Reader
Reader | Odyssey, Book 13
Odyssey
Homer
Text
Position
Line 1 of 440
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, |
| 2 | Primary κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. |
| 3 | Primary τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· |
| 4 | Primary ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ, |
| 5 | Primary ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω |
| 6 | Primary ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας. |
| 7 | Primary ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, |
| 8 | Primary ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον |
| 9 | Primary αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ. |
| 10 | Primary εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ |
| 11 | Primary κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα |
| 12 | Primary δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν· |
| 13 | Primary ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα |
| 14 | Primary ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον |
| 15 | Primary τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι. |
| 16 | Primary ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος. |
| 17 | Primary οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, |
| 18 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 19 | Primary νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν. |
| 20 | Primary καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο, |
| 21 | Primary αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων |
| 22 | Primary βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς. |
| 23 | Primary οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον. |
| 24 | Primary τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο |
| 25 | Primary Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. |
| 26 | Primary μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα |
| 27 | Primary τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός, |
| 28 | Primary Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς |
| 29 | Primary πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, |
| 30 | Primary δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. |
| 31 | Primary ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ |
| 32 | Primary νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον· |
| 33 | Primary ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο |
| 34 | Primary δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι· |
| 35 | Primary ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. |
| 36 | Primary αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα, |
| 37 | Primary Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον· |
| 38 | Primary Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, |
| 39 | Primary πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί· |
| 40 | Primary ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, |
| 41 | Primary πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες |
| 42 | Primary ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν |
| 43 | Primary νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. |
| 44 | Primary ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας |
| 45 | Primary κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν |
| 46 | Primary παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη. |
| 47 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον |
| 48 | Primary πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. |
| 49 | Primary καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· |
| 50 | Primary Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον |
| 51 | Primary πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ |
| 52 | Primary τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν. |
| 53 | Primary ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, |
| 54 | Primary νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν |
| 55 | Primary ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, |
| 56 | Primary αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς, |
| 57 | Primary Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον, |
| 58 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 59 | Primary χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας |
| 60 | Primary ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται. |
| 61 | Primary αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ |
| 62 | Primary παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ. |
| 63 | Primary ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς, |
| 64 | Primary τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο, |
| 65 | Primary ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης· |
| 66 | Primary Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας, |
| 67 | Primary τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, |
| 68 | Primary τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν· |
| 69 | Primary ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν. |
| 70 | Primary αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, |
| 71 | Primary αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ |
| 72 | Primary δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν· |
| 73 | Primary κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε |
| 74 | Primary νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι, |
| 75 | Primary πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο |
| 76 | Primary σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι |
| 77 | Primary κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. |
| 78 | Primary εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ, |
| 79 | Primary καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε, |
| 80 | Primary νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. |
| 81 | Primary ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, |
| 82 | Primary πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, |
| 83 | Primary ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, |
| 84 | Primary ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε |
| 85 | Primary πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης. |
| 86 | Primary ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ |
| 87 | Primary κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν. |
| 88 | Primary ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν, |
| 89 | Primary ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα· |
| 90 | Primary ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν |
| 91 | Primary ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, |
| 92 | Primary δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει. |
| 93 | Primary εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα |
| 94 | Primary ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, |
| 95 | Primary τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. |
| 96 | Primary Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, |
| 97 | Primary ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ |
| 98 | Primary ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, |
| 99 | Primary αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα |
| 100 | Primary ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι |
| 101 | Primary νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται. |
| 102 | Primary αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, |
| 103 | Primary ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, |
| 104 | Primary ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται. |
| 105 | Primary ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν |
| 106 | Primary λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. |
| 107 | Primary ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι |
| 108 | Primary φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· |
| 109 | Primary ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν, |
| 110 | Primary αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, |
| 111 | Primary αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ |
| 112 | Primary ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν. |
| 113 | Primary ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα |
| 114 | Primary ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης, |
| 115 | Primary σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων· |
| 116 | Primary οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε |
| 117 | Primary πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν |
| 118 | Primary αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, |
| 119 | Primary κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ, |
| 120 | Primary ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ |
| 121 | Primary ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην. |
| 122 | Primary καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν |
| 123 | Primary ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων, |
| 124 | Primary πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο· |
| 125 | Primary αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων |
| 126 | Primary λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ |
| 127 | Primary πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν· |
| 128 | Primary Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι |
| 129 | Primary τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν, |
| 130 | Primary Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης. |
| 131 | Primary καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα |
| 132 | Primary οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων |
| 133 | Primary πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. |
| 134 | Primary οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες |
| 135 | Primary κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, |
| 136 | Primary χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν, |
| 137 | Primary πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, |
| 138 | Primary εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν. |
| 139 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς· |
| 140 | Primary ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες. |
| 141 | Primary οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη |
| 142 | Primary πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. |
| 143 | Primary ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων |
| 144 | Primary οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί. |
| 145 | Primary ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. |
| 146 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· |
| 147 | Primary αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις· |
| 148 | Primary ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω. |
| 149 | Primary νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα, |
| 150 | Primary ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ |
| 151 | Primary ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς |
| 152 | Primary ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. |
| 153 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· |
| 154 | Primary ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, |
| 155 | Primary ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται |
| 156 | Primary λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης |
| 157 | Primary νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες |
| 158 | Primary ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. |
| 159 | Primary αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, |
| 160 | Primary βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν. |
| 161 | Primary ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς |
| 162 | Primary ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων, |
| 163 | Primary ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε |
| 164 | Primary χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει. |
| 165 | Primary οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον |
| 166 | Primary Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. |
| 167 | Primary ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· |
| 168 | Primary ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ |
| 169 | Primary οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα. |
| 170 | Primary ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. |
| 171 | Primary τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν· |
| 172 | Primary ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει |
| 173 | Primary πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι |
| 174 | Primary ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. |
| 175 | Primary φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα, |
| 176 | Primary ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ |
| 177 | Primary ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. |
| 178 | Primary ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. |
| 179 | Primary ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· |
| 180 | Primary πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται |
| 181 | Primary ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους |
| 182 | Primary δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ, |
| 183 | Primary μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ. |
| 184 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους. |
| 185 | Primary ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι |
| 186 | Primary δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, |
| 187 | Primary ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς |
| 188 | Primary εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω, |
| 189 | Primary ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε |
| 190 | Primary Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν |
| 191 | Primary ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, |
| 192 | Primary μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, |
| 193 | Primary πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. |
| 194 | Primary τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι, |
| 195 | Primary ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι |
| 196 | Primary πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα. |
| 197 | Primary στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν· |
| 198 | Primary ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ |
| 199 | Primary χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· |
| 200 | Primary ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; |
| 201 | Primary ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, |
| 202 | Primary ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής; |
| 203 | Primary πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς |
| 204 | Primary πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν |
| 205 | Primary αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων |
| 206 | Primary ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι. |
| 207 | Primary νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ |
| 208 | Primary καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. |
| 209 | Primary ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι |
| 210 | Primary ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, |
| 211 | Primary οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο |
| 212 | Primary ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν. |
| 213 | Primary Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους |
| 214 | Primary ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ. |
| 215 | Primary ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι, |
| 216 | Primary μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες. |
| 217 | Primary ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας |
| 218 | Primary ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά. |
| 219 | Primary τῶν μὲν ἄρʼ ὀύ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν |
| 220 | Primary ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, |
| 221 | Primary πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, |
| 222 | Primary ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων, |
| 223 | Primary παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι, |
| 224 | Primary δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην· |
| 225 | Primary ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα. |
| 226 | Primary τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε, |
| 227 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 228 | Primary ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, |
| 229 | Primary χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, |
| 230 | Primary ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε |
| 231 | Primary εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω. |
| 232 | Primary καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· |
| 233 | Primary τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν; |
| 234 | Primary ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ |
| 235 | Primary κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο; |
| 236 | Primary τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 237 | Primary νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, |
| 238 | Primary εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην |
| 239 | Primary οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί, |
| 240 | Primary ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, |
| 241 | Primary ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. |
| 242 | Primary ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, |
| 243 | Primary οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται. |
| 244 | Primary ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος |
| 245 | Primary γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση· |
| 246 | Primary αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη |
| 247 | Primary παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι. |
| 248 | Primary τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει, |
| 249 | Primary τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης. |
| 250 | Primary ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, |
| 251 | Primary χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε |
| 252 | Primary Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο· |
| 253 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 254 | Primary οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον, |
| 255 | Primary αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· |
| 256 | Primary πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, |
| 257 | Primary τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς |
| 258 | Primary χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα |
| 259 | Primary φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος, |
| 260 | Primary Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ |
| 261 | Primary ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, |
| 262 | Primary οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης |
| 263 | Primary Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ, |
| 264 | Primary ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, |
| 265 | Primary οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον |
| 266 | Primary δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων. |
| 267 | Primary τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ |
| 268 | Primary ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· |
| 269 | Primary νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας |
| 270 | Primary ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. |
| 271 | Primary αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, |
| 272 | Primary αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς |
| 273 | Primary ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα· |
| 274 | Primary τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι |
| 275 | Primary ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. |
| 276 | Primary ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο |
| 277 | Primary πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι. |
| 278 | Primary κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. |
| 279 | Primary σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν |
| 280 | Primary δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι, |
| 281 | Primary ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες. |
| 282 | Primary ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, |
| 283 | Primary οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες |
| 284 | Primary κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην. |
| 285 | Primary οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες |
| 286 | Primary ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ. |
| 287 | Primary ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, |
| 288 | Primary χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ |
| 289 | Primary καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ· |
| 290 | Primary καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· |
| 291 | Primary κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι |
| 292 | Primary ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε. |
| 293 | Primary σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες, |
| 294 | Primary οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων |
| 295 | Primary μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν. |
| 296 | Primary ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω |
| 297 | Primary κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων |
| 298 | Primary βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι |
| 299 | Primary μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως |
| 300 | Primary Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ |
| 301 | Primary ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω, |
| 302 | Primary καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα, |
| 303 | Primary νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω |
| 304 | Primary χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ |
| 305 | Primary ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, |
| 306 | Primary εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι |
| 307 | Primary κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ, |
| 308 | Primary μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν, |
| 309 | Primary πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ |
| 310 | Primary πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν. |
| 311 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 312 | Primary ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι, |
| 313 | Primary καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις. |
| 314 | Primary τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα, |
| 315 | Primary ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. |
| 316 | Primary αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, |
| 317 | Primary βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, |
| 318 | Primary οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα |
| 319 | Primary νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις. |
| 320 | Primary ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ |
| 321 | Primary ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν· |
| 322 | Primary πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ |
| 323 | Primary θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή. |
| 324 | Primary νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω |
| 325 | Primary ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην |
| 326 | Primary γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω |
| 327 | Primary ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς— |
| 328 | Primary εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω. |
| 329 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· |
| 330 | Primary αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· |
| 331 | Primary τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, |
| 332 | Primary οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. |
| 333 | Primary ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν |
| 334 | Primary ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε· |
| 335 | Primary σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, |
| 336 | Primary πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως |
| 337 | Primary ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ |
| 338 | Primary φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. |
| 339 | Primary αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ |
| 340 | Primary ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους· |
| 341 | Primary ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι |
| 342 | Primary πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ, |
| 343 | Primary χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. |
| 344 | Primary ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς. |
| 345 | Primary Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος, |
| 346 | Primary ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη· |
| 347 | Primary ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, |
| 348 | Primary ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται· |
| 349 | Primary τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς |
| 350 | Primary ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας· |
| 351 | Primary τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ. |
| 352 | Primary ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών· |
| 353 | Primary γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς, |
| 354 | Primary χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν. |
| 355 | Primary αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών· |
| 356 | Primary νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε |
| 357 | Primary ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι |
| 358 | Primary χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ, |
| 359 | Primary αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη |
| 360 | Primary αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ. |
| 361 | Primary τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 362 | Primary θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. |
| 363 | Primary ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο |
| 364 | Primary θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ· |
| 365 | Primary αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. |
| 366 | Primary ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές, |
| 367 | Primary μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς |
| 368 | Primary ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν |
| 369 | Primary εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν. |
| 370 | Primary καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι |
| 371 | Primary Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο. |
| 372 | Primary τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης |
| 373 | Primary φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον. |
| 374 | Primary τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 375 | Primary διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, |
| 376 | Primary φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις, |
| 377 | Primary οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι, |
| 378 | Primary μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες· |
| 379 | Primary ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν |
| 380 | Primary πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, |
| 381 | Primary ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. |
| 382 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 383 | Primary ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο |
| 384 | Primary φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, |
| 385 | Primary εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες. |
| 386 | Primary ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς· |
| 387 | Primary πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα, |
| 388 | Primary οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα. |
| 389 | Primary αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι, |
| 390 | Primary καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην |
| 391 | Primary σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις. |
| 392 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· |
| 393 | Primary καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις, |
| 394 | Primary ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω |
| 395 | Primary αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας |
| 396 | Primary ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. |
| 397 | Primary ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι· |
| 398 | Primary κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, |
| 399 | Primary ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος |
| 400 | Primary ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα, |
| 401 | Primary κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε, |
| 402 | Primary ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς |
| 403 | Primary σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες. |
| 404 | Primary αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, |
| 405 | Primary ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε, |
| 406 | Primary παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν. |
| 407 | Primary δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται |
| 408 | Primary πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, |
| 409 | Primary ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ |
| 410 | Primary πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. |
| 411 | Primary ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι, |
| 412 | Primary ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα |
| 413 | Primary Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ· |
| 414 | Primary ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον |
| 415 | Primary ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης. |
| 416 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 417 | Primary τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα; |
| 418 | Primary ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ |
| 419 | Primary πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι; |
| 420 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· |
| 421 | Primary μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω. |
| 422 | Primary αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο |
| 423 | Primary κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος |
| 424 | Primary ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται. |
| 425 | Primary ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ, |
| 426 | Primary ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι· |
| 427 | Primary ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει |
| 428 | Primary ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. |
| 429 | Primary ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη. |
| 430 | Primary κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, |
| 431 | Primary ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα |
| 432 | Primary πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, |
| 433 | Primary κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε· |
| 434 | Primary ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα, |
| 435 | Primary ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· |
| 436 | Primary ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο, |
| 437 | Primary ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, |
| 438 | Primary πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. |
| 439 | Primary τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα |
| 440 | Primary ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος. |