πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα. |
| 80 | Primary μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές, |
| 81 | Primary πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς |
| 82 | Primary νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ. |
| 83 | Primary οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ |
| 84 | Primary τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο. |
| 85 | Primary ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα. |
| 86 | Primary τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς |
| 87 | Primary γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν |
| 88 | Primary γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν. |
| 89 | Primary τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, |
| 90 | Primary ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ |
| 91 | Primary σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες |
| 92 | Primary πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο. |
| 93 | Primary μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν, |
| 94 | Primary ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου, |
| 95 | Primary αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα, |
| 96 | Primary δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι |
| 97 | Primary κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη. |
| 98 | Primary τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται |
| 99 | Primary παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ |
| 100 | Primary φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο. |
| 101 | Primary τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ. |
| 102 | Primary πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας. |
| 103 | Primary τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς· |
| 104 | Primary τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ. |
| 105 | Primary τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ |
| 106 | Primary δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν· |
| 107 | Primary οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων. |
| 108 | Primary ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα |
| 109 | Primary νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν |
| 110 | Primary ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας. |
| 111 | Primary ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· |
| 112 | Primary εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες, |
| 113 | Primary εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν, |
| 114 | Primary τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους. |
| 115 | Primary ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· |
| 116 | Primary σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε |
| 117 | Primary καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν; |
| 118 | Primary ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι, |
| 119 | Primary δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν· |
| 120 | Primary οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς. |
| 121 | Primary ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ, |
| 122 | Primary δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι |
| 123 | Primary τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται. |
| 124 | Primary ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, |
| 125 | Primary μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν· |
| 126 | Primary ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι. |
| 127 | Primary Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ |
| 128 | Primary βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα, |
| 129 | Primary ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά, |
| 130 | Primary πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν, |
| 131 | Primary οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν, |
| 132 | Primary νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε, |
| 133 | Primary ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα. |
| 134 | Primary τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ |
| 135 | Primary Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν, |
| 136 | Primary μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς. |
| 137 | Primary τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, |
| 138 | Primary ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· |
| 139 | Primary εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, |
| 140 | Primary νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, |
| 141 | Primary ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους. |
| 142 | Primary ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. |
| 143 | Primary ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων· |
| 144 | Primary αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους |
| 145 | Primary αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· |
| 146 | Primary οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. |
| 147 | Primary ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. |
| 148 | Primary ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο |
| 149 | Primary ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, |
| 150 | Primary Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. |
| 151 | Primary αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα |
| 152 | Primary ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. |
| 153 | Primary δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· |
| 154 | Primary ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους |
| 155 | Primary θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων· |
| 156 | Primary ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν |
| 157 | Primary ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν. |
| 158 | Primary Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων |
| 159 | Primary φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα. |
| 160 | Primary οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ |
| 161 | Primary δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω, |
| 162 | Primary ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω. |
| 163 | Primary εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω, |
| 164 | Primary ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν. |
| 165 | Primary ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον· |
| 166 | Primary τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς |
| 167 | Primary νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων. |
| 168 | Primary αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη |
| 169 | Primary ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων. |
| 170 | Primary ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο |
| 171 | Primary καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ |
| 172 | Primary ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν. |
| 173 | Primary αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ |
| 174 | Primary τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον· |
| 175 | Primary αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς |
| 176 | Primary Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος· |
| 177 | Primary ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα. |
| 178 | Primary οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε |
| 179 | Primary ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον· |
| 180 | Primary αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. |
| 181 | Primary ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας, |
| 182 | Primary ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς |
| 183 | Primary ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν· |
| 184 | Primary δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, |
| 185 | Primary νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς. |
| 186 | Primary οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ, |
| 187 | Primary πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι, |
| 188 | Primary ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. |
| 189 | Primary ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ |
| 190 | Primary Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, |
| 191 | Primary ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. |
| 192 | Primary ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ |
| 193 | Primary ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους |
| 194 | Primary ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον. |
| 195 | Primary αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε |
| 196 | Primary πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον. |
| 197 | Primary αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα |
| 198 | Primary φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς, |
| 199 | Primary αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, |
| 200 | Primary ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν. |
| 201 | Primary ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα |
| 202 | Primary καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα. |
| 203 | Primary τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά, |
| 204 | Primary βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ |
| 205 | Primary νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον. |
| 206 | Primary αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους |
| 207 | Primary μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· |
| 208 | Primary ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν· |
| 209 | Primary οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ |
| 210 | Primary εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν· |
| 211 | Primary ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε, |
| 212 | Primary ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω. |
| 213 | Primary νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. |
| 214 | Primary ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν |
| 215 | Primary τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς |
| 216 | Primary δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι· |
| 217 | Primary σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ |
| 218 | Primary βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς. |
| 219 | Primary τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε |
| 220 | Primary νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι |
| 221 | Primary κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα. |
| 222 | Primary ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. |
| 223 | Primary Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην, |
| 224 | Primary μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι |
| 225 | Primary εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς. |
| 226 | Primary καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς |
| 227 | Primary λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι· |
| 228 | Primary αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε |
| 229 | Primary μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον |
| 230 | Primary πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι |
| 231 | Primary Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν. |
| 232 | Primary οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε |
| 233 | Primary πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. |
| 234 | Primary ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες· |
| 235 | Primary ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις |
| 236 | Primary δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. |
| 237 | Primary ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ |
| 238 | Primary πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη |
| 239 | Primary ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν· |
| 240 | Primary ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, |
| 241 | Primary πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη |
| 242 | Primary δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε |
| 243 | Primary ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει. |
| 244 | Primary ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον· |
| 245 | Primary τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους |
| 246 | Primary ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν. |
| 247 | Primary σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους |
| 248 | Primary ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν |
| 249 | Primary ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες |
| 250 | Primary ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ. |
| 251 | Primary ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ |
| 252 | Primary ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων |
| 253 | Primary ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, |
| 254 | Primary ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε, |
| 255 | Primary ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας· |
| 256 | Primary αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας |
| 257 | Primary χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι· |
| 258 | Primary οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι |
| 259 | Primary πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. |
| 260 | Primary αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν |
| 261 | Primary Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον |
| 262 | Primary ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, |
| 263 | Primary πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο. |
| 264 | Primary δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ |
| 265 | Primary μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων |
| 266 | Primary οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ |
| 267 | Primary μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο, |
| 268 | Primary Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε |
| 269 | Primary νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. |
| 270 | Primary δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· |
| 271 | Primary κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι, |
| 272 | Primary ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο |
| 273 | Primary Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε |
| 274 | Primary νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· |
| 275 | Primary ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. |
| 276 | Primary ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν. |
| 277 | Primary ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ. |
| 278 | Primary αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ· |
| 279 | Primary σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα |
| 280 | Primary κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται, |
| 281 | Primary ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ |
| 282 | Primary οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε |
| 283 | Primary νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον, |
| 284 | Primary ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας |
| 285 | Primary νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ. |
| 286 | Primary ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν, |
| 287 | Primary γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον, |
| 288 | Primary ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα, |
| 289 | Primary ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα |
| 290 | Primary νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων. |
| 291 | Primary ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ |
| 292 | Primary δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες, |
| 293 | Primary ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ. |
| 294 | Primary ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. |
| 295 | Primary καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, |
| 296 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· |
| 297 | Primary Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα. |
| 298 | Primary ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον· |
| 299 | Primary εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν |
| 300 | Primary εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν |
| 301 | Primary ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι |
| 302 | Primary ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη. |
| 303 | Primary ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον. |
| 304 | Primary αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, |
| 305 | Primary στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα |
| 306 | Primary ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι |
| 307 | Primary νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο. |
| 308 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 309 | Primary μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους, |
| 310 | Primary οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα· |
| 311 | Primary κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος. |
| 312 | Primary ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, |
| 313 | Primary ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς |
| 314 | Primary λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε |
| 315 | Primary γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. |
| 316 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 317 | Primary νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες. |
| 318 | Primary ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι· |
| 319 | Primary καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον· |
| 320 | Primary ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε |
| 321 | Primary ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν· |
| 322 | Primary δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα, |
| 323 | Primary Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. |
| 324 | Primary ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. |
| 325 | Primary μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος |
| 326 | Primary γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. |
| 327 | Primary οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν, |
| 328 | Primary τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο. |
| 329 | Primary ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, |
| 330 | Primary καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ, |
| 331 | Primary ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο, |
| 332 | Primary γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός· |
| 333 | Primary δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν |
| 334 | Primary εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι. |
| 335 | Primary ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, |
| 336 | Primary χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο, |
| 337 | Primary ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν· |
| 338 | Primary οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. |
| 339 | Primary Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· |
| 340 | Primary κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι. |
| 341 | Primary πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, |
| 342 | Primary λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν. |
| 343 | Primary ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας |
| 344 | Primary ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. |
| 345 | Primary εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, |
| 346 | Primary αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν |
| 347 | Primary τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά. |
| 348 | Primary εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων |
| 349 | Primary νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, |
| 350 | Primary βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, |
| 351 | Primary ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. |
| 352 | Primary ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. |
| 353 | Primary αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας |
| 354 | Primary ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο |
| 355 | Primary βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι· |
| 356 | Primary τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, |
| 357 | Primary φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο· |
| 358 | Primary οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός. |
| 359 | Primary αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, |
| 360 | Primary μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν |
| 361 | Primary δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. |
| 362 | Primary οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν, |
| 363 | Primary ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα. |
| 364 | Primary αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, |
| 365 | Primary μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν. |
| 366 | Primary καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, |
| 367 | Primary βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. |
| 368 | Primary ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, |
| 369 | Primary καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή. |
| 370 | Primary οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν· |
| 371 | Primary Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, |
| 372 | Primary ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ. |
| 373 | Primary οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες. |
| 374 | Primary ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε |
| 375 | Primary Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς. |
| 376 | Primary αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ· |
| 377 | Primary Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, |
| 378 | Primary τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος, |
| 379 | Primary οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε |
| 380 | Primary χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, |
| 381 | Primary ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην. |
| 382 | Primary εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν, |
| 383 | Primary δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω. |
| 384 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
| 385 | Primary Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε |
| 386 | Primary καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· |
| 387 | Primary τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ |
| 388 | Primary τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ. |
| 389 | Primary ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο· |
| 390 | Primary ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι. |
| 391 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, |
| 392 | Primary νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος |
| 393 | Primary εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη. |
| 394 | Primary τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον· |
| 395 | Primary εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει, |
| 396 | Primary ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή. |
| 397 | Primary ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι |
| 398 | Primary δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας· |
| 399 | Primary ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, |
| 400 | Primary καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, |
| 401 | Primary ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ, |
| 402 | Primary ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες. |
| 403 | Primary ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη |
| 404 | Primary φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, |
| 405 | Primary δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων |
| 406 | Primary νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς. |
| 407 | Primary ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε |
| 408 | Primary κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων, |
| 409 | Primary ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα |
| 410 | Primary ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα |
| 411 | Primary εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ |
| 412 | Primary πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε |
| 413 | Primary πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς |
| 414 | Primary κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ. |
| 415 | Primary Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν· |
| 416 | Primary ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, |
| 417 | Primary ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι. |
| 418 | Primary οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν |
| 419 | Primary κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον. |
| 420 | Primary αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους |
| 421 | Primary λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα, |
| 422 | Primary ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ |
| 423 | Primary ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς· |
| 424 | Primary τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, |
| 425 | Primary ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. |
| 426 | Primary ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων, |
| 427 | Primary ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ, |
| 428 | Primary ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. |
| 429 | Primary παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι |
| 430 | Primary ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. |
| 431 | Primary ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· |
| 432 | Primary αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς, |
| 433 | Primary τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον |
| 434 | Primary οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι· |
| 435 | Primary ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι, |
| 436 | Primary μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. |
| 437 | Primary νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω |
| 438 | Primary ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον |
| 439 | Primary ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη |
| 440 | Primary κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, |
| 441 | Primary τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη. |
| 442 | Primary ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι, |
| 443 | Primary μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα, |
| 444 | Primary ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι. |
| 445 | Primary Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε |
| 446 | Primary εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον. |
| 447 | Primary ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ |
| 448 | Primary νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ |
| 449 | Primary ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, |
| 450 | Primary ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω; |
| 451 | Primary ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ |
| 452 | Primary σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν |
| 453 | Primary αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν. |