Reader
Reader | Odyssey, Book 14
Odyssey
Homer
Text
Position
Line 1 of 534
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν |
| 2 | Primary χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη |
| 3 | Primary πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα |
| 4 | Primary κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς. |
| 5 | Primary τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ |
| 6 | Primary ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ, |
| 7 | Primary καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης |
| 8 | Primary αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος, |
| 9 | Primary νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, |
| 10 | Primary ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ· |
| 11 | Primary σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, |
| 12 | Primary πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας· |
| 13 | Primary ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει |
| 14 | Primary πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ |
| 15 | Primary πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο, |
| 16 | Primary θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον, |
| 17 | Primary πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες |
| 18 | Primary ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης |
| 19 | Primary αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων· |
| 20 | Primary οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. |
| 21 | Primary πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον |
| 22 | Primary τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν. |
| 23 | Primary αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, |
| 24 | Primary τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι |
| 25 | Primary ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν, |
| 26 | Primary οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε |
| 27 | Primary σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, |
| 28 | Primary ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. |
| 29 | Primary ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. |
| 30 | Primary οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς |
| 31 | Primary ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. |
| 32 | Primary ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος· |
| 33 | Primary ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν |
| 34 | Primary ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός. |
| 35 | Primary τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον |
| 36 | Primary πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα· |
| 37 | Primary ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο |
| 38 | Primary ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας. |
| 39 | Primary καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε· |
| 40 | Primary ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων |
| 41 | Primary ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω |
| 42 | Primary ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς |
| 43 | Primary πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε, |
| 44 | Primary εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. |
| 45 | Primary ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός, |
| 46 | Primary σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν, |
| 47 | Primary εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης. |
| 48 | Primary ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός, |
| 49 | Primary εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας, |
| 50 | Primary ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός, |
| 51 | Primary αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς |
| 52 | Primary ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 53 | Primary Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι |
| 54 | Primary ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο. |
| 55 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 56 | Primary ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, |
| 57 | Primary ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες |
| 58 | Primary ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε |
| 59 | Primary γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν |
| 60 | Primary αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες |
| 61 | Primary οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν, |
| 62 | Primary ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν, |
| 64 | Primary οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, |
| 63 | Primary οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν, |
| 65 | Primary ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ, |
| 66 | Primary ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω. |
| 67 | Primary τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα· |
| 68 | Primary ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι |
| 69 | Primary πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε· |
| 70 | Primary καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς |
| 71 | Primary Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. |
| 72 | Primary ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, |
| 73 | Primary βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων. |
| 74 | Primary ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, |
| 75 | Primary εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν. |
| 76 | Primary ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ |
| 77 | Primary θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν· |
| 78 | Primary ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, |
| 79 | Primary αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα· |
| 80 | Primary ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι, |
| 81 | Primary χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν, |
| 82 | Primary οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν. |
| 83 | Primary οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, |
| 84 | Primary ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων. |
| 85 | Primary καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης |
| 86 | Primary ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ, |
| 87 | Primary πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι, |
| 88 | Primary καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει. |
| 89 | Primary οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν, |
| 90 | Primary κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως |
| 91 | Primary μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι |
| 92 | Primary κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ. |
| 93 | Primary ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, |
| 94 | Primary οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω· |
| 95 | Primary οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες. |
| 96 | Primary ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση |
| 97 | Primary ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης |
| 98 | Primary οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν |
| 99 | Primary ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω. |
| 100 | Primary δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν, |
| 101 | Primary τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν |
| 102 | Primary βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες. |
| 103 | Primary ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα |
| 104 | Primary ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται. |
| 105 | Primary τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ, |
| 106 | Primary ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος. |
| 107 | Primary αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε, |
| 108 | Primary καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω. |
| 109 | Primary ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον |
| 110 | Primary ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν. |
| 111 | Primary αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, |
| 112 | Primary καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν, |
| 113 | Primary οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ, |
| 114 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 115 | Primary ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν, |
| 116 | Primary ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις; |
| 117 | Primary φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς. |
| 118 | Primary εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα. |
| 119 | Primary Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, |
| 120 | Primary εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην. |
| 121 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν· |
| 122 | Primary ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν |
| 123 | Primary ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν, |
| 124 | Primary ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται |
| 125 | Primary ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι. |
| 126 | Primary ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται, |
| 127 | Primary ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει· |
| 128 | Primary ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ, |
| 129 | Primary καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει, |
| 130 | Primary ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται. |
| 131 | Primary αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο. |
| 132 | Primary εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. |
| 133 | Primary τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ |
| 134 | Primary ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν· |
| 135 | Primary ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ |
| 136 | Primary κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ. |
| 137 | Primary ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω |
| 138 | Primary πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον |
| 139 | Primary ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω, |
| 140 | Primary οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι |
| 141 | Primary οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί. |
| 142 | Primary οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ |
| 143 | Primary ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ· |
| 144 | Primary ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο. |
| 145 | Primary τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν |
| 146 | Primary αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ· |
| 147 | Primary ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα. |
| 148 | Primary τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· |
| 149 | Primary ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα |
| 150 | Primary κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος· |
| 151 | Primary ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, |
| 152 | Primary ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω |
| 153 | Primary αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται· |
| 154 | Primary ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά· |
| 155 | Primary πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην. |
| 156 | Primary ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι |
| 157 | Primary γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει. |
| 158 | Primary ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, |
| 159 | Primary ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· |
| 160 | Primary ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. |
| 161 | Primary τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς. |
| 162 | Primary τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο, |
| 163 | Primary οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου |
| 164 | Primary ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν. |
| 165 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 166 | Primary ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω, |
| 167 | Primary οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος |
| 168 | Primary πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων |
| 169 | Primary μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν |
| 170 | Primary ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος. |
| 171 | Primary ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς |
| 172 | Primary ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια |
| 173 | Primary Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής. |
| 174 | Primary νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς, |
| 175 | Primary Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον, |
| 176 | Primary καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα |
| 177 | Primary πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν, |
| 178 | Primary τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας |
| 179 | Primary ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν |
| 180 | Primary ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ |
| 181 | Primary οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται |
| 182 | Primary νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο. |
| 183 | Primary ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ |
| 184 | Primary ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων. |
| 185 | Primary ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες |
| 186 | Primary καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· |
| 187 | Primary τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; |
| 188 | Primary ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται |
| 189 | Primary ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; |
| 190 | Primary οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι. |
| 191 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς |
| 192 | Primary τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. |
| 193 | Primary εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ |
| 194 | Primary ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι, |
| 195 | Primary δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν· |
| 196 | Primary ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα |
| 197 | Primary οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, |
| 198 | Primary ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. |
| 199 | Primary ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, |
| 200 | Primary ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι |
| 201 | Primary υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο |
| 202 | Primary γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ |
| 203 | Primary παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα |
| 204 | Primary Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι |
| 205 | Primary ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ |
| 206 | Primary ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν. |
| 207 | Primary ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι |
| 208 | Primary εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο |
| 209 | Primary παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, |
| 210 | Primary αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν. |
| 211 | Primary ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων |
| 212 | Primary εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα |
| 213 | Primary οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν |
| 214 | Primary ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα |
| 215 | Primary γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. |
| 216 | Primary ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη |
| 217 | Primary καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε |
| 218 | Primary ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, |
| 219 | Primary οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, |
| 220 | Primary ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον |
| 221 | Primary ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν. |
| 222 | Primary τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν |
| 223 | Primary οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα, |
| 224 | Primary ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν |
| 225 | Primary καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί, |
| 226 | Primary λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται. |
| 227 | Primary αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν· |
| 228 | Primary ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. |
| 229 | Primary πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν |
| 230 | Primary εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν |
| 231 | Primary ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά. |
| 232 | Primary τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω |
| 233 | Primary λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα |
| 234 | Primary δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην. |
| 235 | Primary ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς |
| 236 | Primary ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε, |
| 237 | Primary δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα |
| 238 | Primary νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος |
| 239 | Primary ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις. |
| 240 | Primary ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν, |
| 241 | Primary τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν |
| 242 | Primary οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς. |
| 243 | Primary αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς· |
| 244 | Primary μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν |
| 245 | Primary κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα |
| 246 | Primary Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι, |
| 247 | Primary νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν. |
| 248 | Primary ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός. |
| 249 | Primary ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι |
| 250 | Primary δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον |
| 251 | Primary θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι. |
| 252 | Primary ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης |
| 253 | Primary ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ |
| 254 | Primary ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι |
| 255 | Primary νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι |
| 256 | Primary ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. |
| 257 | Primary πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα, |
| 258 | Primary στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. |
| 259 | Primary ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους |
| 260 | Primary αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, |
| 261 | Primary ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι· |
| 262 | Primary οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, |
| 263 | Primary αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς |
| 264 | Primary πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, |
| 265 | Primary αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. |
| 266 | Primary οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν |
| 267 | Primary ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων |
| 268 | Primary χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος |
| 269 | Primary φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη |
| 270 | Primary μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. |
| 271 | Primary ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, |
| 272 | Primary τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. |
| 273 | Primary αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα |
| 274 | Primary ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν |
| 275 | Primary αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο— |
| 276 | Primary αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα |
| 277 | Primary καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός· |
| 278 | Primary αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων |
| 279 | Primary καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν, |
| 280 | Primary ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα. |
| 281 | Primary ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, |
| 282 | Primary ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην— |
| 283 | Primary ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν |
| 284 | Primary ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. |
| 285 | Primary ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα |
| 286 | Primary χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες. |
| 287 | Primary ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, |
| 288 | Primary δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, |
| 289 | Primary τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει· |
| 290 | Primary ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα |
| 291 | Primary Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο. |
| 292 | Primary ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν. |
| 293 | Primary ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο |
| 294 | Primary ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, |
| 295 | Primary ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο |
| 296 | Primary ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, |
| 297 | Primary κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο. |
| 298 | Primary τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ. |
| 299 | Primary ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, |
| 300 | Primary μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον. |
| 301 | Primary ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη |
| 302 | Primary φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, |
| 303 | Primary δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων |
| 304 | Primary νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς. |
| 305 | Primary Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν· |
| 306 | Primary ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, |
| 307 | Primary ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες. |
| 308 | Primary οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν |
| 309 | Primary κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον. |
| 310 | Primary αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, |
| 311 | Primary ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο |
| 312 | Primary ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι. |
| 313 | Primary τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν. |
| 314 | Primary ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ |
| 315 | Primary γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον. |
| 316 | Primary ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων |
| 317 | Primary ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν |
| 318 | Primary αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, |
| 319 | Primary χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός· |
| 320 | Primary ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν. |
| 321 | Primary ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε |
| 322 | Primary ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν, |
| 323 | Primary καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς, |
| 324 | Primary χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον. |
| 325 | Primary καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι· |
| 326 | Primary τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. |
| 327 | Primary τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο |
| 328 | Primary ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, |
| 329 | Primary ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον |
| 330 | Primary ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν. |
| 331 | Primary ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, |
| 332 | Primary νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, |
| 333 | Primary οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. |
| 334 | Primary ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς |
| 335 | Primary ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. |
| 336 | Primary ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ |
| 337 | Primary ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ |
| 338 | Primary ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην. |
| 339 | Primary ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, |
| 340 | Primary αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. |
| 341 | Primary ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν, |
| 342 | Primary ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα, |
| 343 | Primary ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι· |
| 344 | Primary ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο. |
| 345 | Primary ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ |
| 346 | Primary ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες |
| 347 | Primary ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο. |
| 348 | Primary αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ |
| 349 | Primary ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, |
| 350 | Primary ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ |
| 351 | Primary στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι |
| 352 | Primary νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων. |
| 353 | Primary ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, |
| 354 | Primary κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες |
| 355 | Primary φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι |
| 356 | Primary μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον |
| 357 | Primary νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ |
| 358 | Primary ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες |
| 359 | Primary ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι. |
| 360 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 361 | Primary ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας |
| 362 | Primary ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης. |
| 363 | Primary ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις |
| 364 | Primary εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα |
| 365 | Primary μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς |
| 366 | Primary νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι |
| 367 | Primary πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν |
| 368 | Primary ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε. |
| 369 | Primary τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, |
| 370 | Primary ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω |
| 371 | Primary νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο. |
| 372 | Primary αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε |
| 373 | Primary ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια |
| 374 | Primary ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ. |
| 375 | Primary ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν, |
| 376 | Primary ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος, |
| 377 | Primary ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες· |
| 378 | Primary ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι, |
| 379 | Primary ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ, |
| 380 | Primary ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς, |
| 381 | Primary ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον. |
| 382 | Primary φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι |
| 383 | Primary νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι· |
| 384 | Primary καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, |
| 385 | Primary πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι. |
| 386 | Primary καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων, |
| 387 | Primary μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε· |
| 388 | Primary οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω, |
| 389 | Primary ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων. |
| 390 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς |
| 391 | Primary ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, |
| 392 | Primary οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω. |
| 393 | Primary ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε |
| 394 | Primary μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν. |
| 395 | Primary εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα, |
| 396 | Primary ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι |
| 397 | Primary Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ· |
| 398 | Primary εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω, |
| 399 | Primary δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης, |
| 400 | Primary ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν. |
| 401 | Primary τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός· |
| 402 | Primary ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε |
| 403 | Primary εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα, |
| 404 | Primary ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, |
| 405 | Primary αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην· |
| 406 | Primary πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην. |
| 407 | Primary νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι |
| 408 | Primary εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον. |
| 409 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
| 410 | Primary ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί. |
| 411 | Primary τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι, |
| 412 | Primary κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων |
| 413 | Primary αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός· |
| 414 | Primary ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω |
| 415 | Primary τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν |
| 416 | Primary δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων· |
| 417 | Primary ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν. |
| 418 | Primary ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ, |
| 419 | Primary οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον. |
| 420 | Primary τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης |
| 421 | Primary λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· |
| 422 | Primary ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν |
| 423 | Primary ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν |
| 424 | Primary νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. |
| 425 | Primary κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων· |
| 426 | Primary τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν· |
| 427 | Primary αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης, |
| 428 | Primary πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν, |
| 429 | Primary καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ, |
| 430 | Primary μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, |
| 431 | Primary ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα, |
| 432 | Primary βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης |
| 433 | Primary ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη. |
| 434 | Primary καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων· |
| 435 | Primary τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, |
| 436 | Primary θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ· |
| 437 | Primary νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν |
| 438 | Primary ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος· |
| 439 | Primary καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς· |
| 440 | Primary αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο |
| 441 | Primary ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις. |
| 442 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 443 | Primary ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε, |
| 444 | Primary οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει, |
| 445 | Primary ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα. |
| 446 | Primary ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι, |
| 447 | Primary σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ |
| 448 | Primary ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ. |
| 449 | Primary σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης |
| 450 | Primary αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, |
| 451 | Primary νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος· |
| 452 | Primary πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν. |
| 453 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 454 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 455 | Primary σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον |
| 456 | Primary σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο. |
| 457 | Primary νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς |
| 458 | Primary πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. |
| 459 | Primary τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, |
| 460 | Primary εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων |
| 461 | Primary ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην· |
| 462 | Primary κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι, |
| 463 | Primary εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει |
| 464 | Primary ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι |
| 465 | Primary καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε, |
| 466 | Primary καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον. |
| 467 | Primary ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω. |
| 468 | Primary εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, |
| 469 | Primary ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. |
| 470 | Primary ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος, |
| 471 | Primary τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον. |
| 472 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, |
| 473 | Primary ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά, |
| 474 | Primary ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες |
| 475 | Primary κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, |
| 476 | Primary πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη, |
| 477 | Primary ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. |
| 478 | Primary ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, |
| 479 | Primary εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους· |
| 480 | Primary αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον |
| 481 | Primary ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης, |
| 482 | Primary ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν. |
| 483 | Primary ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, |
| 484 | Primary καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα |
| 485 | Primary ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε· |
| 486 | Primary διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, |
| 487 | Primary οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα |
| 488 | Primary δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων |
| 489 | Primary οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται. |
| 490 | Primary ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ, |
| 491 | Primary οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι· |
| 492 | Primary φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· |
| 493 | Primary σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ. |
| 494 | Primary ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· |
| 495 | Primary κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. |
| 496 | Primary λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη |
| 497 | Primary εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν, |
| 498 | Primary εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι. |
| 499 | Primary ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός, |
| 500 | Primary καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν, |
| 501 | Primary βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου |
| 502 | Primary κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς. |
| 503 | Primary ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη· |
| 504 | Primary δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, |
| 505 | Primary ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος· |
| 506 | Primary νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα. |
| 507 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 508 | Primary ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας, |
| 509 | Primary οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες· |
| 510 | Primary τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, |
| 511 | Primary ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα, |
| 512 | Primary νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. |
| 513 | Primary οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες |
| 514 | Primary ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ. |
| 515 | Primary αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, |
| 516 | Primary αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, |
| 517 | Primary πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει. |
| 518 | Primary ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς |
| 519 | Primary εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν. |
| 520 | Primary ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ |
| 521 | Primary πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς, |
| 522 | Primary ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο. |
| 523 | Primary ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν |
| 524 | Primary ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ |
| 525 | Primary ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι, |
| 526 | Primary ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς, |
| 527 | Primary ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος. |
| 528 | Primary πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις, |
| 529 | Primary ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν, |
| 530 | Primary ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο, |
| 531 | Primary εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν. |
| 532 | Primary βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες |
| 533 | Primary πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ. |