Reader
Reader | Odyssey, Book 20
Odyssey
Homer
Text
Position
Line 1 of 394
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς· |
| 2 | Primary κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε |
| 3 | Primary κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί· |
| 4 | Primary Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. |
| 5 | Primary ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ |
| 6 | Primary κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες |
| 7 | Primary ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, |
| 8 | Primary ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι. |
| 9 | Primary τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· |
| 10 | Primary πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, |
| 11 | Primary ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, |
| 12 | Primary ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι |
| 13 | Primary ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει. |
| 14 | Primary ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα |
| 15 | Primary ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι, |
| 16 | Primary ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα· |
| 17 | Primary στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· |
| 18 | Primary τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης. |
| 19 | Primary ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ |
| 20 | Primary ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις |
| 21 | Primary ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι. |
| 22 | Primary ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ· |
| 23 | Primary τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα |
| 24 | Primary νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα. |
| 25 | Primary ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, |
| 26 | Primary ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα |
| 27 | Primary αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι, |
| 28 | Primary ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων |
| 29 | Primary ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει |
| 30 | Primary μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη |
| 31 | Primary οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί· |
| 32 | Primary στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε· |
| 33 | Primary τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν; |
| 34 | Primary οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ |
| 35 | Primary καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα. |
| 36 | Primary τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 37 | Primary ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες· |
| 38 | Primary ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, |
| 39 | Primary ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, |
| 40 | Primary μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι. |
| 41 | Primary πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω· |
| 42 | Primary εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι, |
| 43 | Primary πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα. |
| 44 | Primary τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· |
| 45 | Primary σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ, |
| 46 | Primary ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν· |
| 47 | Primary αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω |
| 48 | Primary ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν· |
| 49 | Primary εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων |
| 50 | Primary νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, |
| 51 | Primary καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα. |
| 52 | Primary ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν |
| 53 | Primary πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη. |
| 54 | Primary ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν, |
| 55 | Primary αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων. |
| 56 | Primary εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, |
| 57 | Primary λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα· |
| 58 | Primary κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν. |
| 59 | Primary αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν, |
| 60 | Primary Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν· |
| 61 | Primary Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη |
| 62 | Primary ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο |
| 63 | Primary αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα |
| 64 | Primary οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, |
| 65 | Primary ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. |
| 66 | Primary ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· |
| 67 | Primary τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο |
| 68 | Primary ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη |
| 69 | Primary τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· |
| 70 | Primary Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν |
| 71 | Primary εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, |
| 72 | Primary ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. |
| 73 | Primary εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, |
| 74 | Primary κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο— |
| 75 | Primary ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, |
| 76 | Primary μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων— |
| 77 | Primary τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο |
| 78 | Primary καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· |
| 79 | Primary ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, |
| 80 | Primary ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα |
| 81 | Primary ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην, |
| 82 | Primary μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα. |
| 83 | Primary ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις |
| 84 | Primary ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, |
| 85 | Primary νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων, |
| 86 | Primary ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ— |
| 87 | Primary αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων. |
| 88 | Primary τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ, |
| 89 | Primary τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ |
| 90 | Primary χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη. |
| 91 | Primary ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. |
| 92 | Primary τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς· |
| 93 | Primary μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν |
| 94 | Primary ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι. |
| 95 | Primary χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν, |
| 96 | Primary ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην |
| 97 | Primary θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών· |
| 98 | Primary Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν |
| 99 | Primary ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην, |
| 100 | Primary φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων |
| 101 | Primary ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω. |
| 102 | Primary ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς, |
| 103 | Primary αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, |
| 104 | Primary ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς. |
| 105 | Primary φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς |
| 106 | Primary πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν, |
| 107 | Primary τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες |
| 108 | Primary ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν. |
| 109 | Primary αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, |
| 110 | Primary ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο· |
| 111 | Primary ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι· |
| 112 | Primary Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, |
| 113 | Primary ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος, |
| 114 | Primary οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. |
| 115 | Primary κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω· |
| 116 | Primary μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε |
| 117 | Primary ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν, |
| 118 | Primary οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν |
| 119 | Primary ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν. |
| 120 | Primary ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς |
| 121 | Primary Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας. |
| 122 | Primary αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος |
| 123 | Primary ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ. |
| 124 | Primary Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, |
| 125 | Primary εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ· |
| 126 | Primary ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, |
| 127 | Primary εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ· |
| 128 | Primary στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε· |
| 129 | Primary μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ |
| 130 | Primary εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής; |
| 131 | Primary τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· |
| 132 | Primary ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων |
| 133 | Primary χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει. |
| 134 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· |
| 135 | Primary οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο. |
| 136 | Primary οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός, |
| 137 | Primary σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. |
| 138 | Primary ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, |
| 139 | Primary ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, |
| 140 | Primary αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, |
| 141 | Primary οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, |
| 142 | Primary ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν |
| 143 | Primary ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς. |
| 144 | Primary ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει |
| 145 | Primary ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. |
| 146 | Primary βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς. |
| 147 | Primary ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν, |
| 148 | Primary Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο· |
| 149 | Primary ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, |
| 150 | Primary ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας |
| 151 | Primary βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας |
| 152 | Primary πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας |
| 153 | Primary καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ |
| 154 | Primary ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι. |
| 155 | Primary οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, |
| 156 | Primary ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή. |
| 157 | Primary ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. |
| 158 | Primary αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον, |
| 159 | Primary αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο. |
| 160 | Primary ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα |
| 161 | Primary εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες |
| 162 | Primary ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης |
| 163 | Primary τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι. |
| 164 | Primary καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι, |
| 165 | Primary αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι· |
| 166 | Primary ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν, |
| 167 | Primary ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ; |
| 168 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς· |
| 169 | Primary αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην, |
| 170 | Primary ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται |
| 171 | Primary οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν. |
| 172 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
| 173 | Primary ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν. |
| 174 | Primary αἶγας ἄγων αἳ πᾶσι μετέρεπον αἰπολίοισι, |
| 175 | Primary δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες. |
| 176 | Primary καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, |
| 177 | Primary αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι· |
| 178 | Primary ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα |
| 179 | Primary ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε; |
| 180 | Primary πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω |
| 181 | Primary πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον |
| 182 | Primary αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν. |
| 183 | Primary ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς, |
| 184 | Primary ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. |
| 185 | Primary τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, |
| 186 | Primary βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας. |
| 187 | Primary πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους |
| 188 | Primary ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται. |
| 189 | Primary καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, |
| 190 | Primary αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς· |
| 191 | Primary τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα, |
| 192 | Primary ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι |
| 193 | Primary ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; |
| 194 | Primary δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι· |
| 195 | Primary ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, |
| 196 | Primary ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν. |
| 197 | Primary ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς, |
| 198 | Primary καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· |
| 199 | Primary χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω |
| 200 | Primary ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. |
| 201 | Primary Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· |
| 202 | Primary οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός, |
| 203 | Primary μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. |
| 204 | Primary ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε |
| 205 | Primary μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω |
| 206 | Primary τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι, |
| 207 | Primary εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. |
| 208 | Primary εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, |
| 209 | Primary ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν |
| 210 | Primary εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. |
| 211 | Primary νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως |
| 212 | Primary ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων· |
| 213 | Primary τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς |
| 214 | Primary ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν, |
| 215 | Primary οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη |
| 216 | Primary κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος. |
| 217 | Primary αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι |
| 218 | Primary πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος |
| 219 | Primary ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν, |
| 220 | Primary ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα |
| 221 | Primary βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. |
| 222 | Primary καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων |
| 223 | Primary ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται· |
| 224 | Primary ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν |
| 225 | Primary ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ. |
| 226 | Primary τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· |
| 227 | Primary βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, |
| 228 | Primary γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει, |
| 229 | Primary τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· |
| 230 | Primary ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα |
| 231 | Primary ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, |
| 232 | Primary ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς· |
| 233 | Primary σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα, |
| 234 | Primary κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν. |
| 235 | Primary τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· |
| 236 | Primary αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων· |
| 237 | Primary γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. |
| 238 | Primary ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι |
| 239 | Primary νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. |
| 240 | Primary ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, |
| 241 | Primary μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε |
| 242 | Primary ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις, |
| 243 | Primary αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν. |
| 244 | Primary τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· |
| 245 | Primary ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, |
| 246 | Primary Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός. |
| 247 | Primary ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. |
| 248 | Primary ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο |
| 249 | Primary χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, |
| 250 | Primary οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, |
| 251 | Primary ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· |
| 252 | Primary σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον |
| 253 | Primary κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. |
| 254 | Primary σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, |
| 255 | Primary καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. |
| 256 | Primary οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. |
| 257 | Primary Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, |
| 258 | Primary ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, |
| 259 | Primary δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· |
| 260 | Primary πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν |
| 261 | Primary ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν· |
| 262 | Primary ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων· |
| 263 | Primary κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω |
| 264 | Primary πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν |
| 265 | Primary οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος. |
| 266 | Primary ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς |
| 267 | Primary καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. |
| 268 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες |
| 269 | Primary Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. |
| 270 | Primary τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· |
| 271 | Primary καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, |
| 272 | Primary Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει. |
| 273 | Primary οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη |
| 274 | Primary παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν. |
| 275 | Primary ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων. |
| 276 | Primary κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην |
| 277 | Primary ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ |
| 278 | Primary ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος. |
| 279 | Primary οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, |
| 280 | Primary μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα· |
| 281 | Primary πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο |
| 282 | Primary ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει |
| 283 | Primary Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο. |
| 284 | Primary μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη |
| 285 | Primary λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον |
| 286 | Primary δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα. |
| 287 | Primary ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς, |
| 288 | Primary Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν· |
| 289 | Primary ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι |
| 290 | Primary μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. |
| 291 | Primary ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα· |
| 292 | Primary κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω· |
| 293 | Primary μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, |
| 294 | Primary ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον |
| 295 | Primary ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται. |
| 296 | Primary ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς |
| 297 | Primary ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ |
| 298 | Primary δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. |
| 299 | Primary ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ. |
| 300 | Primary κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς |
| 301 | Primary ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ |
| 302 | Primary σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον. |
| 303 | Primary Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· |
| 304 | Primary Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ· |
| 305 | Primary οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. |
| 306 | Primary ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, |
| 307 | Primary καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο |
| 308 | Primary ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ |
| 309 | Primary φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, |
| 310 | Primary ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα. |
| 311 | Primary ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, |
| 312 | Primary μήλων σφαζομένων οἴνοιό τε πινομένοιο |
| 313 | Primary καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς. |
| 314 | Primary ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες· |
| 315 | Primary εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, |
| 316 | Primary καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη |
| 317 | Primary τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, |
| 318 | Primary ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας |
| 319 | Primary ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά. |
| 320 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· |
| 321 | Primary ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος· |
| 322 | Primary ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ |
| 323 | Primary ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· |
| 324 | Primary μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον |
| 325 | Primary δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. |
| 326 | Primary Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην |
| 327 | Primary ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν. |
| 328 | Primary ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει |
| 329 | Primary νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, |
| 330 | Primary τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε |
| 331 | Primary μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν, |
| 332 | Primary εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· |
| 333 | Primary νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν. |
| 334 | Primary ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον, |
| 335 | Primary γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, |
| 336 | Primary ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, |
| 337 | Primary ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ. |
| 338 | Primary τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 339 | Primary οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, |
| 340 | Primary ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, |
| 341 | Primary οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω |
| 342 | Primary γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι. |
| 343 | Primary αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι |
| 344 | Primary μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν. |
| 345 | Primary ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη |
| 346 | Primary ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. |
| 347 | Primary οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, |
| 348 | Primary αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων |
| 349 | Primary δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. |
| 350 | Primary τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· |
| 351 | Primary ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων |
| 352 | Primary εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. |
| 353 | Primary οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, |
| 354 | Primary αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· |
| 355 | Primary εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, |
| 356 | Primary ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ |
| 357 | Primary οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. |
| 358 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. |
| 359 | Primary τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· |
| 360 | Primary ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς. |
| 361 | Primary ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε |
| 362 | Primary εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει. |
| 363 | Primary τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· |
| 364 | Primary Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν· |
| 365 | Primary εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω |
| 366 | Primary καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής. |
| 367 | Primary τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν |
| 368 | Primary ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο |
| 369 | Primary μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος |
| 370 | Primary ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. |
| 371 | Primary ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων, |
| 372 | Primary ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο. |
| 373 | Primary μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες |
| 374 | Primary Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες· |
| 375 | Primary ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· |
| 376 | Primary Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος· |
| 377 | Primary οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, |
| 378 | Primary σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων |
| 379 | Primary ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης. |
| 380 | Primary ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. |
| 381 | Primary ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη· |
| 382 | Primary τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες |
| 383 | Primary ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι. |
| 384 | Primary ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων, |
| 385 | Primary ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί, |
| 386 | Primary ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει. |
| 387 | Primary ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον |
| 388 | Primary κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια, |
| 389 | Primary ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν. |
| 390 | Primary δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο |
| 391 | Primary ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν· |
| 392 | Primary δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, |
| 393 | Primary οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ |
| 394 | Primary θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο. |