Reader
Reader | Odyssey, Book 21
Odyssey
Homer
Text
Position
Line 1 of 434
Waypoints
| Line Ref | A. T. Murray | Ancient Greek |
|---|---|
| 1 | Primary τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, |
| 2 | Primary κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, |
| 3 | Primary τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον |
| 4 | Primary ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. |
| 5 | Primary κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, |
| 6 | Primary εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ |
| 7 | Primary καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν. |
| 8 | Primary βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν |
| 9 | Primary ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, |
| 10 | Primary χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. |
| 11 | Primary ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη |
| 12 | Primary ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί, |
| 13 | Primary δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας |
| 14 | Primary Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. |
| 15 | Primary τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν |
| 16 | Primary οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς |
| 17 | Primary ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε· |
| 18 | Primary μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν |
| 19 | Primary νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας. |
| 20 | Primary τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς |
| 21 | Primary παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. |
| 22 | Primary Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο |
| 23 | Primary δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί· |
| 24 | Primary αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, |
| 25 | Primary ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, |
| 26 | Primary φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, |
| 27 | Primary ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, |
| 28 | Primary σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν, |
| 29 | Primary τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, |
| 30 | Primary ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. |
| 31 | Primary τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον, |
| 32 | Primary τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ |
| 33 | Primary κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι. |
| 34 | Primary τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, |
| 35 | Primary ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ |
| 36 | Primary γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν |
| 37 | Primary Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, |
| 38 | Primary ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς |
| 39 | Primary ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν |
| 40 | Primary ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο |
| 41 | Primary κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης. |
| 42 | Primary ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν |
| 43 | Primary οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων |
| 44 | Primary ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, |
| 45 | Primary ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς, |
| 46 | Primary αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης, |
| 47 | Primary ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας |
| 48 | Primary ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος |
| 49 | Primary βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα |
| 50 | Primary πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα. |
| 51 | Primary ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ |
| 52 | Primary ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο. |
| 53 | Primary ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον |
| 54 | Primary αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. |
| 55 | Primary ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, |
| 56 | Primary κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος. |
| 57 | Primary ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, |
| 58 | Primary βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς |
| 59 | Primary τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην |
| 60 | Primary ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί. |
| 61 | Primary τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος |
| 62 | Primary κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος. |
| 63 | Primary ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, |
| 64 | Primary στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, |
| 65 | Primary ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. |
| 66 | Primary ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. |
| 67 | Primary αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον· |
| 68 | Primary κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα |
| 69 | Primary ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ |
| 70 | Primary ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην |
| 71 | Primary μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, |
| 72 | Primary ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα. |
| 73 | Primary ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον. |
| 74 | Primary θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· |
| 75 | Primary ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι |
| 76 | Primary καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, |
| 77 | Primary τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα |
| 78 | Primary κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο, |
| 79 | Primary τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ. |
| 80 | Primary ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, |
| 81 | Primary τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον. |
| 82 | Primary δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε· |
| 83 | Primary κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος. |
| 84 | Primary Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 85 | Primary νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, |
| 86 | Primary ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ |
| 87 | Primary θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως |
| 88 | Primary κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην. |
| 89 | Primary ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε |
| 90 | Primary κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε, |
| 91 | Primary μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω |
| 92 | Primary ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι. |
| 93 | Primary οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν |
| 94 | Primary οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα, |
| 95 | Primary καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα. |
| 96 | Primary ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει |
| 97 | Primary νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου. |
| 98 | Primary ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν |
| 99 | Primary ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα |
| 100 | Primary ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους. |
| 101 | Primary τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· |
| 102 | Primary ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων· |
| 103 | Primary μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα, |
| 104 | Primary ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα· |
| 105 | Primary αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. |
| 106 | Primary ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον, |
| 107 | Primary οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν, |
| 108 | Primary οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης· |
| 109 | Primary οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης· |
| 110 | Primary καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου; |
| 111 | Primary ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου |
| 112 | Primary δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. |
| 113 | Primary καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην· |
| 114 | Primary εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, |
| 115 | Primary οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ |
| 116 | Primary λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην |
| 117 | Primary οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι. |
| 118 | Primary ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν |
| 119 | Primary ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων. |
| 120 | Primary πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας |
| 121 | Primary πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν, |
| 122 | Primary ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας, |
| 123 | Primary ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει. |
| 124 | Primary στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε. |
| 125 | Primary τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, |
| 126 | Primary τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, |
| 127 | Primary νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου. |
| 128 | Primary καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων, |
| 129 | Primary ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ. |
| 130 | Primary τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· |
| 131 | Primary ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς, |
| 132 | Primary ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα |
| 133 | Primary ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. |
| 134 | Primary ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε, |
| 135 | Primary τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον. |
| 136 | Primary ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε, |
| 137 | Primary κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, |
| 138 | Primary αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, |
| 139 | Primary ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. |
| 140 | Primary τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· |
| 141 | Primary ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι, |
| 142 | Primary ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει. |
| 143 | Primary ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. |
| 144 | Primary Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός, |
| 145 | Primary ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν |
| 146 | Primary ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ |
| 147 | Primary ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν· |
| 148 | Primary ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ. |
| 149 | Primary στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, |
| 150 | Primary οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων |
| 151 | Primary ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν· |
| 152 | Primary ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. |
| 153 | Primary πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει |
| 154 | Primary θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι |
| 155 | Primary τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ |
| 156 | Primary ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα. |
| 157 | Primary νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ |
| 158 | Primary γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν. |
| 159 | Primary αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, |
| 160 | Primary ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων |
| 161 | Primary μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα |
| 162 | Primary γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. |
| 163 | Primary ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, |
| 164 | Primary κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, |
| 165 | Primary αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, |
| 166 | Primary ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. |
| 167 | Primary Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· |
| 168 | Primary Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, |
| 169 | Primary δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων— |
| 170 | Primary εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει |
| 171 | Primary θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι. |
| 172 | Primary οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ |
| 173 | Primary οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν· |
| 174 | Primary ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί. |
| 175 | Primary ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· |
| 176 | Primary ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, |
| 177 | Primary πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, |
| 178 | Primary ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, |
| 179 | Primary ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, |
| 180 | Primary τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. |
| 181 | Primary ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, |
| 182 | Primary πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ, |
| 183 | Primary ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος· |
| 184 | Primary τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο |
| 185 | Primary ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. |
| 186 | Primary Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, |
| 187 | Primary ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. |
| 188 | Primary τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω |
| 189 | Primary βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· |
| 190 | Primary ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. |
| 191 | Primary ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, |
| 192 | Primary φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· |
| 193 | Primary βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην, |
| 194 | Primary ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. |
| 195 | Primary ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι |
| 196 | Primary ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; |
| 197 | Primary ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ; |
| 198 | Primary εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει. |
| 199 | Primary τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· |
| 200 | Primary Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, |
| 201 | Primary ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· |
| 202 | Primary γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. |
| 203 | Primary ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι |
| 204 | Primary νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. |
| 205 | Primary αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω, |
| 206 | Primary ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν· |
| 207 | Primary ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας |
| 208 | Primary ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. |
| 209 | Primary γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω |
| 210 | Primary οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα |
| 211 | Primary εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι. |
| 212 | Primary σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω. |
| 213 | Primary εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, |
| 214 | Primary ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω |
| 215 | Primary οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα |
| 216 | Primary Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον. |
| 217 | Primary εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, |
| 218 | Primary ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ, |
| 219 | Primary οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι |
| 220 | Primary Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. |
| 221 | Primary ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς. |
| 222 | Primary τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα, |
| 223 | Primary κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε, |
| 224 | Primary καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους |
| 225 | Primary ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε. |
| 226 | Primary καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, |
| 227 | Primary εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε· |
| 228 | Primary παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται |
| 229 | Primary ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. |
| 230 | Primary ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες, |
| 231 | Primary πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω· |
| 232 | Primary ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, |
| 233 | Primary οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην· |
| 234 | Primary ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον |
| 235 | Primary ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ |
| 236 | Primary κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, |
| 237 | Primary ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ |
| 238 | Primary ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε |
| 239 | Primary προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. |
| 240 | Primary σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς |
| 241 | Primary κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι. |
| 242 | Primary ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας· |
| 243 | Primary ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη· |
| 244 | Primary ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. |
| 245 | Primary Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, |
| 246 | Primary θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς |
| 247 | Primary ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ· |
| 248 | Primary ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 249 | Primary ὢ πόποι, ἧ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· |
| 250 | Primary οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· |
| 251 | Primary εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ |
| 252 | Primary ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν· |
| 253 | Primary ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν |
| 254 | Primary ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι |
| 255 | Primary τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. |
| 256 | Primary τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· |
| 257 | Primary Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. |
| 258 | Primary νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο |
| 259 | Primary ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι |
| 260 | Primary κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας |
| 261 | Primary ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, |
| 262 | Primary ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. |
| 263 | Primary ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, |
| 264 | Primary ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· |
| 265 | Primary ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, |
| 266 | Primary αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, |
| 267 | Primary ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ |
| 268 | Primary τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. |
| 269 | Primary ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. |
| 270 | Primary τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, |
| 271 | Primary κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, |
| 272 | Primary νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. |
| 273 | Primary οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, |
| 274 | Primary τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· |
| 275 | Primary κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· |
| 276 | Primary ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· |
| 277 | Primary Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα |
| 278 | Primary λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, |
| 279 | Primary νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· |
| 280 | Primary ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν. |
| 281 | Primary ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν |
| 282 | Primary χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν |
| 283 | Primary ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, |
| 284 | Primary ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε. |
| 285 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, |
| 286 | Primary δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν. |
| 287 | Primary Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· |
| 288 | Primary ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί· |
| 289 | Primary οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν |
| 290 | Primary δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις |
| 291 | Primary μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος |
| 292 | Primary ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. |
| 293 | Primary οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους |
| 294 | Primary βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ. |
| 295 | Primary οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, |
| 296 | Primary ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, |
| 297 | Primary ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, |
| 298 | Primary μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο· |
| 299 | Primary ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε |
| 300 | Primary ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ |
| 301 | Primary ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς |
| 302 | Primary ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. |
| 303 | Primary ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, |
| 304 | Primary οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. |
| 305 | Primary ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον |
| 306 | Primary ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις |
| 307 | Primary ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ |
| 308 | Primary εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, |
| 309 | Primary πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος |
| 310 | Primary πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. |
| 311 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 312 | Primary Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον |
| 313 | Primary ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· |
| 314 | Primary ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον |
| 315 | Primary ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, |
| 316 | Primary οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; |
| 317 | Primary οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· |
| 318 | Primary μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων |
| 319 | Primary ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. |
| 320 | Primary τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· |
| 321 | Primary κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, |
| 322 | Primary οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν· |
| 323 | Primary ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, |
| 324 | Primary μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν |
| 325 | Primary ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν |
| 326 | Primary μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· |
| 327 | Primary ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν |
| 328 | Primary ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου. |
| 329 | Primary ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο. |
| 330 | Primary τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· |
| 331 | Primary Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον |
| 332 | Primary ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν |
| 333 | Primary ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; |
| 334 | Primary οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, |
| 335 | Primary πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. |
| 336 | Primary ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν. |
| 337 | Primary ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· |
| 338 | Primary εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, |
| 339 | Primary ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, |
| 340 | Primary δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, |
| 341 | Primary καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, |
| 342 | Primary πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει. |
| 343 | Primary τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· |
| 344 | Primary μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο |
| 345 | Primary κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, |
| 346 | Primary οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, |
| 347 | Primary οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· |
| 348 | Primary τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι |
| 349 | Primary καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. |
| 350 | Primary ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, |
| 351 | Primary ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε |
| 352 | Primary ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει |
| 353 | Primary πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ. |
| 354 | Primary ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· |
| 355 | Primary παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. |
| 356 | Primary ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ |
| 357 | Primary κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον |
| 358 | Primary ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. |
| 359 | Primary αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός· |
| 360 | Primary μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· |
| 361 | Primary ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· |
| 362 | Primary πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα, |
| 363 | Primary πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται |
| 364 | Primary οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων |
| 365 | Primary ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι. |
| 366 | Primary ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, |
| 367 | Primary δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν. |
| 368 | Primary Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει· |
| 369 | Primary ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις |
| 370 | Primary μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, |
| 371 | Primary βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι. |
| 372 | Primary αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι, |
| 373 | Primary μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην· |
| 374 | Primary τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι |
| 375 | Primary ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. |
| 376 | Primary ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν |
| 377 | Primary μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο |
| 378 | Primary Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης |
| 379 | Primary ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς. |
| 380 | Primary ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· |
| 381 | Primary Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, |
| 382 | Primary κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας. |
| 383 | Primary ἢν δέ τις ἤ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ |
| 384 | Primary ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε |
| 385 | Primary προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. |
| 386 | Primary ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, |
| 387 | Primary κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. |
| 388 | Primary σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, |
| 389 | Primary κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς. |
| 390 | Primary κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης |
| 391 | Primary βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός· |
| 392 | Primary ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, |
| 393 | Primary εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα |
| 394 | Primary πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, |
| 395 | Primary μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος. |
| 396 | Primary ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· |
| 397 | Primary ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων· |
| 398 | Primary ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται |
| 399 | Primary ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ |
| 400 | Primary νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. |
| 401 | Primary ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων· |
| 402 | Primary αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν |
| 403 | Primary ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι. |
| 404 | Primary ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς, |
| 405 | Primary αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, |
| 406 | Primary ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς |
| 407 | Primary ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν, |
| 408 | Primary ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός, |
| 409 | Primary ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. |
| 410 | Primary δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς· |
| 411 | Primary ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν. |
| 412 | Primary μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς |
| 413 | Primary ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων· |
| 414 | Primary γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. |
| 415 | Primary ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω· |
| 416 | Primary εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ |
| 417 | Primary γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης |
| 418 | Primary κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι. |
| 419 | Primary τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, |
| 420 | Primary αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν |
| 421 | Primary ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων |
| 422 | Primary πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε |
| 423 | Primary ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε· |
| 424 | Primary Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει |
| 425 | Primary ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον |
| 426 | Primary δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν, |
| 427 | Primary οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται. |
| 428 | Primary νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι |
| 429 | Primary ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι |
| 430 | Primary μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός. |
| 431 | Primary ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ |
| 432 | Primary Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, |
| 433 | Primary ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ |
| 434 | Primary πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. |