Reader
Reader | Odyssey, Book 17
Odyssey
Homer
Text
Position
Line 1 of 606
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, |
| 2 | Primary δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα |
| 3 | Primary Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, |
| 4 | Primary εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, |
| 5 | Primary ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· |
| 6 | Primary ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ |
| 7 | Primary ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω |
| 8 | Primary κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, |
| 9 | Primary πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω. |
| 10 | Primary τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι |
| 11 | Primary δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι |
| 12 | Primary πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας |
| 13 | Primary ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ· |
| 14 | Primary ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ |
| 15 | Primary ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι. |
| 16 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 17 | Primary ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω· |
| 18 | Primary πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς |
| 19 | Primary δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν. |
| 20 | Primary οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, |
| 21 | Primary ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι. |
| 22 | Primary ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις, |
| 23 | Primary αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται. |
| 24 | Primary αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ |
| 25 | Primary στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι. |
| 26 | Primary ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει, |
| 27 | Primary κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν. |
| 28 | Primary αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας, |
| 29 | Primary ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, |
| 30 | Primary αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. |
| 31 | Primary τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, |
| 32 | Primary κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, |
| 33 | Primary δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι |
| 34 | Primary δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, |
| 35 | Primary καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. |
| 36 | Primary ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, |
| 37 | Primary Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ, |
| 38 | Primary ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα, |
| 39 | Primary κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, |
| 40 | Primary καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· |
| 41 | Primary ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε |
| 42 | Primary ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε |
| 43 | Primary λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν. |
| 44 | Primary ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. |
| 45 | Primary τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 46 | Primary μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ |
| 47 | Primary ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον· |
| 48 | Primary ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, |
| 49 | Primary εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν |
| 50 | Primary εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας |
| 51 | Primary ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. |
| 52 | Primary αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω |
| 53 | Primary ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι. |
| 54 | Primary τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, |
| 55 | Primary Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα |
| 56 | Primary ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. |
| 57 | Primary ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. |
| 58 | Primary ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, |
| 59 | Primary εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας |
| 60 | Primary ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. |
| 61 | Primary Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει |
| 62 | Primary ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. |
| 63 | Primary θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· |
| 64 | Primary τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. |
| 65 | Primary ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο |
| 66 | Primary ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. |
| 67 | Primary αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, |
| 68 | Primary ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, |
| 69 | Primary οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, |
| 70 | Primary ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. |
| 71 | Primary τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν |
| 72 | Primary ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν |
| 73 | Primary Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. |
| 74 | Primary τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· |
| 75 | Primary Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, |
| 76 | Primary ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε. |
| 77 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 78 | Primary Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. |
| 79 | Primary εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι |
| 80 | Primary λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, |
| 81 | Primary αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε· |
| 82 | Primary εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, |
| 83 | Primary δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. |
| 84 | Primary ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον. |
| 85 | Primary αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, |
| 86 | Primary χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, |
| 87 | Primary ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. |
| 88 | Primary τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, |
| 89 | Primary ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, |
| 90 | Primary ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. |
| 91 | Primary χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα |
| 92 | Primary καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, |
| 93 | Primary νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. |
| 94 | Primary σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, |
| 95 | Primary εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. |
| 96 | Primary μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο |
| 97 | Primary κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα. |
| 98 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον, |
| 99 | Primary αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, |
| 100 | Primary τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· |
| 101 | Primary Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα |
| 102 | Primary λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, |
| 103 | Primary αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς |
| 104 | Primary ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης, |
| 105 | Primary πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, |
| 106 | Primary νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας. |
| 107 | Primary τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 108 | Primary τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω. |
| 109 | Primary ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν· |
| 110 | Primary δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν |
| 111 | Primary ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν |
| 112 | Primary ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος |
| 113 | Primary ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν. |
| 114 | Primary αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν, |
| 115 | Primary ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι· |
| 116 | Primary ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον, |
| 117 | Primary ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν. |
| 118 | Primary ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ |
| 119 | Primary Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. |
| 120 | Primary εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος |
| 121 | Primary ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν· |
| 122 | Primary αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα· |
| 123 | Primary καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν· |
| 124 | Primary ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ |
| 125 | Primary ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες. |
| 126 | Primary ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος |
| 127 | Primary νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς |
| 128 | Primary κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα |
| 129 | Primary βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, |
| 130 | Primary ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, |
| 131 | Primary ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. |
| 132 | Primary αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, |
| 133 | Primary τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ |
| 134 | Primary ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, |
| 135 | Primary κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, |
| 136 | Primary τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· |
| 137 | Primary πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. |
| 138 | Primary ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε |
| 139 | Primary ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω, |
| 140 | Primary ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, |
| 141 | Primary τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. |
| 142 | Primary φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, |
| 143 | Primary νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ |
| 144 | Primary ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι. |
| 145 | Primary οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, |
| 146 | Primary οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης |
| 147 | Primary ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος. |
| 148 | Primary ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον |
| 149 | Primary ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. |
| 150 | Primary ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. |
| 151 | Primary τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· |
| 152 | Primary ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, |
| 153 | Primary ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· |
| 154 | Primary ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω· |
| 155 | Primary ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα |
| 156 | Primary ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, |
| 157 | Primary ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, |
| 158 | Primary ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, |
| 159 | Primary ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει· |
| 160 | Primary τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς |
| 161 | Primary ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν. |
| 162 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 163 | Primary αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· |
| 164 | Primary τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα |
| 165 | Primary ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. |
| 166 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
| 167 | Primary μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο |
| 168 | Primary δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, |
| 169 | Primary ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες. |
| 170 | Primary ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα |
| 171 | Primary πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ, |
| 172 | Primary καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα |
| 173 | Primary ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί· |
| 174 | Primary κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, |
| 175 | Primary ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· |
| 176 | Primary οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι. |
| 177 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ. |
| 178 | Primary αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, |
| 179 | Primary χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, |
| 180 | Primary οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, |
| 181 | Primary ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, |
| 182 | Primary δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε |
| 183 | Primary ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός. |
| 184 | Primary τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν· |
| 185 | Primary ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις |
| 186 | Primary σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε |
| 187 | Primary αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι· |
| 188 | Primary ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω |
| 189 | Primary νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί— |
| 190 | Primary ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα |
| 191 | Primary ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται. |
| 192 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 193 | Primary γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. |
| 194 | Primary ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε. |
| 195 | Primary δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν, |
| 196 | Primary σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν. |
| 197 | Primary ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, |
| 198 | Primary πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ· |
| 199 | Primary Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε. |
| 200 | Primary τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες |
| 201 | Primary ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα |
| 202 | Primary πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, |
| 203 | Primary σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο. |
| 204 | Primary ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν |
| 205 | Primary ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο |
| 206 | Primary τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, |
| 207 | Primary τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· |
| 208 | Primary ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, |
| 209 | Primary πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ |
| 210 | Primary ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο |
| 211 | Primary νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται· |
| 212 | Primary ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς |
| 213 | Primary αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, |
| 214 | Primary δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες. |
| 215 | Primary τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, |
| 216 | Primary ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος· |
| 217 | Primary νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, |
| 218 | Primary ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον. |
| 219 | Primary πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, |
| 220 | Primary πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα; |
| 221 | Primary ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους, |
| 222 | Primary αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας· |
| 223 | Primary τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι |
| 224 | Primary σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι, |
| 225 | Primary καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. |
| 226 | Primary ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει |
| 227 | Primary ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον |
| 228 | Primary βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον. |
| 229 | Primary ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· |
| 230 | Primary αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, |
| 231 | Primary πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων |
| 232 | Primary πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. |
| 233 | Primary ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν |
| 234 | Primary ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, |
| 235 | Primary ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς |
| 236 | Primary ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, |
| 237 | Primary ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας. |
| 238 | Primary ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης |
| 239 | Primary νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών· |
| 240 | Primary νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς |
| 241 | Primary ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ, |
| 242 | Primary ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ, |
| 243 | Primary ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· |
| 244 | Primary τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, |
| 245 | Primary τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ |
| 246 | Primary ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες. |
| 247 | Primary τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· |
| 248 | Primary ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς, |
| 249 | Primary τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης |
| 250 | Primary ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι. |
| 251 | Primary αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων |
| 252 | Primary σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, |
| 253 | Primary ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. |
| 254 | Primary ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, |
| 255 | Primary αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος. |
| 256 | Primary αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, |
| 257 | Primary ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα. |
| 258 | Primary τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, |
| 259 | Primary σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα |
| 260 | Primary ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς |
| 261 | Primary στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ |
| 262 | Primary φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν |
| 263 | Primary Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην· |
| 264 | Primary Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος, |
| 265 | Primary ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. |
| 266 | Primary ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ |
| 267 | Primary τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ |
| 268 | Primary δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. |
| 269 | Primary γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται |
| 270 | Primary ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ |
| 271 | Primary ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην. |
| 272 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 273 | Primary ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων. |
| 274 | Primary ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα. |
| 275 | Primary ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας, |
| 276 | Primary δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ· |
| 277 | Primary εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε· |
| 278 | Primary μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας |
| 279 | Primary ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα. |
| 280 | Primary τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· |
| 281 | Primary γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. |
| 282 | Primary ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ. |
| 283 | Primary οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων· |
| 284 | Primary τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα |
| 285 | Primary κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω· |
| 286 | Primary γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, |
| 287 | Primary οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι, |
| 288 | Primary τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται |
| 289 | Primary πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι. |
| 290 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· |
| 291 | Primary ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, |
| 292 | Primary Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς |
| 293 | Primary θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν |
| 294 | Primary ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες |
| 295 | Primary αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· |
| 296 | Primary δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος, |
| 297 | Primary ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων |
| 298 | Primary ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν |
| 299 | Primary δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες· |
| 300 | Primary ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων. |
| 301 | Primary δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, |
| 302 | Primary οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, |
| 303 | Primary ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος |
| 304 | Primary ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, |
| 305 | Primary ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· |
| 306 | Primary Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ. |
| 307 | Primary καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, |
| 308 | Primary εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, |
| 309 | Primary ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν |
| 310 | Primary γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες. |
| 311 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 312 | Primary καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. |
| 313 | Primary εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, |
| 314 | Primary οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, |
| 315 | Primary αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. |
| 316 | Primary οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης |
| 317 | Primary κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· |
| 318 | Primary νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης |
| 319 | Primary ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. |
| 320 | Primary δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες, |
| 321 | Primary οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· |
| 322 | Primary ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς |
| 323 | Primary ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν. |
| 324 | Primary ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας, |
| 325 | Primary βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς. |
| 326 | Primary Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο, |
| 327 | Primary αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. |
| 328 | Primary τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς |
| 329 | Primary ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα |
| 330 | Primary νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον |
| 331 | Primary κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ |
| 332 | Primary δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι· |
| 333 | Primary τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν |
| 334 | Primary ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ |
| 335 | Primary μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας. |
| 336 | Primary ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς, |
| 337 | Primary πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, |
| 338 | Primary σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο. |
| 339 | Primary ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων, |
| 340 | Primary κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων |
| 341 | Primary ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. |
| 342 | Primary Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην, |
| 343 | Primary ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο |
| 344 | Primary καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· |
| 345 | Primary δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε |
| 346 | Primary αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· |
| 347 | Primary αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι. |
| 348 | Primary ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν, |
| 349 | Primary ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε· |
| 350 | Primary Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει |
| 351 | Primary αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· |
| 352 | Primary αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ. |
| 353 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 354 | Primary Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι, |
| 355 | Primary καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ. |
| 356 | Primary ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν |
| 357 | Primary αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης, |
| 358 | Primary ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν· |
| 359 | Primary εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός. |
| 360 | Primary μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη, |
| 361 | Primary ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα |
| 362 | Primary ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, |
| 363 | Primary γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι· |
| 364 | Primary ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος. |
| 365 | Primary βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, |
| 366 | Primary πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. |
| 367 | Primary οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, |
| 368 | Primary ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. |
| 369 | Primary τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· |
| 370 | Primary κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, |
| 371 | Primary τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. |
| 372 | Primary ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, |
| 373 | Primary αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι. |
| 374 | Primary ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· |
| 375 | Primary ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε |
| 376 | Primary ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, |
| 377 | Primary πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; |
| 378 | Primary ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος |
| 379 | Primary ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας; |
| 380 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 381 | Primary Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· |
| 382 | Primary τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν |
| 383 | Primary ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι, |
| 384 | Primary μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, |
| 385 | Primary ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων; |
| 386 | Primary οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν· |
| 387 | Primary πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν. |
| 388 | Primary ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων |
| 389 | Primary δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε |
| 390 | Primary οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια |
| 391 | Primary ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής. |
| 392 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 393 | Primary σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν· |
| 394 | Primary Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ |
| 395 | Primary μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους. |
| 396 | Primary ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα· |
| 397 | Primary Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, |
| 398 | Primary ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι |
| 399 | Primary μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. |
| 400 | Primary δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε· |
| 401 | Primary μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον |
| 402 | Primary δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. |
| 403 | Primary ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· |
| 404 | Primary αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ. |
| 405 | Primary τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε· |
| 406 | Primary Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες. |
| 407 | Primary εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, |
| 408 | Primary καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι. |
| 409 | Primary ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης |
| 410 | Primary κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων· |
| 411 | Primary οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην |
| 412 | Primary σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς |
| 413 | Primary αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν· |
| 414 | Primary στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε· |
| 415 | Primary δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν |
| 416 | Primary ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. |
| 417 | Primary τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι |
| 418 | Primary σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν. |
| 419 | Primary καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον |
| 420 | Primary ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, |
| 421 | Primary τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· |
| 422 | Primary ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ |
| 423 | Primary οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. |
| 424 | Primary ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που— |
| 425 | Primary ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν |
| 426 | Primary Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην. |
| 427 | Primary στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. |
| 428 | Primary ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους |
| 429 | Primary αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, |
| 430 | Primary ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. |
| 431 | Primary οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, |
| 432 | Primary αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς |
| 433 | Primary πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, |
| 434 | Primary αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. |
| 435 | Primary οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν |
| 436 | Primary ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων |
| 437 | Primary χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος |
| 438 | Primary φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη |
| 439 | Primary στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. |
| 440 | Primary ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, |
| 441 | Primary τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. |
| 442 | Primary αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι, |
| 443 | Primary Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν· |
| 444 | Primary ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων. |
| 445 | Primary τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε· |
| 446 | Primary τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην; |
| 447 | Primary στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, |
| 448 | Primary μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι· |
| 449 | Primary ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. |
| 450 | Primary ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι |
| 451 | Primary μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς |
| 452 | Primary ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. |
| 453 | Primary τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς· |
| 454 | Primary ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν· |
| 455 | Primary οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, |
| 456 | Primary ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης |
| 457 | Primary σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν. |
| 458 | Primary ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, |
| 459 | Primary καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· |
| 460 | Primary νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω |
| 461 | Primary ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. |
| 462 | Primary ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, |
| 463 | Primary πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη |
| 464 | Primary ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, |
| 465 | Primary ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. |
| 466 | Primary ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην |
| 467 | Primary θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε· |
| 468 | Primary κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, |
| 469 | Primary ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. |
| 470 | Primary οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, |
| 471 | Primary ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι |
| 472 | Primary βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν· |
| 473 | Primary αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς, |
| 474 | Primary οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν. |
| 475 | Primary ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν, |
| 476 | Primary Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. |
| 477 | Primary τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· |
| 478 | Primary ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ, |
| 479 | Primary μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις, |
| 480 | Primary ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα. |
| 481 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν· |
| 482 | Primary ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· |
| 483 | Primary Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην, |
| 484 | Primary οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν. |
| 485 | Primary καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, |
| 486 | Primary παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, |
| 487 | Primary ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. |
| 488 | Primary ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων. |
| 489 | Primary Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε |
| 490 | Primary βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, |
| 491 | Primary ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. |
| 492 | Primary τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια |
| 493 | Primary βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν· |
| 494 | Primary αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων. |
| 495 | Primary τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· |
| 496 | Primary εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο· |
| 497 | Primary οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο. |
| 498 | Primary τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 499 | Primary μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· |
| 500 | Primary Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε. |
| 501 | Primary ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα |
| 502 | Primary ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει· |
| 503 | Primary ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε, |
| 504 | Primary οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον. |
| 505 | Primary ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν, |
| 506 | Primary ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς· |
| 507 | Primary ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν· |
| 508 | Primary ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι |
| 509 | Primary ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι |
| 510 | Primary εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται |
| 511 | Primary ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε. |
| 512 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα |
| 513 | Primary εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί· |
| 514 | Primary οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ. |
| 515 | Primary τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα |
| 516 | Primary ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς· |
| 517 | Primary ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. |
| 518 | Primary ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ |
| 519 | Primary ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι, |
| 520 | Primary τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ· |
| 521 | Primary ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. |
| 522 | Primary φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι, |
| 523 | Primary Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. |
| 524 | Primary ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων, |
| 525 | Primary προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, |
| 526 | Primary ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, |
| 527 | Primary ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε. |
| 528 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 529 | Primary ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ. |
| 530 | Primary οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων. |
| 531 | Primary ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων. |
| 532 | Primary αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ, |
| 533 | Primary σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν, |
| 534 | Primary οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, |
| 535 | Primary βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, |
| 536 | Primary εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον, |
| 537 | Primary μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, |
| 538 | Primary οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. |
| 539 | Primary εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, |
| 540 | Primary αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν. |
| 541 | Primary ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα |
| 542 | Primary σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια, |
| 543 | Primary αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· |
| 544 | Primary ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον. |
| 545 | Primary οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; |
| 546 | Primary τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο |
| 547 | Primary πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. |
| 548 | Primary ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· |
| 549 | Primary αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα, |
| 550 | Primary ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά. |
| 551 | Primary ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν· |
| 552 | Primary ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· |
| 553 | Primary ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, |
| 554 | Primary μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς |
| 555 | Primary ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ. |
| 556 | Primary εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα, |
| 557 | Primary ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα |
| 558 | Primary χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον |
| 559 | Primary γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι. |
| 560 | Primary τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· |
| 561 | Primary Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι |
| 562 | Primary κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· |
| 563 | Primary οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν. |
| 564 | Primary ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον, |
| 565 | Primary τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. |
| 566 | Primary καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα |
| 567 | Primary οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, |
| 568 | Primary οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος. |
| 569 | Primary τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι |
| 570 | Primary μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· |
| 571 | Primary καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, |
| 572 | Primary ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι |
| 573 | Primary λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα. |
| 574 | Primary ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε. |
| 575 | Primary τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· |
| 576 | Primary οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης; |
| 577 | Primary ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως |
| 578 | Primary αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης. |
| 579 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· |
| 580 | Primary μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος, |
| 581 | Primary ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. |
| 582 | Primary ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα. |
| 583 | Primary καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια, |
| 584 | Primary οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι. |
| 585 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 586 | Primary οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη· |
| 587 | Primary οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων |
| 588 | Primary ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. |
| 589 | Primary ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς |
| 590 | Primary μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα. |
| 591 | Primary αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα, |
| 592 | Primary ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· |
| 593 | Primary ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων, |
| 594 | Primary σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. |
| 595 | Primary αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ |
| 596 | Primary μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, |
| 597 | Primary τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι. |
| 598 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 599 | Primary ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας· |
| 600 | Primary ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά· |
| 601 | Primary αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει. |
| 602 | Primary ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου, |
| 603 | Primary πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος |
| 604 | Primary βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε, |
| 605 | Primary πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ |
| 606 | Primary τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ. |