Reader
Reader | Odyssey, Book 15
Odyssey
Homer
Text
Position
Line 1 of 557
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη |
| 2 | Primary ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν |
| 3 | Primary νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι. |
| 4 | Primary εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν |
| 5 | Primary εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, |
| 6 | Primary ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ· |
| 7 | Primary Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ |
| 8 | Primary νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. |
| 9 | Primary ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· |
| 10 | Primary Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι, |
| 11 | Primary κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν |
| 12 | Primary οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι |
| 13 | Primary κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. |
| 14 | Primary ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον |
| 15 | Primary πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς. |
| 16 | Primary ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται |
| 17 | Primary Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας |
| 18 | Primary μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα· |
| 19 | Primary μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. |
| 20 | Primary οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός· |
| 21 | Primary κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ, |
| 22 | Primary παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο |
| 23 | Primary οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ. |
| 24 | Primary ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα |
| 25 | Primary δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι, |
| 26 | Primary εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν. |
| 27 | Primary ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ. |
| 28 | Primary μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν |
| 29 | Primary ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης. |
| 30 | Primary ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι. |
| 31 | Primary ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει |
| 32 | Primary ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. |
| 33 | Primary ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, |
| 34 | Primary νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν |
| 35 | Primary ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε. |
| 36 | Primary αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι, |
| 37 | Primary νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, |
| 38 | Primary αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, |
| 39 | Primary ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν. |
| 40 | Primary ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω |
| 41 | Primary ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, |
| 42 | Primary οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας. |
| 43 | Primary ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, |
| 44 | Primary αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν |
| 45 | Primary λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν· |
| 46 | Primary ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους |
| 47 | Primary ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο. |
| 48 | Primary τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· |
| 49 | Primary Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο |
| 50 | Primary νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς. |
| 51 | Primary ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ |
| 52 | Primary ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, |
| 53 | Primary καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ. |
| 54 | Primary τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα |
| 55 | Primary ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ. |
| 56 | Primary ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. |
| 57 | Primary ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, |
| 58 | Primary ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο. |
| 59 | Primary τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, |
| 60 | Primary σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα |
| 61 | Primary δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις |
| 62 | Primary ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα |
| 63 | Primary Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· |
| 64 | Primary Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, |
| 65 | Primary ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν· |
| 66 | Primary ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι. |
| 67 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· |
| 68 | Primary Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω |
| 69 | Primary ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ |
| 70 | Primary ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν, |
| 71 | Primary ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα. |
| 72 | Primary ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι |
| 73 | Primary ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει. |
| 74 | Primary χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. |
| 75 | Primary ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω |
| 76 | Primary καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ |
| 77 | Primary δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. |
| 78 | Primary ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, |
| 79 | Primary δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν. |
| 80 | Primary εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος, |
| 81 | Primary ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους, |
| 82 | Primary ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας |
| 83 | Primary αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, |
| 84 | Primary ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, |
| 85 | Primary ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον. |
| 86 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 87 | Primary Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, |
| 88 | Primary βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν |
| 89 | Primary οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν· |
| 90 | Primary μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι, |
| 91 | Primary ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται. |
| 92 | Primary αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος, |
| 93 | Primary αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε |
| 94 | Primary δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. |
| 95 | Primary ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς, |
| 96 | Primary ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ· |
| 97 | Primary τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος |
| 98 | Primary ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας. |
| 99 | Primary αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, |
| 100 | Primary οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης. |
| 101 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο, |
| 102 | Primary Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον, |
| 103 | Primary υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν |
| 104 | Primary ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν, |
| 105 | Primary ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή. |
| 106 | Primary τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν, |
| 107 | Primary ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, |
| 108 | Primary ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. |
| 109 | Primary βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο |
| 110 | Primary Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος· |
| 111 | Primary Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς, |
| 112 | Primary ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης. |
| 113 | Primary δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, |
| 114 | Primary δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι. |
| 115 | Primary δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ |
| 116 | Primary ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, |
| 117 | Primary ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως, |
| 118 | Primary Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε |
| 119 | Primary κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι. |
| 120 | Primary ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον |
| 121 | Primary ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν |
| 122 | Primary θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης, |
| 123 | Primary ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος |
| 124 | Primary πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 125 | Primary δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, |
| 126 | Primary μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην, |
| 127 | Primary σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ |
| 128 | Primary κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο |
| 129 | Primary οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. |
| 130 | Primary ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων. |
| 131 | Primary καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως |
| 132 | Primary δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ· |
| 133 | Primary τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος. |
| 134 | Primary ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε. |
| 135 | Primary χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα |
| 136 | Primary καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, |
| 137 | Primary νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. |
| 138 | Primary σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα· |
| 139 | Primary εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· |
| 140 | Primary πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας· |
| 141 | Primary οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο. |
| 142 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 143 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 144 | Primary δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς |
| 145 | Primary ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, |
| 146 | Primary ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. |
| 147 | Primary τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος, |
| 148 | Primary οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, |
| 149 | Primary ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην. |
| 150 | Primary στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα· |
| 151 | Primary χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν |
| 152 | Primary εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν, |
| 153 | Primary ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. |
| 154 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 155 | Primary καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις, |
| 156 | Primary πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς |
| 157 | Primary νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ, |
| 158 | Primary εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης |
| 159 | Primary ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά. |
| 160 | Primary ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, |
| 161 | Primary αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον, |
| 162 | Primary ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο |
| 163 | Primary ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν |
| 164 | Primary δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες |
| 165 | Primary γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. |
| 166 | Primary τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων· |
| 167 | Primary φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, |
| 168 | Primary ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ. |
| 169 | Primary ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος, |
| 170 | Primary ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας. |
| 171 | Primary τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον· |
| 172 | Primary κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ |
| 173 | Primary ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. |
| 174 | Primary ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ |
| 175 | Primary ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε, |
| 176 | Primary ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς |
| 177 | Primary οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη |
| 178 | Primary οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. |
| 179 | Primary τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 180 | Primary οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης· |
| 181 | Primary τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην. |
| 182 | Primary ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα |
| 183 | Primary ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες. |
| 184 | Primary οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. |
| 185 | Primary δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· |
| 186 | Primary ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, |
| 187 | Primary υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. |
| 188 | Primary ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. |
| 189 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 190 | Primary ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, |
| 191 | Primary ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· |
| 192 | Primary μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην. |
| 193 | Primary αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον· |
| 194 | Primary καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν· |
| 195 | Primary Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας |
| 196 | Primary μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι |
| 197 | Primary ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν· |
| 198 | Primary ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει. |
| 199 | Primary μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, |
| 200 | Primary μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ |
| 201 | Primary ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι. |
| 202 | Primary ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ, |
| 203 | Primary ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν. |
| 204 | Primary ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· |
| 205 | Primary στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης, |
| 206 | Primary νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα, |
| 207 | Primary ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε· |
| 208 | Primary καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· |
| 209 | Primary σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους, |
| 210 | Primary πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. |
| 211 | Primary εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· |
| 212 | Primary οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει, |
| 213 | Primary ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι |
| 214 | Primary ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης. |
| 215 | Primary ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους |
| 216 | Primary ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε. |
| 217 | Primary Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν· |
| 218 | Primary ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ, |
| 219 | Primary αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο. |
| 220 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, |
| 221 | Primary αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. |
| 222 | Primary ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ |
| 223 | Primary νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ |
| 224 | Primary τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, |
| 225 | Primary μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, |
| 226 | Primary ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, |
| 227 | Primary ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων· |
| 228 | Primary δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων |
| 229 | Primary Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων, |
| 230 | Primary ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν |
| 231 | Primary εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο |
| 232 | Primary δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων |
| 233 | Primary εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, |
| 234 | Primary τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς. |
| 235 | Primary ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους |
| 236 | Primary ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς |
| 237 | Primary ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα |
| 238 | Primary ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον, |
| 239 | Primary Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν |
| 240 | Primary ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν |
| 241 | Primary ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, |
| 242 | Primary γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ. |
| 243 | Primary Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, |
| 244 | Primary αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, |
| 245 | Primary ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων |
| 246 | Primary παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, |
| 247 | Primary ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. |
| 248 | Primary τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε. |
| 249 | Primary Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· |
| 250 | Primary ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς |
| 251 | Primary κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη· |
| 252 | Primary αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων |
| 253 | Primary θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος· |
| 254 | Primary ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, |
| 255 | Primary ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν. |
| 256 | Primary τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, |
| 257 | Primary ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν |
| 258 | Primary σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ, |
| 259 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 260 | Primary ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, |
| 261 | Primary λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα |
| 262 | Primary σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται, |
| 263 | Primary εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς· |
| 264 | Primary τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; |
| 265 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 266 | Primary τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. |
| 267 | Primary ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς, |
| 268 | Primary εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. |
| 269 | Primary τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν |
| 270 | Primary ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. |
| 271 | Primary τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· |
| 272 | Primary οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς |
| 273 | Primary ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε |
| 274 | Primary Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν. |
| 275 | Primary τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν |
| 276 | Primary φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι. |
| 277 | Primary ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα, |
| 278 | Primary μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω. |
| 279 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 280 | Primary οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης, |
| 281 | Primary ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν. |
| 282 | Primary ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, |
| 283 | Primary καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης· |
| 284 | Primary ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο. |
| 285 | Primary ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ |
| 286 | Primary εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. |
| 287 | Primary Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν |
| 288 | Primary ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο. |
| 289 | Primary ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης |
| 290 | Primary στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, |
| 291 | Primary ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. |
| 292 | Primary τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, |
| 293 | Primary λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα |
| 294 | Primary νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. |
| 295 | Primary βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. |
| 296 | Primary δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· |
| 297 | Primary ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ |
| 298 | Primary ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. |
| 299 | Primary ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν, |
| 300 | Primary ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ. |
| 301 | Primary τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς |
| 302 | Primary δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι. |
| 303 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 304 | Primary τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, |
| 305 | Primary ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι |
| 306 | Primary αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε· |
| 307 | Primary κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι· |
| 308 | Primary ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι |
| 309 | Primary πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. |
| 310 | Primary ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον |
| 311 | Primary ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ |
| 312 | Primary πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. |
| 313 | Primary καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο |
| 314 | Primary ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ, |
| 315 | Primary καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, |
| 316 | Primary εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες. |
| 317 | Primary αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν. |
| 318 | Primary ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· |
| 319 | Primary Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων |
| 320 | Primary ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, |
| 321 | Primary δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, |
| 322 | Primary πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι, |
| 323 | Primary δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, |
| 324 | Primary οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες. |
| 325 | Primary τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα· |
| 326 | Primary ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα |
| 327 | Primary ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι. |
| 328 | Primary εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, |
| 329 | Primary τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. |
| 330 | Primary οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, |
| 331 | Primary ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, |
| 332 | Primary αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, |
| 333 | Primary οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι |
| 334 | Primary σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν. |
| 335 | Primary ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι, |
| 336 | Primary οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν. |
| 337 | Primary αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, |
| 338 | Primary κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει, |
| 339 | Primary πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει. |
| 340 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· |
| 341 | Primary αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο |
| 342 | Primary ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. |
| 343 | Primary πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν· |
| 344 | Primary ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν |
| 345 | Primary ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος. |
| 346 | Primary νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναι τέ με κεῖνον ἄνωγας, |
| 347 | Primary εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο |
| 348 | Primary πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ, |
| 349 | Primary ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο, |
| 350 | Primary ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι. |
| 351 | Primary τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· |
| 352 | Primary τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. |
| 353 | Primary Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ |
| 354 | Primary θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν· |
| 355 | Primary ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο |
| 356 | Primary κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα |
| 357 | Primary ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν. |
| 358 | Primary ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο, |
| 359 | Primary λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε |
| 360 | Primary ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι. |
| 361 | Primary ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης, |
| 362 | Primary τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι, |
| 363 | Primary οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ, |
| 364 | Primary θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων· |
| 365 | Primary τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα. |
| 366 | Primary αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω, |
| 367 | Primary τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο, |
| 368 | Primary αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη |
| 369 | Primary καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα |
| 370 | Primary ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον. |
| 371 | Primary νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ |
| 372 | Primary ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω· |
| 373 | Primary τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα. |
| 374 | Primary ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι |
| 375 | Primary οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, |
| 376 | Primary ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν |
| 377 | Primary ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι |
| 378 | Primary καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι |
| 379 | Primary ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. |
| 380 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 381 | Primary ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα, |
| 382 | Primary πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. |
| 383 | Primary ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, |
| 384 | Primary ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, |
| 385 | Primary ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ, |
| 386 | Primary ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν |
| 387 | Primary ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν |
| 388 | Primary τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε. |
| 389 | Primary τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· |
| 390 | Primary ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, |
| 391 | Primary σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον |
| 392 | Primary ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, |
| 393 | Primary ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή, |
| 394 | Primary πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος. |
| 395 | Primary τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει, |
| 396 | Primary εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι |
| 397 | Primary δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. |
| 398 | Primary νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε |
| 399 | Primary κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, |
| 400 | Primary μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, |
| 401 | Primary ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ. |
| 402 | Primary τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. |
| 403 | Primary νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις, |
| 404 | Primary Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο, |
| 405 | Primary οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν, |
| 406 | Primary εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος. |
| 407 | Primary πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη |
| 408 | Primary νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν· |
| 409 | Primary ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων, |
| 410 | Primary ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν |
| 411 | Primary οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. |
| 412 | Primary ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται· |
| 413 | Primary τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε, |
| 414 | Primary Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν. |
| 415 | Primary ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες, |
| 416 | Primary τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ. |
| 417 | Primary ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ, |
| 418 | Primary καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα· |
| 419 | Primary τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον. |
| 420 | Primary πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ |
| 421 | Primary εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει |
| 422 | Primary θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν. |
| 423 | Primary εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι· |
| 424 | Primary ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ· |
| 425 | Primary ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι, |
| 426 | Primary κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο· |
| 427 | Primary ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες |
| 428 | Primary ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες |
| 429 | Primary τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε. |
| 430 | Primary τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη· |
| 431 | Primary ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο, |
| 432 | Primary ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ |
| 433 | Primary αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται. |
| 434 | Primary τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· |
| 435 | Primary εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται, |
| 436 | Primary ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν. |
| 437 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν. |
| 438 | Primary αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, |
| 439 | Primary τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· |
| 440 | Primary σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν |
| 441 | Primary ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ, |
| 442 | Primary ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι |
| 443 | Primary ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ |
| 444 | Primary δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον. |
| 445 | Primary ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων. |
| 446 | Primary ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται, |
| 447 | Primary ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω· |
| 448 | Primary οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ· |
| 449 | Primary καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην. |
| 450 | Primary παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, |
| 451 | Primary κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε· |
| 452 | Primary τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον |
| 453 | Primary ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους. |
| 454 | Primary ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά, |
| 455 | Primary οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες |
| 456 | Primary ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. |
| 457 | Primary ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι, |
| 458 | Primary καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί. |
| 459 | Primary ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς |
| 460 | Primary χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο. |
| 461 | Primary τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ |
| 462 | Primary χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο, |
| 463 | Primary ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ. |
| 464 | Primary ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει, |
| 465 | Primary ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε. |
| 466 | Primary εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας |
| 467 | Primary ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο. |
| 468 | Primary οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, |
| 469 | Primary ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ |
| 470 | Primary ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. |
| 471 | Primary δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί· |
| 472 | Primary ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες, |
| 473 | Primary ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς. |
| 474 | Primary οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, |
| 475 | Primary νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν. |
| 476 | Primary ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ· |
| 477 | Primary ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, |
| 478 | Primary τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα, |
| 479 | Primary ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ. |
| 480 | Primary καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι |
| 481 | Primary ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ· |
| 482 | Primary τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ, |
| 483 | Primary ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν. |
| 484 | Primary οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι. |
| 485 | Primary τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ· |
| 486 | Primary Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας |
| 487 | Primary ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ. |
| 488 | Primary ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε |
| 489 | Primary Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας |
| 490 | Primary ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε |
| 491 | Primary ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε |
| 492 | Primary πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω. |
| 493 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
| 494 | Primary καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα· |
| 495 | Primary αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου |
| 496 | Primary Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν |
| 497 | Primary καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς· |
| 498 | Primary ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· |
| 499 | Primary ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, |
| 500 | Primary δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον. |
| 501 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 502 | Primary τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· |
| 503 | Primary ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν, |
| 504 | Primary αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας· |
| 505 | Primary ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι. |
| 506 | Primary ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, |
| 507 | Primary δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. |
| 508 | Primary τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· |
| 509 | Primary πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι |
| 510 | Primary ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; |
| 511 | Primary ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο; |
| 512 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 513 | Primary ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην |
| 514 | Primary ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ |
| 515 | Primary χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ |
| 516 | Primary ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ |
| 517 | Primary φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει. |
| 518 | Primary ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, |
| 519 | Primary Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, |
| 520 | Primary τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι· |
| 521 | Primary καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα |
| 522 | Primary μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν. |
| 523 | Primary ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, |
| 524 | Primary εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. |
| 525 | Primary ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, |
| 526 | Primary κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι |
| 527 | Primary τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε |
| 528 | Primary μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. |
| 529 | Primary τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας |
| 530 | Primary ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 531 | Primary Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις |
| 532 | Primary ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα. |
| 533 | Primary ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο |
| 534 | Primary ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί. |
| 535 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 536 | Primary αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· |
| 537 | Primary τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα |
| 538 | Primary ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. |
| 539 | Primary ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· |
| 540 | Primary Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα |
| 541 | Primary πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο· |
| 542 | Primary καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν |
| 543 | Primary ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. |
| 544 | Primary τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα· |
| 545 | Primary Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, |
| 546 | Primary τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. |
| 547 | Primary ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους |
| 548 | Primary αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. |
| 549 | Primary οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. |
| 550 | Primary Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, |
| 551 | Primary εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ, |
| 552 | Primary νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. |
| 553 | Primary οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε |
| 554 | Primary Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· |
| 555 | Primary τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν, |
| 556 | Primary ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης |
| 557 | Primary ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς, |